14. Διελόντες τὸ ῥάκος εἰς σκέλη ὀκτὼ τοῦ μέσου
15. ἀσχίστου καταλειπομένου μεγέθει ὡς ὅλην τὴν κεφαλὴν
16. σκεπάσαι ἐπιβάλλοντες ὕλῃ τῇ κεφαλῇ καὶ τῶν σκελῶν παρειμένων
17. δύο ἄγομεν ἐπὶ τὸν ἀνθερεῶνα διελόντες αὐτῶν
1. τὴν κατὰ τὰ ὦτα συνέχειαν κἀκεῖ ἁμματίζομεν. λοιπῶν δὲ
2. ὄντων τεσσάρων ὄπισθεν, δύο δ’ ἔμπροσθεν τὰ ὕστατα τῶν
3. ὄπισθεν ὑπὲρ τὰ ἄλλα ἀνάγομεν ἐπὶ τὸ μέτωπον, καὶ τὸ
4. μὲν ἐπὶ πέρας ὑποστέλλομεν, τὸ δὲ δὴ ἕτερον ἐπιβάλλομεν
5. εἰς κατάληψιν τοῦ ὑποκειμένου· ἔπειτα οὕτω τὰ ἐμπρόσθια
6. σκέλη ἄγομεν ἐπὶ τὸ ἰνίον. ὁμοίως τὰς δὲ πρώτας ἀρχὰς
7. ταῦτα καταλαβόμενοι τούτων τε τὴν ἑτέραν ὑποστέλλοντες
8. εἰς ἑτέραν καὶ τὰς ἄλλας δὲ δύο τὰς ὀπισθίας ἄγομεν ἐπὶ
9. τὸ μέτωπον· ἣν μὲν ὑποστέλλοντες, ἣν δὲ ἐπάγοντες, ἣν
10. δὲ τελευταίαν οὖσαν καὶ τὰ πλάγια τῆς κεφαλῆς ἀγκτηριζόμενοι·
11. τῷ χωρὶς ἁμμάτων τὴν κεφαλὴν ἐπιδεομένῳ σχιστῷ
12. φυλασσόμενοι τὴν ἐκ τῶν ἁμμάτων θλίψιν.
13.
⟨
(De fasc.) [n° 107 Fichtner] [GalLat]
De fasciis
Περὶ τῶν ἐπιδέσμων
Bandages
Bandages (Fasc.)
, 1963.
De fasciis, 1829, vol. 18a, p. 768-827. urn:cts:greekLit:tlg0530.tlg005.verbatim-lat1
Schubring, 1963 (deu).
De fasciis, 9, ed. Kühn, 1829, vol. 18a, p. 783-784. urn:cts:greekLit:tlg0530.tlg005.1st1K-grc1:9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩