7. Καταφρονήσαντες οὖν καὶ ἡμεῖς τῶν ἤτοι μηδὲν πάνυ ἢ σμικρὸν ἡγουμένων εἰς
8. θεραπείαν συντελεῖν τὸν ἀπὸ τῶν ἐθῶν σκοπὸν ἐπισκεψώμεθα, τίς ποτ’ ἐστὶν ἡ αἰτία
9. τοῦ πολὺ δύνασθαι τὸ ἔθος καὶ εἴτε μία τις ἐστὶν ἢ καὶ καθ’ ἑκάστην ὕλην ἑτέρα.
10. λέγω δ’ ὕλην, ἐφ’ ᾗ συνέστη τὸ ἔθος, οἷον, ὡς ἔφην, ἐδέσματα ἢ πόματα ἢ γυμνάσια
11. ἢ ἕτερόν τι τοιοῦτο. καὶ γὰρ τήν γ’ ἀρχὴν ἐπὶ τῶν ἐσθιομένων τε καὶ πινομένων
12. ποιησώμεθα. τί δή ποτε γὰρ οἱ τῇ τῶν βοείων κρεῶν ἐδωδῇ συνήθως χρώμενοι τινὲς
13. μὲν οὐδ’ ὅλως βλάπτονται, τινὲς δ’ ἧττον ἢ πρόσθεν ; ἢ διὰ τί κατὰ φύσιν τινὲς εὐθὺς
14. ἐξ ἀρχῆς, ὡς αὐτὸς Ἐρασίστρατος ἔγραψε, ῥᾷον πέττουσι τὰ βόεια κρέα τῶν πετραίων
15. ἰχθύων ; ἀλλὰ τούτου μὲν ἡ αἰτία λέλεκται κατὰ τὴν τῶν φυσικῶν δυνάμεων ἐπίσκεψιν,
16. εἰρήσεται δὲ καὶ νῦν ὀλίγον ὕστερον ἐν τῇ τοῦ λόγου κοινωνίᾳ· νυνὶ δ’ ἀπὸ τῶν δι’
17. ἔθος ἄμεινον πεττόντων ὁτιοῦν ἐδεσμάτων τὴν ἀρχὴν τῆς διδασκαλίας ποιησώμεθα
18. κοινὴν ὑπόθεσιν λαβόντες εἰς ταῦτα πάντα τὰ φύσει τισὶν οἰκεῖά τε καὶ οὐκ οἰκεῖα.
19. λέλεκται. μὲν οὖν ἐπὶ πλέον ὑπὲρ ἁπάντων τούτων κατὰ τὴν τῶν φυσικῶν δυνάμεων
20. ἐπίσκεψιν· ἀρξώμεθα δὲ καὶ νῦν τοῦ λόγου τὴν τῆς πέψεως ἔννοιαν προχειρισάμενοι.
21. καθάπερ γὰρ ἄρτους οἱ σιτοποιοὶ λέγονται πέττειν οὐκ ἐπειδὰν ἀλοῦντές τε καὶ διάττοντες
1. εἰς λεπτὰ μόρια καταθραύσωσι τοὺς πυρούς, ἀλλ’ ὅταν ἐπὶ τῷ τοιοῦτο πρᾶξαι
2. δεύσαντες ὕδατι ζύμην μίξαντες μαλάξωσιν, εἶτα καλύψαντές τινι τῶν θαλπόντων
3. ἐάσωσιν, ἄχρις ἄν, ὡς αὐτοὶ καλοῦσι, ζυμωθῇ, καὶ μετὰ ταῦτα διὰ κλιβάνων ἢ ἰπνῶν
4. ὀπτήσωσιν, οὕτω κἀπὶ τῶν εἰς γαστέρα καταποθέντων οὐκ ἐπειδὰν ἐν αὐτῇ καταθραυσθῇ
5. καὶ λυθῇ, πεπέφθαι φαμέν, ἀλλ’ ὅταν, ὡς οἱ πεττόμενοι πυροί, κατὰ ποιότητα
6. τὴν μεταβολὴν σχῇ. καθάπερ δ’ ἐπὶ τῶν ἄρτων εἰς τὴν οἰκείαν ἡμῖν τοῖς ἐσθίουσιν
7. ἀχθῆναι χρὴ ποιότητα τὸν πεττόμενον σῖτον, οὕτω κατὰ τὴν κοιλίαν ἔτι καὶ μᾶλλον εἰς
8. οἰκειοτέραν, ὀνομάζω δ’ οἰκειοτέραν ἑτέραν ἑτέρας κατὰ τὴν ὁμοιότητα τοῦ μέλλοντος
9. ἐξ αὐτῆς τρέφεσθαι σώματος. ἄλλο γὰρ ἄλλῳ σώματι τῶν τρεφόντων οἰκεῖόν ἐστι καὶ
10. διὰ τοῦτο τὰ ζῷα πρὸς τὰς οἰκείας ἔρχονται τροφὰς ἀδιδάκτως ὑπὸ τῆς φύσεως ὠθούμενα,
11. τὰ μὲν ὑποζύγια πρός τε τὰς βοτάνας καὶ ἄχυρα καὶ χιλὴν καὶ κριθήν, οἱ λέοντες
12. δὲ πρὸς τὰς σάρκας, ὥσπερ καὶ παρδάλεις καὶ λύκοι. καθάπερ οὖν ἐν τοῖς ζῴοις
13. κατὰ γένος οὐ σμικρὰ διαφορὰ τῶν οἰκείων ἑκάστῳ τροφῶν ἐστιν, οὕτω καὶ κατ’ εἶδος
14. ἐν τοῖς γένεσιν εὑρίσκονται διαφοραὶ μεγάλαι τῶν μὲν μηδὲ γεύσασθαι δυναμένων
15. οἴνου, πάμπολυ δ’ ἑτέρων ἀλύπως πινόντων καὶ τῶν μέν, ὡς εἴρηται, τά τε τῶν βοῶν
16. καὶ τράγων καὶ κριῶν κρέα μεθ’ ἡδονῆς μὲν ἐσθιόντων, πεττόντων δ’ ἀλύπως, τῶν δὲ
17. μηδὲ τὴν ὀσμὴν αὐτῶν ὑπομενόντων, μήτι γε τὴν ἐδωδὴν καὶ εἰ δι’ ἀπορίαν ἐδέσματος
18. ἑτέρου, καθάπερ ἐν λιμῷ γίνεται, βιάσαιντο σφᾶς αὐτοὺς προσάρασθαι τὸ τοιοῦτον
19. κρέας, οὔτε πέψαι δυναμένων αὐτὸ χωρὶς βλάβης ἀνατρεπομένων τε τὴν ὄρεξιν ἐπὶ
20. τῇ προσφορᾷ βαρυνομένων τε παραχρῆμα κἂν ἐρυγή τις αὐτοῖς ἐπιγένηται, μηδὲ ταύτης
21. ἀλύπως ἀνεχομένων. ὅτι δὲ ταῦθ’ οὕτως ἔχοντα φαίνεται, πρῶτον μὲν ἐκείνου χρὴ
22. μεμνῆσθαι, τοῦ προσφέρεσθαι τοὺς ἀνθρώπους ἥδιον ἄλλον ἄλλο κατὰ τὴν οἰκειότητα
23. τῆς φύσεως ἔρχεσθαί τε πρὸς τὴν τῶν τοιούτων ἐδωδὴν μᾶλλον, ὥσπερ γε καὶ πρὸς τὴν
24. τῶν εὐπέπτων αὐτοῖς εἶναι φανέντων, ἀποστρέφεσθαι δὲ καὶ φεύγειν ἀπὸ τῶν ἀηδῶν
25. καὶ δυσπέπτων, ὥστε σημεῖον εἶναι τὸ ἔθος οἰκειότητος φυσικῆς. ὅτι δὲ καὶ αἰτία γίνεται
26. πολλάκις, δῆλον ἐκ τῶν ἐν ἀρχῇ μὲν ἀηδῶς ἢ βλαβερῶς ὑπό τινων διατιθεμένων,
1. εἰ δὲ κατὰ βραχὺ τὴν πρὸς αὐτὰ συνήθειαν ὑπομείναιεν, οὔτ’ ἀηδῶς οὔτε βλαβερῶς ἔτι
2. διατιθεμένων. ἡ δ’ αἰτία καὶ τοῦδε τοιαύτη τις ἐστίν· ὥσπερ ἀλλοιοῦται κατὰ ποιότητα
3. τῶν ἐσθιομένων τε καὶ πινομένων ἕκαστον, οὕτω καὶ αὐτὸ διατίθησί πως τὸ ἀλλοιοῦν.
4. ἔνεστι δὲ καὶ τούτου λαβεῖν ἐναργὲς τεκμήριον ἐκ τῆς τῶν γεννωμένων χυμῶν διαφορᾶς
5. ὑφ’ ἑκάστου τῶν ἐδεσμάτων· τὰ μὲν γὰρ μελαγχολικὸν αἷμα γεννᾷ, τὰ δὲ φλεγματικὸν
6. ἢ τὴν ὠχράν τε καὶ ξανθὴν ὀνομαζομένην χολὴν οὐκ ὀλίγην ἔχον, ὥσπερ ἔνια καθαρὸν
7. αἷμα· διαφορὰν οὖν τινα καὶ τοῖς τρεφομένοις μορίοις ἀναγκαῖον γίνεσθαι πρὸς ἄλληλα
8. κατὰ τὴν τοῦ τρέφοντος αἵματος ἰδέαν. ἐναργὲς δὲ τεκμήριον τῆς τῶν τρεφομένων
9. ὁμοιώσεως πρὸς τὸ τρέφον ἡ τῶν φυτῶν τε καὶ σπερμάτων μεταβολὴ μέχρι τοσούτου
10. γινομένη πολλάκις, ὡς τὸ βλαβερώτατον ἐν ἑτέρᾳ γῇ μεταφυτευθὲν εἰς ἑτέραν γῆν οὐ
11. μόνον ἀβλαβὲς ἀλλὰ καὶ χρήσιμον γίνεσθαι. πολλὴ γὰρ καὶ ἡ τούτων πεῖρα τοῖς τὰ
12. γεωργικά τε καὶ περὶ φυτῶν ὑπομνήματα συνθεῖσι, καθάπερ γε καὶ τοῖς περὶ τῆς τῶν
13. ζῴων ἱστορίας γράψασι τῆς κατὰ τὰ χωρία γινομένης μεταβολῆς. ἐπεὶ τοίνυν οὐ μόνον
14. ἀλλοιοῦται τὸ τρέφον ὑπὸ τοῦ τρεφομένου, ἀλλὰ καὶ αὐτό πως τιν’ ἀλλοιοῖ βραχεῖαν
15. ἀλλοίωσιν, ἀναγκαῖόν ἐστι τὴν βραχεῖαν ταύτην ἀξιόλογον ἐν τῷ χρόνῳ γίνεσθαι, ὥστ’
16. εἰς ἴσον ἥκειν οἰκειότητι φυσικῇ τὴν ἐκ τῶν πολυχρονίων ἐθῶν.
⟨
(De consuet.) [n° 202 Fichtner] [GalLat]
De consuetudinibus
Περὶ ἐθῶν, Πρὸς Φαβωρῖνον
Habitudes
Customary Practices (Cons.)
Schmutte, 1941.
Daremberg, 1854 (fra); Pfaff, 1941 (lat;deu); Nutton, Davies, Singer, 2013 (eng).
De consuetudinibus, 2, ed. von Müller, 1879, p. 11-13. urn:cts:greekLit:tlg0057.tlg103.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩