33. Ναί, φασίν, ἀλλ’ ὥσπερ ὀδόντων ἔχει λόγον τὸ σπέρμα, οὓς μετὰ
34. τὴν ἐξ ὠδίνων πρόοδον προβάλλει, καὶ ὡς γενείων γε καὶ σπέρματος καὶ
35. καταμηνίων, οὑτωσὶ δὲ καὶ ὁρμῆς καὶ φαντασίας καὶ αἰσθήσεως λόγων ἐνόντων
36.
30. αἰ προβολαὶ μετὰ τὴν κύησιν. ὅτι δ’ οἱ ταῦτα λέγοντες ἐκ μὲν τῆς
1. ἐναργείας οὐδὲν διαφέρουσι βιαστικῶς, στοχασμοὺς δὲ καὶ εἰκότα, κἀκ τοῦ
2. 〈εἰ〉 μὴ ἐν(εί)η, μηδ’ ἂν μετὰ ταῦτα γενέσθαι νομίζειν πρόδηλον· ἀγνοοῦσι
3. δὲ ὑπὸ φιλοτιμίας σπερ(μα)τικὴν ποιοῦντες τὴν ψυχὴν καὶ κρ(ε)ίττονα
4. ἀποφαίνοντες τὴν φυτικὴν τῆς αὐτοκινήτου ψυχῆς. † ἄρα δὴ ταῦτα τῶν
5.
5. Στωικῶν ἀγνοήματα οἳ κάτωθεν ἄνω ἐστραμμένοι ἀπὸ τῶν χειρόνων ἐτόλμησαν
7. γεννᾶν τὰ κρείττω, τὸ μὲν εἶναι καὶ τὴν οὐσίαν πᾶσιν ἐκ τῆς ὕλης
8. δόντες, γέννημα δὲ ποιοῦντες ἕξεως μὲν τὴν φύσιν, φύσεως δὲ τὴν αἰσθητικήν
9. τε καὶ ὁρμητικὴν ψυχήν, τούτων δ’ αὖ πάλιν τὴν λογικὴν καὶ τῆς λογιστικῆς
10. τὸν νοῦν, κινήσεων διαφοραῖς καὶ προσθήκαις κάτωθεν ἄνω πάντα γεννῶντες
11.
10. δέον ἄνωθεν κάτω καὶ ἀπὸ τοῦ κρείττονος προάγειν τὸ ἧττον, ὅτι
13. πᾶν τὸ γεννῶν τῇ αὐτοῦ οὐσίᾳ χεῖρον ἑαυτοῦ πέφυκε γεννᾶν, οὐ κρεῖττον·
14. καὶ διὰ τοῦτο ἡ ἐν ἡμῖν φυτικὴ χεῖρον ἐγέννα ἑαυτῆς τὸ σπέρμα
15. ὡς ἂν ἐλλεῖπον τῇ κατ’ ἐνέργειαν κινήσει, ἣν προσλαμβάνει ἀπό τε τῆς
16. ἐν τῇ μητρὶ φύσεως καὶ ἀπὸ τοῦ περιέχοντος, τοῦ ἐνεργείᾳ προηγουμένου
17.
15. ἐν πᾶσι τοῦ δυνάμει. εἰ δὲ λόγοι μὲν ἐν τῷ σπέρματι φαντασίας καὶ
19. ὁρμῆς, τούτους δὲ αὖθ(ι)ς προάγει εἰς τὴν ἐνέργειαν ἡ φύσις, ὁ ἐπιπεσὼν
20. ἀὴρ ὡς οἴεται Χρύσιππος ἄμα τ(ῇ) ἐξ ὠδίνων προόδῳ ἡ φύσις ἔσται κινηθεῖσα
21. μεταβαλοῦσα εἰς ψυχήν, οὖ δὴ λόγου οὐκ ἂν ἄλλος γένοιτο ἀψυχότερος,
22. ὅτι καὶ ἄθεος καὶ τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος παράγειν ὑπομένων·
23.
20. εἰ δ’ οὐκ ἔστι μὲν βλάστημα ἡ ψυχή, ἐνοῦσα δὲ ἐν τῷ σώματι
25. κρατεῖται, πλασματῶδέ(ς τε) πᾶν καὶ τὸ τοιοῦτον τῆς κρατήσεως δρᾶμα
26. καὶ [καὶ] οὐδ(αμ)οῦ τῶν γιγ... ρίστ(..., π)άλιν δὲ ἀγνοούν(τω)ν ὅτι οὐχ ὡς
27. χειρὶ ἢ δεσμῷ ἢ ὡς ζωγρίῳ κ〈ρατ〉εῖται ἡ ψυχή· οὐδὲ γὰρ ὅλως ἡ ταύτης
28. κράτησις σωματική, (ἀλλ)ὰ μόνον κατὰ τὴν ἐπιτηδειότητα, ὡς οὐδὲ πῦρ
29.
25. κρατεῖται δεσμῷ ἢ χειρί, ἀλλὰ μόνον κατὰ τὴν τῆς ὕλης ἐπιτηδειότητα.
⟨
[n° 138 Fichtner]
Ad Gaurum quomodo animetur fetus
Πρὸς Γαῦρον περὶ τοῦ πῶς ἐμψυχοῦται τὰ ἔμβρυα
Kalbfleisch, 1895.
Wilberding, 2011 (eng).
Ad Gaurum quomodo animetur fetus, 14, ed. Kalbfleisch, 1895, vol. 1895, p. 53-54. urn:cts:greekLit:tlg0530.tlg006.1st1K-grc1:14
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩