10. Ἐμβαίνει δὲ ὁ κυβερνήτης εἰς φῶς πρ(οε)λθούσ(ης) τῆς φύσεως μετὰ
11.
10. τοῦ ἔργου 〈οὐκ〉 ἀναγκαζόμενος. καθάπερ δ’ ἐν τοῖς θεάτροις (ἑώρ)α(κ)α,
13. οἱ τὸν Προμηθέα μιμούμενοι κειμένου τοῦ πλάσματος τὴν ψυχὴν ποιεῖν
14. ἀναγκάζονται (ε)ἰ(σ)δύνειν εἰς τὸ σῶμα, τῶν παλαιῶν ἴσως διὰ τοῦ μύθου
15. οὐκ ἀνάγκην παραστῆσαι βουλομένων τῆς εἰσκρίσε(ως), ὅτι δὲ μετὰ τὴν
16. κύησιν καὶ πλασθέντος τοῦ σώματος ἡ ἐμψύχωσις παριστάντων μόνον· ὃ
17.
15. δὴ καὶ ὁ τῶν Ἑβραίων θεολόγος σημαίνειν ἔοικεν, ὅταν πεπλασμένου τοῦ
19. ἀνθρωπίνου σώματος (καὶ) ἀπειληφότος πᾶσαν τὴν σωματικὴν δημιουργίαν
20. ἐμφυσῆσαι τὸν θεὸν αὐτῷ εἰς ψυχὴν ζῶσαν λέγῃ τὸ πνεῦμα. οὔτ’ οὖν
21. ἀναγκαζομένη ἡ αὐτοκίνητος ψυχὴ εἴσεισιν εἰς τὰ σώματα οὔτ’ ἔτι μᾶλλον
22. ἐπιτηρο(ῦσ)α τὸ στόμα καὶ τὰς ῥῖνας, τὰ καταγέλαστα δὴ ταῦτα ἃ
23.
20. καὶ λέγων ἄν τις αἰσχύνοιτο, ἐφ’ οἷς τινες τῶν Πλατωνικῶν σεμνύνονται·
25. φυσικὴ γὰρ ἡ ἐμψύχωσις καὶ δι’ ὅλου ἡ ἔξαψις κατὰ συμφωνίαν τῶν ἁρμοσθέντων
26. πρὸς τὸ ἐναρμόσαι οἷόν τε. οὕτω γὰρ καὶ ὀφθαλμὸς ὁρᾷ οὐ
27. κύνου μέχρις οὐρανοῦ διαταθέντος ἀπὸ τῆς κόρης οὐδὲ ἀκτίνων περιχύσεως
28. εἰς τὸ ὁρατὸν γωνίας κλάσει ἀπεργασαμένης οὐδ’ εἰδώλων ἐκρυέντων ἀπὸ
29.
25. τῶν ὁρωμένων εἰς τὸ ὁρῶν, τῷ δ’ ἐπιτηδείως ἡρμόσθαι τὸ μὲν ὁρᾶν τὸ δ’
31. ὁρᾶσθαι· οὕτω καὶ ὁ νάφθας ἁφθεὶς ἁφθέντι πυρὶ ἐξάπτεται οὐ διὰ τοῦ
32. μεταξὺ τόπου, ὅταν μηδὲν ἐμποδίζῃ εἰς τὸ καὶ ἄνευ ἁφῆς τὰ ἡρμοσμένα
33. συμπάσχειν ἀλλήλοις· ἕλκει δὲ καὶ ἡ μαγνῆτις λίθος κατὰ συγγένειαν φύσει
1. τὰ σιδήρια καὶ τὰ κάρφη, καὶ τὸ ἁρμοσθὲν πρὸς ψυχῆς κυβέρνησιν
2. τὴν ἐπιτηδείαν ψυχὴν τῷ ἁρμοσθέντι, οὐδὲν οὔτε βουλήσεως οὔτ’ ἐπιτηρήσεως
3. οὔτε προαιρέσεως πρὸς τὴν παρουσίαν συμβαλλομένης, ὡς οὐδέν
4. τι τούτων εἰς τὸ μὴ ἀπελθεῖν λυομένης τῆς ἁρμονίας ἐπεῖχεν. ὥσπερ οὖν
5.
5. ἀναρμόστου γενομένου τοῦ ὀργανικοῦ σώματος, κἂν μυρία ἐπὶ μυρίοις τις
7. καθιεὶς φράττῃ τὸ στόμα καὶ τὰς ῥῖνας καὶ τὰς ἄλλας ὀπὰς τοῦ σώματος,
8. κἂν μένειν προαιρῆται καὶ βιάζηται καὶ ἱκετεύῃ, ἄπεισι φύσεως ἀνάγκῃ,
9. ἣ τὸ ἀνάρμοστον συμφωνεῖν τῷ ἀναρμόστῳ οὐδαμῶς ἀπεκλήρωσεν,
10. οὕτως ἐπιτηδείου γεγονότος πρὸς ὑποδοχὴν τοῦ σώματος πάρεστιν ἡ χρησομένη
11.
10. οὐδὲν δεηθεῖσα τοῦ κατ’ ὀλίγον ἐμφύεσθαι ἢ ἀπό τινος μέρους
13. εἰσκρίνεσθαι, ἐξαίφνης δὲ καὶ ἡ παρουσία καὶ ἡ διάλυσις, οὐχ ὁδεύσασα διὰ
14. τοῦ γίγνεσθαι οὐδὲ διὰ τοῦ φθείρεσθαι παράτασιν λαβοῦσα, ὅνπερ τρόπον
15. οὐδ’ ἡ ἀστραπὴ διὰ τοῦ γίγνεσθαι κατ’ ὀλίγον ὑφίσταται, ἀλλ’ ἢ ἔστιν
16. ἢ οὐκ ἔστι, τὴν τοῦ γίγνεσθαι καὶ φθείρεσθαι παράτασιν μὴ δεχομένη. οὐδ’
17.
15. [εἰ] ὥσπερ ὄρνεον διὰ θυρίδος εἰς οἰκίαν, οὕτως ἵπταται διὰ στόματος ἢ ῥινῶν
19. ἡ ψυχὴ διὰ τοῦ ἀέρος πετομένη, ἀλλ’ εἴτε διὰ τὸ εἶναι ἐγκόσμιος ἐφέλκοιτό
20. τι σῶμα αἰθερῶδες ἢ πνευματῶδες ἢ ἀερῶδες ἢ καὶ ἐκ τούτ(ων τι)
21. σύμμικτον εἴτε καὶ τούτων (ἄνε)υ οἵα τε ἦν εἰς τὰ ζῷα τὰ ἔχοντα ἐπιτη(δε)ί(ως)
22. ἔχε(ιν τὴν) παρου(σίαν), [καὶ] δι’ ὅλου ἅμ(α) τοῦ ὑπ(οκ)ειμένου
23.
20. ἡ ἐμψύχωσις, ὡς αχρ. ι° ἡ τοῦ ἡλίου ἀνατο(λὴ) εἰς ἀκτῖνος διάδοσιν τὴν
25. ἐκ περάτων τῆς γῆς εἰς τὰ πέρατα (κ)αὶ πᾶν τὸ ὑφ’ ἡλίου ὁρώμενον.
26. ὥσπερ δὲ αἱ συναρμοσθεῖσαι χορδαί, κἂν μακρὰν ἀλλήλων ἀπέχωσι, καρφῶν
27. ἐπιτεθέντων ἐπί τε αὐτὰς καὶ τὰς πλησίον — ἔστωσαν δὲ αἱ πλησί(ον)
28. ἀ(σ)ύμφωνοι — μιᾶς τῶν συμφώνων κρουσθείσης ἀναπάλλονται καὶ
29.
25. τὰ κάρφη ἀποσείονται, ἠρεμουσῶν τῶν πλησίον καὶ ἀπαθῶν διὰ τὴν ἀσυμφωνίαν
31. μενουσῶν, καὶ οὐδὲν ἐκώλυε τὸ διάστημα πρὸς τὴν τῶν συνηρμοσμένων
32. ὁμοπάθειαν οὐδὲ ἠνάγκαζε τὸ πλησίον τὴν τῶν ἀσυμφώνων ἀσυμπάθειαν,
33. οὕτω τὸ ἁρμοσθὲν ὀργανικὸν ζῷον πρὸς ἐπιτηδείαν ψυχὴν εὐθὺς
34. ἔχει συμπαθῆ τὴν χρησομένην· τὸ συμπαθὲς δὲ πρὸς τοῦτο ἀλλὰ μὴ τοῦτο
1. εἴτε αὐτὴ ἡ προβιοτὴ παρέσχεν ἢ καὶ τὸ ὅμοιον πρὸς τὸ ὅμοιον ἄγουσα
2. ἡ τοῦ παντὸς δίνησις.
⟨
[n° 138 Fichtner]
Ad Gaurum quomodo animetur fetus
Πρὸς Γαῦρον περὶ τοῦ πῶς ἐμψυχοῦται τὰ ἔμβρυα
Kalbfleisch, 1895.
Wilberding, 2011 (eng).
Ad Gaurum quomodo animetur fetus, 11, ed. Kalbfleisch, 1895, vol. 1895, p. 48-50. urn:cts:greekLit:tlg0530.tlg006.1st1K-grc1:11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩