Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 3.7, ed. Kühn, 1830, vol. 18b, p. 827-829. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:3.7


1. Ἐπιδέσμων δὲ πλῆθος, μῆκος, πλάτος· πλῆθος μὲν μὴ
2. ἡσσᾶσθαι τοῦ σίνεος μηδὲ νάρθηξιν ἐνέρεισιν εἶναι μηδὲ
3. ἄχθος μηδὲ περίῤῥεψιν μηδὲ ἐκθήλυνσιν ἐπιδέσμου.

4. Οἱ δὲ ἄλλοι σχεδὸν ἅπαντες οὐ διωρίσαντο ἐπιδέσμους
5. ὑποδεσμίδων. ὁ δὲ Ἱπποκράτης τοὺς μὲν αὐτῷ τῷ σώματι
6. περιβεβλημένους ἐπιδέσμους ὑποδεσμίδας ὀνομάζει, τοὺς δὲ
7. τοῖς σπλήνεσιν ἔξωθεν ἐπιδουμένους ἐπιδέσμους. τούτων
8. οὖν ἡλίκον εἶναι χρὴ τὸ πλῆθος καὶ τὸ μῆκος καὶ τὸ πλάτος
9. ἐν τῇδε τῇ ῥήσει διέρχεται, πλῆθος μὲν ἀξιῶν
10. εἶναι τοσοῦτον, ὡς κρατεῖν ἀσφαλῶς αὐτὸ τὸ διαπεπλασμένον
11. ὀστοῦν. τὸ γὰρ μὴ ἡττᾶσθαι τοῦ σίνεος, τουτέστιν ὡς
12. ἄν τε μὴ κρατῶσιν οἱ ἐπίδεσμοι τοὐναντίον αὐτοῖς συμβήσεται,
13. νικᾶσθαί τε καὶ ἡττᾶσθαι τοῦ σίνεος, τουτέστι τοῦ
14. βεβλαμμένου μέρους. εἰ γὰρ τὸ νικᾷν ᾖ αὐτοῖς ἐν τῷ φυλάττειν
15. ἀκίνητον τὴν διάπλασιν, ἐὰν αὐτὴ κινηθῇ κατά τι,
1. προσηκόντως ἄν τις αὐτοὺς ἡττᾶσθαι φαίη. τὸ μηδὲ νάρθηξιν
2. ἐνέρεισιν εἶναι, τοιόνδε ἔσται, ἐὰν ὀλιγώτεροι τοῦ δέοντος
3. οἱ ἐπίδεσμοι τύχοιεν ὄντες, ἐνέρεισις τῶν ἄρθρων, ὅπερ
4. ἐστὶ βία καὶ θλίψις ἔσται σῖνος διήκουσα. καὶ μέντοι καὶ
5. τοσούτους αὐτοὺς ποιήσεις ὡς βαρύνειν τὸν ἀσθενοῦντα καὶ
6. οὕτως ἁμαρτήσεις τοῦ συμμέτρου. φυλαττόμενος οὖν ἑκάτερον
7. τῶν σκοπῶν τοῦ πλήθους στόχασον. τῶν ἐπιδέσμων
8. οἱ σκοποὶ δύο εἰσὶ, τὸ μήτε θλίβειν μήτε βαρύνειν. ἀλλὰ
9. μηδὲ περίῤῥεψιν εἶναί φησι περὶ τῷ πλήθει τῶν ἐπιδέσμων.
10. ἡ δὲ περίῤῥεψις ἀπὸ τοῦ περιῤῥέπειν ἐπὶ θάτερον μέρος,
11. ἤτοι τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν, ὅλην τὴν ἐπίδεσιν ὀνομάζεται.
12. τοῦτο δὲ αὐτὸ περιῤῥέπον, ἀμετρία τοῦ πλήθους αὐτῶν
13. γίνεται. τὴν δὲ ἐκθήλυνσιν, εἴρηται γὰρ αὐτῷ, οἱ μὲν
14. τινὲς ἀπὸ τῶν μορίων ἤκουσαν, ἐν οἷς τὸ σῖνος, ὡς ἀσθενῶν
15. καὶ μαλακῶν ἐσομένων διὰ τὸ πλῆθος ἐπιβεβλημένων
16. ἔξωθεν ὀθονίων, ἔνιοι δὲ ἐπὶ τῆς ἐπιδέσεως αὐτῆς,
17. ὡς ἀτόνου γινομένης· ἐκλύεται γὰρ καὶ ἡ τῶν ἐπιθεμένων
1. ναρθήκων κράτησις ὑπὸ τοῦ πλήθους τῶν ὑποβεβλημένων
2. ὀθονίων.

Cliquer un n° de page pour en afficher l’image