32. Ἀλλ’ ὁ Πλάτων, φασί, λέγει τρίτου μορίου τῆς ψυχῆς τοῦ ἐπιθυμητικοῦ
33. μέρος εἶναι τὴν ἐν τῷ σπέρματι φύσιν, τὸ δ’ ἐπιθυμητικὸν δι’ ἡδονῆς
34. ἄγεσθαι καὶ λύπης καὶ σιτίων ὀρέγεσθαι καὶ τροφῆς, εἶναι δὲ τὰς μὲν
35.
30. ἡδονὰς καὶ τὰς λύπας αἰσθήσεις ἢ ἀναδιδομένας γε εἰς αἴσθησιν κινήσεις,
1. τὰς δὲ ὀρέξεις ὁρμάς· ὥστε αἰσθήσεως καὶ ὁρμῆς ὄντα μέτοχα, οἷς τὸ
2. ζῷον τοῦ μὴ ζῴου διενήνοχε, πῶς οὐκ ἂν εἴη ζῷα τὰ ἔμβρυα; οἱ δὲ ταῦτα
3. λέγοντες ἀγνοοῦσι καὶ τὰ φυτὰ ζῷα ποιοῦντες, ὡς ἂν καὶ τούτων διοικουμένων
4. ὑπὸ φύσεως ἣ μέρος ἦν τοῦ ἐπιθυμητικοῦ τῆς ψυχῆς μορίου, ἡμῖν
5.
5. αὐτάρκους ὄντος εἰ τοῖς φυτοῖς παραπλησίως συγχωροῖεν ζῆν τὰ ἔμβρυα
7. ἀλλὰ μὴ τοῖς ἰδίως λεγομένοις ζῴοις, εἰ καὶ πάλιν ἐκεῖνοι ὑπὸ σπουδῆς τὸ
8. διάφορον φυτοῦ τε καὶ ζῴου ἀναιροῦσι μαχόμενοι ταῖς ἐναργείαις καὶ διὰ
9. μείζονος ἀτοπίας πρὸς τὴν προκειμένην ζήτησιν ἀπαντῶντες, οὐδὲ τοῦ
10. Πλάτωνος (ὅ)πως μέρος τὸ φυτικὸν τοῦ ἐπιθυμητικοῦ λέγει ξυνιέντες οὐδὲ
11.
10. δι’ ἣν αἰτίαν ζῷα τὰ φυτὰ λέγειν οὐκ ἀπαξιοῖ γνῶναι σπουδάσαντες.
13. Πλάτων γὰρ οὐχ ὥσπερ οἱ ἄλλοι τὸ ζῷον τοῦ μὴ ζῴου αἰσθήσει καὶ ὁρμῇ
14. διακρίνουσιν, οὑτωσὶ καὶ αὐτὸς τούτοις τῶν μὴ ζῴων ἀξιοῖ διαφέρειν τὰ
15. ζῷα, ζωῆς δὲ καὶ ἀζωίας τὸ διάφορον ποιούμενος εἰκότως καὶ τὰ φυτὰ ὡς
16. ἂν ἤδη ζῶντα συμπεριλαμβάνει τοῖς ζῴοις, ἀλλ’ ὅμως ἄχρι τῆς προσηγορίας
17.
15. τὸ κοινὸν δίδωσι πρὸς τὰ ἰδίως καλούμενα ζῷα καὶ τῆς αὐτοκινήτου
19. ψυχῆς μετεσχηκότα. δηλώσει δ’ αὐτὰ τὰ ῥηθέντα ὑπ’ αὐτοῦ παρατεθέντα
20. τό τε δοκοῦν ἑαυτῷ καὶ τὴν ἐκείνων πλάν(ην)· λέγει γὰρ οὕτως· “ἐπειδὴ
21. δὲ πάντ’ ἦν τὰ τοῦ θνητοῦ ζῴου ξυμπεφυκότα μέρη καὶ μέλη, τὴν δὲ
22. ζωὴν ἐν πυρὶ καὶ πνεύματι ξυνέβαινεν ἐξ ἀνάγκης ἔχειν αὐτό, καὶ διὰ ταῦτα
23.
20. ὑπὸ τούτων τηκόμενον κενούμενόν 〈τ’〉 ἔφθινε, βοήθειαν αὐτῷ θεοὶ μηχανῶνται·
25. τῆς γὰρ ἀνθρωπίνης ξυγγενῆ φύσεως φύσιν ἄλλαις ἰδέαις καὶ αἰσθήσεσι
26. κεραννύντες ὥσθ’ ἕτερον εἶναι ζῷον φυτεύουσιν· ἃ δὴ νῦν ἥμερα δένδρα
27. καὶ φυτὰ καὶ σπέρματα παιδευθέντα ὑπὸ γεωργίας τιθασσῶς πρὸς
28. ἡμᾶς ἔσχε, πρὶν δὲ ἦν μόνα τὰ τῶν ἀγρίων γένη πρεσβύτερα τῶν ἡμέρων
29.
25. ὄντα. πᾶν γὰρ ὅτιπερ ἂν μετάσχῃ τοῦ ζῆν ζῷον μὲν ἂν ἐν δίκῃ λέγοιτο
31. ὀρθότατα. μετέχει γε μὴν τοῦτο ὃ νῦν (λέ)γομεν τοῦ τρίτου ψυχῆς εἴδους
32. ὃ μεταξὺ φρενῶν ὀμφαλοῦ τε ἱδρῦσθαι λόγος, ᾧ δόξης μὲν λογισμοῦ τε
33. καὶ νοῦ μέτεστι τὸ μηδέν, αἰσθήσεως δὲ ἡδεί(ας) καὶ (ἀ)λγεινῆς μετὰ ἐπιθυμιῶν·
1. π(άσ)χον γὰρ διατελεῖ πάντα στραφέντι δ’ αὐτῷ ἐν ἑαυτῷ περὶ
2. αὑτό, τὴν μὲν ἔξωθ(εν) ἀπωσαμένῳ κίνησιν τῇ δ’ οἰκείᾳ χρησαμένῳ, τῶν
3. αὑτοῦ τι λογίσασθαι κατιδόντι φύσει οὐ παραδέδωκεν ἡ γένεσις. διὸ δὴ
4. ζῇ μὲν ἔστι τε οὐχ ἕτερον ζῴου, μόνιμον δὲ καὶ κατερριζωμένον πέπηγε
5.
5. διὰ τὸ τῆς ὑφ’ ἑαυτοῦ κινήσεως ἐστερῆσθαι.” τὰ μὲν δὴ τοῦ Πλάτωνος
7. ταῦτα, ὅλ(ως) δὲ (του) φιλοσόφου μηδὲν ξυνιέναι κινδυνεύουσιν οἱ ζῷον
8. ἡγούμενοι τὸ ἔμβρυον (κατὰ) τὸν Πλάτωνα ὡς νῦν ζητοῦμεν εἰ ζῷον· εἰ
9. μὲν γὰρ παρὰ τὸ ζῆν καλεῖν τις ζῷον ἐθέλοι, συγχωροῦμεν, τὴν δ’ αὐτοκίνητον
10. ψυχὴν ἣν κυηθὲν ἴσχει μηδ’ αὐτόν πως συγχωρεῖν τὸν Πλάτωνα
11.
10. ἔχειν διαβεβαιούμεθα, ζῷον δ’ οὕτως εἶναι ὡς τὰ φυτά. τίς οὖν ἡ αἴσθησις
13. καὶ ἡ ὄρεξις τῶν φυτῶν; ὁμώνυμος, φησὶν ὁ Πλάτων, καὶ οὐχ ἡ αὐτὴ
14. τῇ τῶν ἰδίως καλουμένων ζῴων· τὸ γὰρ (ὁ)μών(υμον) παριστὰς ἔφη· “τῆς
15. ἀνθρωπίνης συγγενῆ φύσεως φύσιν ἄλλαις ἰδέαις καὶ αἰσθήσεσι κεραννύντες
16. ὥσθ’ ἕτερον ζῷον εἶναι φυτεύουσι” τὰ ἥμερα δένδρα καὶ τὰ σπέρματα.
17.
15. ἄλλαις οὖν αἰσθήσεσι καὶ ἄλλαις ὀρέξεσι χρῆται τὰ φυτὰ καὶ ἑτέρως ἐστὶ
19. ζῷα ἢ ὡς [τὰ φυτὰ] οἱ ἄνθρωποι· ὥστε κἂν αἴσθησιν ἔχῃ τὰ ἔμβρυα κατὰ
20. Πλάτωνα κἂν ὄρεξιν κἂν ζῷα λέγηται, ἀλλ’ ὁμωνύμως γε ἔχει ταῦτα καὶ
21. λέγεται ζῷα, τοῖς μέντοι φυτοῖς συνωνύμως, ὡς καὶ αὐτὸν σαφῶς λέγοντα
22. δείξομεν. ὡς οὖν τὰ φυτὰ λέγει μετέχειν “τοῦ τρίτου ψυχῆς εἴδους ὃ μεταξὺ
23.
20. φρενῶν [τε καὶ] ὀμφαλοῦ 〈τε〉 ἱδρῦσθαι λόγος, ᾧ δόξης μὲν λογισμοῦ
25. τε καὶ νοῦ μέτεστι τὸ μηδέν, αἰσθήσεως δὲ ἡδείας καὶ ἀλγεινῆς μετὰ ἐπιθυμιῶν”
26. καὶ ὅμως τούτων μέτοχα ὄντα οὐκέτι ζῷα ὡς ζῷα λέγεται τὰ τῆς
27. ψυχῆς αὐτοκινήτου μέτοχα, ἀλλὰ μόνον φύσεως παθητικῆς μετέχει, ἣν οὐκ
28. ὤκνουν ψυχὴν καλεῖν καὶ τὸ κατ’ αὐτὴν ἐπιφερόμενον τοῖς ὑποκειμένοις
29.
25. κίνημα ζωὴν ὁμωνύμως τῷ ἐκ τῆς αὐτοκινήτου προσαγορεύειν, οὕτως τῆς
31. αὐτῆς ταύτης δυνάμεως μέτοχα τὰ ἔμβρυα ὄντα καὶ ζῷα κατ’ αὐτὸν καὶ
32. ἔμψυχα καλούμενα καὶ αἰσθήσεως μετέχοντα καὶ ἐπιθυμίας οὐκ ἔστιν ἐκείνως
33. ζῷα ὡς τὰ τὴν αὐτοκίνητον ψυχὴν κεκτημένα, περὶ ἧς πότε εἰσκρίνεται
34. τὴν ζήτησιν τὰ νῦν ἐνεστησάμεθα. πλανᾶσθαι δὲ οὐ χρὴ συγχεομένους
35.
30. ὑπὸ τῆς ὁμωνυμίας, ἀλλ’ ὥσπερ λέγοντος παιδεύεσθαι τὰ φυτὰ
1. ὑπὸ γεωργίας καὶ τιθασσῶς πρὸς ἡμᾶς ἴσχειν, πρὶν δὲ εἶναι μόνα 〈τὰ〉 ἄγρια,
2. οὔτε νοῦν διὰ τοῦτο καὶ λογισμὸν ἐπ’ αὐτῶν καὶ ἦθος ἐκδεχόμεθα, ἐφ’ ὧν
3. κυρίως παιδεία καὶ τιθασσεία καὶ ἀγριότης λέγεται, κατὰ μεταφορὰν δὲ ἢ
4. καὶ ὁμωνύμως, οὕτως καὶ τὰς αἰσθήσεις καὶ τὰς ὀρέξεις καὶ τὰς ἐπιθυμίας
5.
5. ἀκουστέον τὰς κατὰ ἀναλογίαν καὶ ὁμωνύμως λεγομένας ἀλλ’ οὐχὶ τὰς ἐκ
7. ψυχῆς τῆς αὐτοκινήτου ἀποδιδομένας, περὶ ἧς τῆς εἰσκρίσεως ἐνέστηκεν
8. ἡμῖν ὁ λόγος συγχω(ρ)οῦσι τῆς μὲν ὡς ἑτέρως καὶ πληγαῖς καὶ πάθεσι
9. λεγομένης ψυχῆς ἧς καὶ τὰ φυτὰ μετείληχεν 〈μετ〉έχειν καὶ τὰ ἔμβρυα,
10. τῆς δ’ αὐτοκινήτου πρὸ τῆς ἐκ γαστρὸς ἐξόδου ἄμοιρα εἶναι καὶ κατὰ
11.
10. Πλάτωνα, κἂν τὰ μάλιστα αἰσθήσεως καὶ ἡδονῆς τῆς φυτικῆς (ὑπά)ρχῃ
13. μέτοχα. ὅλως γὰρ ὁ ἀνὴρ ἔοικεν οὐχ ὥσπερ οἱ ἄλλοι τὰς αἰσθήσεις τάττουσιν
14. ἐπὶ τὴν γιγνομένην τύπωσιν ἐν ψυχῇ διὰ [τῆς] τῶν αἰσθητηρίων
15. προσπαθεί(ας) γενομέν(ης, ο)ὑτω(σὶ) καὶ αὐτ(ός), ἀλλὰ τ(ὴν σω)ματ(ικ)ὴν
16. κίνησιν, ἧς μετέχει καὶ τὰ φυτά, αἴσθησιν καλεῖν, τὴν δὲ τῇ σωματικῇ κινήσει
17.
15. τῆς ψυχῆς σύζυγον κίνησιν δόξαν προσαγορεύειν, ἐξ ἀμφοῖν τε τῆς
19. τε ἀλόγου παθητικῆς κινήσεως, ἣν αἴσθησιν προσαγορεύει ἀλλ’ οὐ κίνησιν
20. αἰσθητηρίων, καὶ τῆς δόξης, ἣν οἱ ἄλλοι τύπωσιν τῆς ψυχῆς εἶναι τίθενται,
21. συνιστάναι τῶν αἰσθητῶν τὴν κατάληψιν, καὶ διὰ τοῦτο ἀφοριζόμενος
22. τὸ αἰσθητὸν “τὸ δ’ αὖ δόξῃ” φησὶν “μετ’ αἰσθήσεως ἀλόγου περιληπτόν”.
23.
20. τὰς πληγὰς οὖν τὰς ἀσυνέτους καὶ ἀγνώστους καὶ ἀφαντάστους † τὰς
25. πρὸς τῆς κατ’ αὐτῆς τῆς δοξαστικῆς ψυχῆς συναρμόσας τοῦ γνωρίσματος
26. καὶ ἐν τοῖς φυτοῖς τιθεὶς εἰκότως αἰσθήσεως αὐτὰ μετέχειν λέγει· κεφαλαιοῖ
27. δὲ τὸν λόγον εἰς τὸ τῆς ψυχῆς ἐκεῖνα μὴ μετέ(χειν) τῆς αὐτοκινήτου
28. καὶ δοξαστικῆς τε ὁμοῦ καὶ λογιστικῆς καὶ ὡς ἂν οἱ ἄλλοι φαί(ησαν) αἰσθητικῆς
29.
25. τε καὶ ὁρμητικῆς, λέγων· “πάσχον γὰρ διατελεῖ” τὸ φυτὸν “πάντα,
31. στραφέντι δὲ αὐτῷ ἐν ἑαυτῷ περὶ αὑτό, τὴν μὲν ἔξωθεν παρωσαμένῳ κίνησιν
32. τῇ δ’ οἰκείᾳ χρησαμένῳ, τῶν αὑτοῦ 〈τι〉 λογίσασθαι κατιδόντι φύσει
33. οὐ παρέδωκεν ἡ γένεσις”. ταὐτὸ δ’ ἄν τις εἴποι καὶ ἐπὶ τοῦ ἐμβρύου, καὶ
34. ἔτι γε μᾶλλον 〈ὃ〉 ἐπάγει περὶ τοῦ φυτοῦ, ἐπεὶ κἀκείνῳ ὡσαύτως πρόσεστι·
1. λέγει δέ· “διὸ δὴ ζῇ μὲν ἔστι τε οὐχ ἕτερον ζῴου, μόνιμον δὲ καὶ
2. κατερριζωμένον πέπηγε διὰ τὸ τῆς ὑφ’ ἑαυτοῦ κινήσεως ἐστερῆσθαι.” ἐρριζωμένον
3. γὰρ καὶ τὸ ἔμβρυον ἐξ ὀμφαλοῦ μένει ἐντός, ζῷον μὲν [καὶ] ἀπὸ
4. τοῦ ζῆν κληθέν, τῆς δ’ αὐτοκινήτου ψυχῆς οὐδέπω μετέχον.
⟨
[n° 138 Fichtner]
Ad Gaurum quomodo animetur fetus
Πρὸς Γαῦρον περὶ τοῦ πῶς ἐμψυχοῦται τὰ ἔμβρυα
Kalbfleisch, 1895.
Wilberding, 2011 (eng).
Ad Gaurum quomodo animetur fetus, 4, ed. Kalbfleisch, 1895, vol. 1895, p. 37-41. urn:cts:greekLit:tlg0530.tlg006.1st1K-grc1:4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩