Pseudo-Galenus. De fasciis (De fasc.) [n° 107 Fichtner] [GalLat]

Περὶ τῶν ἐπιδέσμων
Bandages
Bandages (Fasc.)
, 1963.
De fasciis, 1829, vol. 18a, p. 768-827. urn:cts:greekLit:tlg0530.tlg005.verbatim-lat1
Schubring, 1963 (deu).

De fasciis, 6, ed. Kühn, 1829, vol. 18a, p. 780-782. urn:cts:greekLit:tlg0530.tlg005.1st1K-grc1:6

6. Περὶ δὲ εὐχρησίας τῶν ἐπιδεομένων τάδε
7. χρὴ εἰδέναι· ὡς τῶν ἐπιδέσεων αἱ μὲν ἰωμένοις τισὶν ὑπηρετοῦσι
8. συνοχῆς χάριν παραλαμβανόμεναι, αἱ δὲ οὐκ εἰς
9. τοῦτο, εἰς δὲ τὸ αὐτουργῆσαι παραλαμβάνονται, αὗται τὴν
10. ἴασιν πεπιστευμέναι, ἐφ’ ὧν μάλιστα ἠκριβωκέναι δεῖ, ὅπη
11. ποτὲ τακτέον τὴν ἀρχὴν καὶ ὅθεν τὰς ἐπινεμήσεις ποιητέον,
12. καί που τελευτητέον· ὧν ἕκαστα διὰ γραφῆς μὲν τἀκριβὲς
13. παραδοῦναι οὐχ οἷόν τε. ἀφορμὰς δὲ παρασχεῖν, δι’ ὧν εἶ
14. ἐπιλόγιστος ἐν τοῖς ἐπὶ μέρους ἔσται ὁ ἰατρὸς ἐπιστάμενος
15. φύσιν τε ἑκάστου τῶν μερῶν ὡς ἔχει εὐφόρως πρός τε ἐπίδεσιν
16. καὶ ἀνάληψιν καὶ θέσιν. ἐπιστάμενος δὲ καὶ τι δύναται
17. ἐπίδεσις· δύναται τοίνυν ἐπίδεσις τὰ μὲν ἀφεστῶτα
1. προστεῖλαι, τὰ δὲ ἐκτετραμμένα συστεῖλαι, τὰ δὲ διεστραμμένα
2. διορθῶσαι καὶ τὰ ἐναντία πάντων χρῆσθαι, ἐπιδεῖν
3. δὲ μὲν ἀφεστῶτα, ὥστε τὰ μετέωρα. δεῖ δὲ τῆς ἕδρας
4. ψαύειν, τοῦτ’ ἔστι τῶν ἑδραίων ἀφ’ ὧν ἀπέστη καὶ εἰ μετεωρισθῇ·
5. μὴ πιέζειν δὲ καὶ μὴ ἦρχθαι μὲν ἐκ τοῦ ὑγιέος,
6. τελευτῆσαι δ’ εἰς τὸ ἕλκος ὡς τὸ μὲν ὑπεὸν ἐξάγηται, ὅπερ
7. ἐστὶν ἐκθλίβηται, ἕτερον δὲ μὴ ἐπισυλλέγηται. ἐφ’ ὧν δ’
8. ἂν ἀποστήσασθαι βουληθῶμεν πάντα τἀναντία χρὴ ποιεῖν
9. τοῖς συναγομένοις, ἐφ’ ὧν δὲ ἐκπεπετασμένα ὅπερ ἐστὶν ἐκτετραμμένα,
10. ἐκ πολλοῦ δὲ βουλόμεθα συναγαγεῖν τὰ μὲν
11. ἄλλα τὰ αὐτὰ ποιητέον. ἐκ πολλοῦ δέ τινος τὴν συναγωγὴν
12. καὶ ἐκ προσαγωγῆς τὴν πίεσιν ποιεῖσθαι τὸ πρῶτον
13. ἥκιστα, ἑξῆς ἔτι μᾶλλον ὅρον τοῦ μᾶλλον τοῦ συμψαύειν
14. καὶ ἡρμόσθαι, μὴ ἐρηρεῖσθαι δέ. ὑφ’ ὧν δὲ δεῖ συνηγμένα
15. διαστῆσαι ἐν φλεγμονῇ ἐληνέειν, ἄνευ δὲ φλεγμονῆς παρασκευῇ
16. μὲν τῇ αὐτῇ, ἐπιδέσει δὲ ἐναντίῃ διεστραμμένα διορθῶσαι
1. τὰ μὲν ἄλλα ταῦτα. δεῖ δὲ τὰ μὲν ἀπεληλυθότα
2. ἐπάγειν, τὰ δὲ ἐναντία ἐναντίως· ἅπαντα δὲ ταῦτα ὥσπερ
3. νόμους ἐπιστάμενόν τε καὶ διαφυλάττοντα ἑκάστῳ πάθει τὸ
4. κατάλληλον αὐτῶν αἱρεῖσθαι, μὴ προσέχοντα εἰς τόπους τινάς.
5. ἡμεῖς ἀφορίζομεν τὰ νῦν ἐπιδέοντες, ἀφ’ ὧν δεῖ τῆς
6. ἐπινεμήσεως ἄρχεσθαι· διὰ γραφῆς γὰρ καθ’ ἓν ἐξηργασμένον
7. οὐ ῥᾳδίως ἦν εἰπεῖν· εὐδήλου δὲ διδασκαλίας
8. χάριν ἡμεῖς ἐν τῇ παραδόσει τῶν ἐπιδέσμων τόπους ἀφορίζομεν,
9. ἀφ’ ὧν ἄρχεσθαι δεῖ, αὐτῶν δ’ ἐπὶ τῶν ἔργων τὸ
10. κατάλληλον αἱρεῖσθαι προσήκει.

Cliquer un n° de page pour en afficher l’image