31. Ὅτι δ’ ἐπιτήδειον αἰσθάνεσθαι καὶ ὁρμᾶν καὶ φαντασιοῦσθαι τὸ προσηρτημένον
32. μὲν τῇ μήτρᾳ κἀκείνῃ προσεχόμενον καὶ ὥσπερ διὰ ῥίζης τρεφόμενον
33. διὰ τοῦ ὀμφαλοῦ, συμμεμυκότα δὲ ἔχον καὶ ἀτελῆ τὰ αἰσθητήρια
1. καὶ τὰ σπλάγχνα ἀποκεκλεισμένων ἁπάντων τῶν πόρων ἐν ὑγρῷ ἐν ᾧ ὅτε
2. γένοιτο ζῷον 〈ὂν〉 ὕστερον ἀδύνατον σῴζεσθαι, δειξάτω τις μὴ ἄλλως
3. ληρεῖν ἐθέλων. σιγῶ γὰρ ὅτι ἐν κινήσει γνωστικῇ τὴν οὐσίαν ἔχουσα ἡ
4. ψυχή, εἰ πάρεστιν, πάντως ᾧ πάρεστι γνωριστικὸν τοῦτο παρέχει, ἵνα
5.
5. μή τις τοὺς κάρους καὶ τοὺς βαθεῖς ὕπνους δοκῇ τι λέγειν ἀγνοῶν ὡς καὶ
7. τότε μὲν φαντάζεται τὸ ζῷον, ἀμνημονεῖ δὲ μόνον τῶν φαντασμάτων, τὸ
8. δ’ ἔμβρυον ἀμήχανον φαντάζεσθαι ὡς ἂν μηδ’ ἐνεργῆσαν κατὰ τὴν αἴσθησιν
9. ἀφ’ ἦς καὶ οἱ τύποι εἰς τὰς φαντασίας ἀναμάττονται. εἰ δὲ λέγοι
10. τις ὅτι ὡς μὲν καθ’ ἑαυτὴν καὶ ἐν τῷ σπέρματι οὖσα ἡ ψ(υ)χὴ φαντασιοῦται
11.
10. καὶ ὀρέγεται, ὡς δὲ ζῴου καὶ τοῦ σ(υν)αμφοτέρου [σώματος] ψυχ(ὴ)
13. οὐκέτι, ὅτι μηδὲ ἐκ ψυχῆς καὶ σπέρματος τὸ ζῷον ἀλλ’ ἐκ ψυχῆς καὶ σώματος
14. ὀργανικοῦ, οὐδὲν ἄλλο λέγει ἢ ὅτι οὐδέπω πάρεστι τῷ ἐμβρύῳ ᾦ
15. γε μήπω κοι(ν)οῖ τὰς καθ’ ἑαυτὴν ἐνεργείας ἡ ψυχὴ καὶ οὗ δὴ οὐκ ἦσάν
16. που (αἱ ὁ)ρμαὶ καὶ φαντασί(αι αἱ δι’ ἐκεί)νης. πάντες δὲ καὶ Πλάτων καὶ
17.
15. ὅσοι καθ’ ἑαυτὴν ἀπολείπουσι τὴν ψυχὴν καὶ (ἄν)ευ τοῦ ζωικοῦ τούτου
19. σώματος αἰσθήσεις τέ τινας καὶ ὀρέξεις οὐκ ἀπογιγνώσκουσι περὶ αὐτὴν
20. εἶναι καὶ δι’ ὅλου γε αὐτήν φασιν ὁρᾶν † ὅτε δι’ ὅλου ὀρέγεσθαι καὶ
21. οἰκειοῦσθαι, οὐ διὰ μερῶν τε καὶ ὀπῶν ἀφωρισμένων ὡς ὅταν ἐν τῷ ζωικῷ
22. τούτῳ γένηται σώματι, οὗ δὴ ἔτι ὄντος ἀτελοῦς ἐκείνην μὲν ἔχειν τὰς
23.
20. καθ’ ἑαυτὴν αἰσθήσεις, τὰς δὲ σὺν τῷ σώματι τελεί〈ῳ〉 ὄντι ποιεῖσθαι πῶς
25. οἷόν τε; ἀγνοοῦσί τε ὅτι οὐχ ὥσπερ πρὸς τὴν φυτικὴν αἱ ἐλλείψεις καὶ
26. οἱ πλεονασμοὶ οὐδὲν ἐμποδίζουσι τοῦ σώματος, ἀλλὰ καὶ τομῶν γιγνομένων
27. καὶ ἀ(φ)αιρέσεων καὶ ὑπερσαρκώσεων οὐ πάνυ τι τὸ κατὰ τὴν φύσιν
28. ἔργον ἐμποδίζεται, οὑτ(ωσ)ὶ καὶ 〈κατὰ〉 τὰς ψυχικὰς δυνάμεις ἀδιαφορεῖ
29.
25. τὰ ὄργανα· μικροῦ γοῦν ὑγροῦ γενομένης ὑποχύσεως οἴχεται ἐμποδισθὲν
31. τὸ ὁρατικὸν καὶ μικρᾶς χολῆς καταλαβ(ού)σης τὴν μήνιγγα τὸ φανταστικὸν
32. ἀλλοιοῦται καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως τὸ παρὰ (μ)ικρὸν μέγα εἰς
33. ἐ(μπό)διον τῶν ψυχικῶν κινημάτων· τὸ δ’ ἔμβρυον ὅλον (π)ηλῷ ἔοικε μηδαμῶς
34. στ(ερεῷ), ὕδατ(ι) οἵῳ (τε) ὄντι (παραβάλλεσθαι).
⟨
[n° 138 Fichtner]
Ad Gaurum quomodo animetur fetus
Πρὸς Γαῦρον περὶ τοῦ πῶς ἐμψυχοῦται τὰ ἔμβρυα
Kalbfleisch, 1895.
Wilberding, 2011 (eng).
Ad Gaurum quomodo animetur fetus, 15, ed. Kalbfleisch, 1895, vol. 1895, p. 54-55. urn:cts:greekLit:tlg0530.tlg006.1st1K-grc1:15
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩