3. Ἔστω δὲ κοινὸν μὲν ἐπὶ πάντων παραγγελμάτων
4. ἐπιδεομένων τὸ εὐπόριστον εἶναι καὶ τοῖς παροῦσιν
5. ὡς ἀρίστοις δύνασθαι χρῆσθαι. ἐκλογῆς δέ τινος οὔσης τὸ
6. αἱρεῖσθαι τοὺς ἐπιδέσμους, ὡς εἶπεν ὁ Ἱπποκράτης· φησὶ γὰρ
7. ἔστω ἐπιδέσματα καλὰ, καθαρὰ, λεπτὰ, κοῦφα, μαλακὰ,
8. ὑγιέα, ὥστε τάνυσιν φέρειν καὶ ὀλίγῳ κρέσσω μὴ ἔχοντα
9. ξυῤῥαφὰς, μηδὲ ἐξαστίας· καθαρὰ μὲν γὰρ εἶναι δεῖ, διότι
10. ἀπρεπὲς τὸ ῥυπαρὸν καὶ μηδὲ ἐπιδεχόμενον τὰ ἐπιβρέγματα
11. καὶ παρέχοντά τινα βλάβην ἐν τῇ πρὸς τὰ ἐπιβρέγματα
12. μίξει. ἔστω δὲ καὶ ἴδιον χρῶμα ὡς μὴ ἀπὸ πορφύρας ἤ
13. τινος ἄλλου βάμματος τὸ αὐτὸ γένηται ἢ καὶ φαντασίαν
14. ἡμῖν προβάλλῃ αἵματος ῥέοντος ἢ τοῦ χρώματος ὁμοιότητα,
15. λεπτὰ δὲ ὡς μὴ ὄγκον πλείονα ταῖς ἐπινεμήσεσι παρέχῃ.
16. μαλακὰ δὲ ὡς μὴ θλίβῃ διὰ τὴν σκληρότητα, κοῦφα δὲ εἰς
17. τὸ μὴ ἐκ τοῦ προσόντος αὐτοῖς βάρους φορτικὴν τὴν ἐπίδεσιν
1. γίγνεσθαι, μὴ ἐχέτω δὲ μηδὲ ξυῤῥαφὰς ἀνωμάλως,
2. διὰ τοῦτο ποιήσοντα τὴν θλίψιν, ἀλλὰ μηδὲ ἐξαστίαν ὅ
3. ἐστι, μήτε πάρωον, μήτε παραστροφὴν, μήτε ὥσπερ ἶνας
4. ἐξεχούσας· τὸ μὲν γὰρ ἀνώμαλον τὴν ἐπίδεσιν ποιεῖ. τὰ
5. δὲ ἐξέχοντα τὴν ἐπινέμησιν οὐκ ἐᾷ γίνεσθαι ῥᾳδίως, σχίζοντα
6. δὲ τοὺς ἐπιδέσμους οὐ κατὰ τὸ ἐπικάρσιον τμῆμα τῇ
7. ὤᾳ δεῖ σχίζειν, ἀλλὰ κατ’ εὐθὺ ὥσπερ ἐξυφαίνεται ὡς τῷ
8. στήμονι ἀνευθύνεσθαι στοχαζόμενον· ἐπὶ τούτῳ γὰρ εὔσχιστα
9. τὰ ῥάκη, ἐπὶ δὲ τὴν κροκὴν τὸ ἀνάπαλιν, ἄλλως τε
10. καὶ κατὰ τὴν πρὸς τὸν στήμονα ἀκολουθίαν σχιζόμενα εὐτονώτερα
11. πρὸς τὴν θέσιν τῶν ἐπιδεομένων ἐστί.
⟨
(De fasc.) [n° 107 Fichtner] [GalLat]
De fasciis
Περὶ τῶν ἐπιδέσμων
Bandages
Bandages (Fasc.)
, 1963.
De fasciis, 1829, vol. 18a, p. 768-827. urn:cts:greekLit:tlg0530.tlg005.verbatim-lat1
Schubring, 1963 (deu).
De fasciis, 3, ed. Kühn, 1829, vol. 18a, p. 775-776. urn:cts:greekLit:tlg0530.tlg005.1st1K-grc1:3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩