3. Μῆκος δὲ καὶ πλάτος τριῶν ἢ τεττάρων ἢ πέντε ἢ ἕξ,
4. πήχεων μὲν μῆκος, δακτύλων δὲ πλάτος.
5. Τῶν ἰδίων τοῦ ἐπιδουμένου δακτύλων καὶ πήχεων δηλονότι
6. τοσούτων ἀξιοῖ τὴν ἐπίδεσιν εἶναι. τὸν δὲ ὅρον αὐτοῦ
7. τοῦ μήκους καὶ τοῦ πλάτους οὐχ ἕνα μόνον ἐποίησε,
8. διὰ τὸ μηδὲν τῆς ἐπιδέσεως ἴσον ἐν ἅπασι γενέσθαι τὸ μῆκος,
9. ἀλλὰ κατὰ τοῦ κατάγματος μέγεθος ὑπαλλάττεσθαι,
10. διορίζει πλήθη καὶ μήκη καὶ πλάτη τῶν ὀθονίων. ἐν ἅπαντι
11. τούτῳ τῷ λόγῳ ἡ τελευτὴ ἐπιδέσεώς ἐστιν, ἣν μὲν ἐν τῷ
12. περὶ ἀγμῶν βιβλίῳ κατ’ ἐκεῖνον ἀξιοῖ τὸν χρόνον γίγνεσθαι,
13. καθ’ ὃν ἀφλεγμαντότατον τὸ πεπονθὸς ἐς νάρθηκας ἐμβάλλεται.