Pseudo-Galenus. De fasciis (De fasc.) [n° 107 Fichtner] [GalLat]

Περὶ τῶν ἐπιδέσμων
Bandages
Bandages (Fasc.)
, 1963.
De fasciis, 1829, vol. 18a, p. 768-827. urn:cts:greekLit:tlg0530.tlg005.verbatim-lat1
Schubring, 1963 (deu).

De fasciis, 4, ed. Kühn, 1829, vol. 18a, p. 776-777. urn:cts:greekLit:tlg0530.tlg005.1st1K-grc1:4

12. Τῶν δὲ ἐπιδέσεων αἱ μὲν, ὡς ἔμπροσθεν
13. εἶπον, εἰσὶν ἁπλαῖ, αἱ δὲ ποικίλαι· καὶ τούτων αἱ μὲν ἀπὸ
14. τῶν ἐπιδεομένων μερῶν ἔτυχον τῆς προσηγορίας, αἱ δὲ ἀπὸ
15. τοῦ συμβεβηκότος, ἄλλαι δὲ κατὰ μεταφορὰν τῆς πρὸς τὰ
16. ζῶα ἐμφερείας. ἀπὸ μὲν οὖν τόπων ἐπιδεομένων
17. ὀφθαλμὸς, ῥὶς, βουβωνίσκος καὶ αἱ ταύταις παραπλήσιαι·
1. ἀπὸ δὲ ζώων καρκίνος, ἱέραξ, κριὸς, λαγωὸς, χελώνη· ἀπὸ
2. δὲ τῶν συμβεβηκότων ὡς χάραξ ἥ τε ἐζευγμένη καὶ ἀπεζευγμένη,
3. σκεπαστραὶ, σειραὶ καὶ αἱ ταύταις ὅμοιαι. τῶν δὲ
4. ἐπιδέσεων τούτων αἱ μὲν αὐτὸ τοῦτο ἐπιδέσεις εἰσὶν, ὡς
5. θόλος, βασιλικὸς, σκάφιον, διάκρισις. αἱ δέ εἰσιν ἐπιδέσεις
6. ἅμα καὶ βρόχοι ὡς λαγωὸς μετ’ ὤτων καὶ βουκολίσκος
7. καὶ οἱ τούτοις ὅμοιοι· ἔτι τῶν ἐπιδέσεων αἱ μὲν ἀπὸ μιᾶς
8. ἀρχῆς ἐπιδέονται, αἱ δὲ ἀπὸ δυοῖν, αἱ δὲ ἀπὸ μιᾶς καὶ
9. δυοῖν ἀρχῶν· ἔτι τῶν ἐπιδέσεων αἱ μὲν μερῶν τινῶν εἰσιν
10. ἴδιαι ἐπ’ ἄλλων μὴ ἁρμόζουσαι, αἱ δὲ κοιναὶ καὶ πρὸς ἄλλα
11. μέρη· ἔτι τῶν ἐπιδέσμων οἱ μὲν προσθοφανεῖς εἰσι μόνα
12. τὰ ἐμπρόσθια τοῦ ἀνθρώπου ἐπιδεδεμένα δεικνύοντες, οἱ
13. δὲ ὀπισθοφανεῖς, ἄλλοι ὁμοιοφανεῖς ἐπίσης καὶ τὰ ἐμπρόσθια
14. καὶ τὰ ὀπίσθια δεικνύοντες καὶ ταῦτα ὅτι μὲν ὁμογενῆ,
15. ὅτι δὲ ἑτεροφανῆ· σαφῆ δ’ ἔσται ταῦτα ἐν τῷ τὰς
16. κατὰ μέρος ἐπιδέσεις δεικνύεσθαι. 

Cliquer un n° de page pour en afficher l’image