Pseudo-Galenus. De fasciis (De fasc.) [n° 107 Fichtner] [GalLat]

Περὶ τῶν ἐπιδέσμων
Bandages
Bandages (Fasc.)
, 1963.
De fasciis, 1829, vol. 18a, p. 768-827. urn:cts:greekLit:tlg0530.tlg005.verbatim-lat1
Schubring, 1963 (deu).

De fasciis, 11, ed. Kühn, 1829, vol. 18a, p. 785-786. urn:cts:greekLit:tlg0530.tlg005.1st1K-grc1:11

3. Ἁρμόζει μὲν ἐφ’ ὧν ὅλην κεφαλὴν σκεπάσαι
4. θέλομεν παρασκεπάστρα ἐκλήθη. ὁ δὲ κάτοχός ἐστι
5. ταινία ὑπερμήκης ὑπὲρ τὴν σκεπάστραν κατὰ μῆκος κύκλῳ
6. τῷ προσώπῳ καὶ τῇ κεφαλῇ περιτιθεμένη εἰς τὴν κατάληψιν
7. τῆς σκεπάστρας, ὁ δὲ καθολκεὺς ἐκ ταινίας γίνεται
8. ἐπιμήκους. παραλαμβάνεται δὲ χάριν τοῦ καθελκεῖν τὸν
9. ἐπίδεσμον εἰς τὸ μὴ ἀπολισθαίνειν, ἐπιτελεῖται δ’ οὕτω.
10. ῥάκος λαμβανέσθω πλάτει μὲν τηλικοῦτον, ὥστε σκέπειν
11. ὅλην τὴν κεφαλὴν, μήκει δὲ ὡς πλεῖστον ἢ διπλοῦν δύνασθαι
12. τοῦτο ποιῆσαι. τούτου ἡ μὲν ἑτέρα ἀρχὴ κατ’ ἰνίου
13. τασσέσθω, ἡ δὲ ἑτέρα κατὰ προσώπου παρείσθω, στενοῦ τε
14. δὲ τελαμῶνος ἡ μεσότης ὑπὸ τὸ γένειον τασσέσθω, αἱ δὲ
15. ἀρχαὶ κατὰ παρειῶν καὶ κατὰ βρέγματος ἀγέσθωσαν ὅπου
16. κεχιέσθαι ἐπὶ γόνει ἐπαγέσθωσαν. ἑτέρου δὲ στενοῦ τελαμῶνος
17. ἡ μεσότης κατὰ μετώπου, αἱ δὲ ἀρχαὶ κυκλοτερῶς
1. ἐπὶ ἰνίον, ἐνταῦθά τε πρὸς ἑαυτὰς καὶ πρὸς τὰς τοῦ καθολκέως
2. ἀρχὰς ἁμματιζέσθωσαν. τὸ δὲ κατὰ προσώπου
3. παρειμένον εἰς δύο σκέλη ἐπ’ εὐθείας διαιρείσθω μέχρι μεσοφρύου
4. καὶ ἰσχιασθέντα κατὰ μετώπου κυκλοτερῶς ἐπὶ
5. ἰνίον ἀπαγέσθω κἀκεῖ ἁμματιζέσθω. δυνατὸν δὲ καὶ τὸν
6. κατοχὸν καὶ τὸν κάθολκον ἐξ ἑνὸς ποιῆσαι ταινιδίου ἐπιμηκεστέρου
7. τὸν τρόπον τοῦτον. μεσότης κατὰ βρέγματος, αἱ δ’
8. ἀρχαὶ ἐπ’ εὐθείας κατὰ παρειῶν ὑπὸ γένειον· εἶτα ὑπὸ λοβοὺς
9. ὤτων ἐπὶ ἰνίον. κἀκεῖ χιαζέσθωσαν ἀπὸ ἰνίου ἐπὶ
10. μέτωπον, τὸ δὲ ἅμμα ἐκ πλαγίων τῆς κεφαλῆς. ἁπλοῖ ἐπίδεσμοι.

Cliquer un n° de page pour en afficher l’image