1. Ἄξιον ἐπισκέψασθαι πρότερον ὡς ἔτυχε τὴν
2. πρώτην τῶν ἐπιδέσμων καταβολὴν ποιεῖσθαι χρὴ καὶ περὶ
3. τούτου ζητητέον ἐστίν· οἱ μὲν γὰρ πρὸ ἡμῶν πάντες τόπους
4. τινὰς ἀφώρισαν τοῦ σώματος, ἐφ’ ὧν δεῖ τὴν θέσιν
5. τῶν ἀρχῶν ποιεῖσθαι, οἷον ἐπὶ κεφαλῆς ἐπιδεομένης. δι’ ὃ
6. δή ποτ’ οὖν τὴν ἀρχὴν κατ’ ἰνίου τάσσουσι κακεῖθεν τὰς
7. ἐπινεμήσεις ἄγοντες συντελοῦσι τὰς ἐπιδέσεις οὐδέν τι ἐστοχασμένοι
8. τοῦ πάθους δι’ ὃ ἐπιδέουσι εἴτε ἁρμοζόντως αὐτὸ
9. τοῦτο πράττουσιν, εἴτε καὶ μή· καὶ ἐπὶ τῶν ἄλλων δὲ μερῶν
10. ἀφωρίσαντό πως ἢ ὑπὸ ἀμαθίας ἢ ἀγνοίας, ὡς εἰκὸς
11. τοῦτο πράττοντες. δεῖ γὰρ τὸν ὀρθῶς ἐπιδέοντα πειρᾶσθαι
12. μὴ μόνον, ὥς φησιν Ἱπποκράτης, ἁρμόζον τὸ εἶδος τῷ εἴδει
13. ποιεῖν, ἀλλὰ καὶ τῷ πάθει τοῦ ἐπιδεομένου. διὸ καὶ ἡμεῖς
14. οὐχ ὅπη ἔτυχεν, ἀλλ’ ὅπη δεῖ τάσσομεν τὰς ἀρχὰς καὶ τὰ
15. πέρατα δὲ τῶν ἐπιδέσεων τιθέναι δεῖ, ὥς φησιν ὁ παλαιός.
16. τὰ δὲ κινούμενα οἷον ἄρθρα, ὅπη μὲν ξυγκάμπτεται ὡς ἥκιστα
17. καὶ εὐσταλέστατα περιβάλλειν, οἶον ἰγνύην, ὅπη δὲ
1. περιτείνεται ἁπλᾶ τε καὶ πλατέα, οἷον ἡ μύλη. προσπεριβάλλειν
2. δὲ καταλήψιος μὲν τῶν περὶ ταῦτα εἵνεκα. ἀναλήψιος
3. δὲ τοῦ ξύμπαντος ἐπιδέσμου ἐν τοῖσιν ἀτρεμέουσι καὶ
4. λαπαρωτέροισι τοῦ σώματος, οἷον τὸ ἄνω καὶ τὸ κάτω τοῦ
5. γόνατος. ὁμολογέει δὲ ὤμου μὲν ἡ περὶ τὴν ἑτέραν μασχάλην
6. περιβολὴ, βουβῶνος δὲ ἡ περὶ τὸν ἕτερον κενεῶνα καὶ
7. κνήμης ἡ ὑπὲρ τὴν γαστροκνημίην. ὁκόσοισι μὲν ἄνω ἡ
8. φυγὴ κάτωθεν ἡ ἀντίληψις, οἷσι δὲ κάτω τὸ ἐναντίον, οἷσι
9. δὲ μή ἐστιν, οἷον ἡ κεφαλὴ, τουτέων ἐν τῷ ὁμαλωτάτῳ τὰς
10. καταλήψιας ποιέεσθαι καὶ ἥκιστα λοξῷ τῷ ἐπιδέσμῳ
11. χρέεσθαι, ὡς τὸ μονιμώτατον ὕστατον περιβληθὲν τὰ πλανωδέστατα
12. κατέχειν ἐπιδεῖν εὖ προσήκει στοχαζόμενον καὶ
13. τῶν κατὰ τὴν ἐνέργειαν ἀριθμῶν. δύο γὰρ ὄντων ἐνεργειῶν
14. εἰδέων, ὥς φησιν Ἱπποκράτης· μιᾶς μὲν καθ’ ἣν
15. συντελοῦμεν, ἑτέρας δὲ καθ’ ἣν συντελεύσαμεν, ἐν ἀμφοτέροις
16. φροντίδα πεποιεῖσθαι δεῖ τοῦ ἐν μὲν τῷ ἐπιδεῖν ἐργάζεσθαι
1. ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως. ταχέως μὲν σκοπὸν
2. ἔχοντα ἀνύειν τὰ ἔργα, ἀπόνως δὲ ῥηϊδίως δρῇν, εὐπόρως
3. δὲ ἐς πᾶν ἑτοίμως, εὐρύθμως δὲ δρῆσθαι ἡδέως. ἐπιδεδεκότα
4. δὲ ἔχειν πάσας τὰς ἔμπροσθεν εἰρημένας ἀρειὰς ἀγαθῶς
5. καὶ καλῶς καὶ τὰ λοιπά.
⟨
(De fasc.) [n° 107 Fichtner] [GalLat]
De fasciis
Περὶ τῶν ἐπιδέσμων
Bandages
Bandages (Fasc.)
, 1963.
De fasciis, 1829, vol. 18a, p. 768-827. urn:cts:greekLit:tlg0530.tlg005.verbatim-lat1
Schubring, 1963 (deu).
De fasciis, 5, ed. Kühn, 1829, vol. 18a, p. 778-780. urn:cts:greekLit:tlg0530.tlg005.1st1K-grc1:5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩