8. Ἡ δὲ ἐπίδεσις πουλὺ τῆς ὑγιέος προσλαμβανέτω.
9. Καὶ ταύτης τῆς συμβουλῆς ὁ λογισμὸς δῆλος· ἐν γὰρ
10. τῷ πολὺ τοῦ ὑγιοῦς ἐπιλαμβάνειν τὴν ἐπίδεσιν, ἥ τε κράτησις
11. ἀσφαλεστέρα τοῦ διαπεπλασμένου γίνεται καὶ μᾶλλον ἐκθλίβονται
12. τοῦ πεπονθότος ἰχῶρες εἰς τὰ πλησιάζοντα καὶ
13. ἐκ τῶν ἄνωθεν ἐπιῤῥοὴ κωλύεται μᾶλλον.