6. Αὕτη ἡ ἐπίδεσις ἁρμόζει κατὰ μέν τινας
7. ἐπὶ τῶν κατὰ τὰς ῥοφὰς διαστάσεων, κατὰ δέ τινας ἐφ’ ὧν
8. τραύματος ὄντος τὰ παρακείμενα ἀφέστηκεν εἰς τὴν ἐκείνων
9. μὲν κόλλησιν, τῶν δὲ ὑγρῶν διὰ τὸ ἐστεγνῶσθαι τὸ
10. ἕλκος ἔκκρισιν. συντελεῖται δὲ οὕτως· ἡ τοῦ τελαμῶνος
11. ἀρχὴ διάκειται ἐκ πλαγίων τῆς κεφαλῆς, εἶτα ἄγεται λοξὴ
12. ἐπὶ κορυφὴν καὶ τὸν ἕνα κροταφόν. ἐκεῖθεν δὲ παρειὰς
13. συντελεῖται· καὶ ἑτέρα παρειὰς λοξῇ τῇ πρώτῃ ἀντικειμένη
14. ὡς χίασμα γίγνεσθαι ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξὴ, διεστῶσα
15. τῶν πρώτων· εἶτα παρειάδες δύο καὶ πάλιν λοξὴ, ἵνα γένηται
16. ῥόμβος ἐν μέσῳ, ποιοῦνται, εἶτα μετωπιαῖαι ἐπινομαὶ
17. κατὰ τῶν αὐτῶν πρὸς τὴν τῶν γυμνῶν σκέπην.
⟨
(De fasc.) [n° 107 Fichtner] [GalLat]
De fasciis
Περὶ τῶν ἐπιδέσμων
Bandages
Bandages (Fasc.)
, 1963.
De fasciis, 1829, vol. 18a, p. 768-827. urn:cts:greekLit:tlg0530.tlg005.verbatim-lat1
Schubring, 1963 (deu).
De fasciis, 13, ed. Kühn, 1829, vol. 18a, p. 787-787. urn:cts:greekLit:tlg0530.tlg005.1st1K-grc1:13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩