3. Ἐπανάγωμεν δὲ τὸν λόγον ἐπὶ τὴν τῶν
4. ἐπιδέσμων τε καὶ ἐπιδέσεως τεχνολογίαν· καὶ δὴ ἐν τρόποις
5. ἴδωμεν τίνι διαφέρουσιν ἀλλήλων οἱ ἐπίδεσμοι, ὕλῃ, σχέσει,
6. μήκει, πλάτει κατασκευῇ· ὕλῃ μὲν ἐπεὶ οἱ μὲν αὐτῶν εἰσιν
7. ἐρεοῖ, οἱ δὲ λινοῖ, οἱ δὲ δερμάτινοι, τῆς χρήσεως αὐτῶν οὐ
8. μιᾶς οὐδὲ τῆς ὁμοίας οὔσης, ἀλλὰ διαφόρου. πειρώμεθα
9. γὰρ ἁρμοζόντως τῷ πάθει τὴν ἐκλογὴν ἐν τῇ χρήσει ποιεῖσθαι·
10. ὅσα γοῦν σφίγξεως, δεῖται λινοῖς ἐπ’ αὐτῶν χρώμεθα,
11. ὅσα δὲ οὐ σφίγξεως διὰ τὸ ἐναντιοῦσθαί τισι φλεγμοναῖς,
12. συνεχείας δὲ δεῖται μόνης ἢ σκέπης ἐρεοῖς. δερματίνοις δὲ,
13. ὡς Ἱπποκράτης ἐπὶ ῥινὸς καὶ γένυος καταγείσης ἐχρήσατο
14. κατακολλῶντες τὸ ἄκρον τῷ δεομένῳ τῆς ἐπιδέσεως, σχέσει
15. δὲ ἐπεὶ οἱ μέν εἰσιν εἰλητοὶ, οἱ δὲ σχιστοὶ, ἄλλοι δὲ σύῤῥαπτοι.
16. εἰλητοὶ μὲν οὖν εἰσιν οἱ ἐκ ταινίας ἐπὶ μήκους
17. ἀσυμβλήτου γεγονότος οἷοί εἰσιν οἱ κατὰ τὰ κατάγματα τῶν
1. κώλων παραλαμβανόμενοι. σχιστοὶ δὲ οἱ ἐκ ῥάκους ἑνὸς
2. κατὰ τὰ πέρατα ἢ καὶ ἄλλο τι μέρος ἐπεῤῥωγότος, οἷοί εἰσιν
3. οἱ ἐπὶ κεφαλῆς ἀνατετριμμένης παραλαμβανόμενοι, καρκίνοι
4. δὲ καλούμενοι, τετρασκελεῖς ἢ ἑξασκελεῖς ἢ ὀκτασκελεῖς.
5. σύῤῥαπτοι δὲ οἱ ἐκ τελαμώνων πλειόνων συντιθέμενοι
6. ἀνομοιοσχημόνα τὴν ἐπιβολὴν ἔχοντες οἷοί εἰσιν οἱ καλούμενοι
7. ἀναλκαπρίδες ἢ ἀναζῶστραι ἢ μασόδεσμοι ἢ ἐπὶ μαστῶν
8. καὶ τὸν περὶ ἕδραν τόπον ἁρμόζοντες· μήκει δ’ ἐπεὶ
9. οἱ μέν εἰσιν ἐπιμηκέστεροι, οἱ δὲ βραχύτεροι. ὁμοίως δὲ
10. καὶ ἐπὶ πλάτους ἔχει τοῖς ἐπιδεομένοις μέρεσι προσαρμοζομένου
11. καὶ τοῦ μήκους καὶ τοῦ πλάτους ἀναλόγως. κατασκευῇ
12. δὲ διαφέρουσιν ἀλλήλων, ἐπεὶ οἱ μὲν ὑφαντοὶ, οἱ δὲ
13. πλωτοὶ, οἱ δὲ πλεκτοί εἰσι. καὶ τῶν ὑφαντῶν οἱ
14. μὲν εἰς τοῦτο γεγόνασιν, οἱ δὲ πρὸς ἄλλην χρείαν γεγονότων
15. ὑφασμάτων, σχιζομένων δὲ γίνονται. οἷς ἐπὶ τῶν τραυμάτων
16. ὡς ἐπὶ πᾶν χρώμεθα, τοῖς δὲ εἰς τοῦτο ὑφασμένοις
17. ὡς ἐπὶ τῶν κυνηγῶν φυλακῆς τῶν σκελῶν χάριν ἐπιδεομένοις
1. καὶ τοῖς καρποδέσμοις καλουμένοις. τοῖς δὲ πλεκτοῖς
2. ὡς ἐφ’ ἡνιοχῶν συνοχῆς τῶν πλευρῶν ἕνεκεν.
⟨
(De fasc.) [n° 107 Fichtner] [GalLat]
De fasciis
Περὶ τῶν ἐπιδέσμων
Bandages
Bandages (Fasc.)
, 1963.
De fasciis, 1829, vol. 18a, p. 768-827. urn:cts:greekLit:tlg0530.tlg005.verbatim-lat1
Schubring, 1963 (deu).
De fasciis, 2, ed. Kühn, 1829, vol. 18a, p. 773-775. urn:cts:greekLit:tlg0530.tlg005.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩