Pseudo-Galenus. Ad Gaurum quomodo animetur fetus [n° 138 Fichtner]

Πρὸς Γαῦρον περὶ τοῦ πῶς ἐμψυχοῦται τὰ ἔμβρυα
Kalbfleisch, 1895.
Wilberding, 2011 (eng).

Ad Gaurum quomodo animetur fetus, 7, ed. Kalbfleisch, 1895, vol. 1895, p. 43-44. urn:cts:greekLit:tlg0530.tlg006.1st1K-grc1:7

14. Αἰ δὲ τοπικαὶ κινήσεις τοῖς ἐμβρύοις ἐρριζωμένοις κατὰ τὸν ὀμφαλὸν
15. πῶς ἂν εἶεν καθ’ ὁρμὴν καὶ φαντασίαν, ἐοικυῖαι μᾶλλον ἐντέρων στροφαῖς
16. καὶ παλμοῖς μερῶν οἷς ἂν ἀποληφθῇ πνεῦμα; γίγνονται δὲ καὶ ἐν ἡμῖν μυρίαι
17.
15. τινῶν τοπικαὶ μεταβάσεις ἀφάνταστοι, οἵα δὴ καὶ ἡ τῆς τροφῆς εἶναι
19. παραδέδοται, ἣν δέχεται μὲν ἐν τοῖς ὀδοῦσι μετὰ συναισθήσεως ἄχρι λαιμο(ῦ
20. ἡ) γαστήρ, τὸ δ’ ἐντεῦθεν οὔ〈τε〉 πω〈ς〉 πεττομένης καὶ τὸ μὲν χρήσιμον
21. εἰς τὸ ἧπαρ ἀναδιδούσης τὸ δ’ ἄχρηστον εἰς τὴν ἄλλην κοιλίαν καὶ
22. τὰ ἔντερα, οὔτε τὸ ἄχρηστον ὑγρὸν εἰς τὴν κύστιν παραπεμπ(ού)σης γίγνεται
23.
20. συναίσθησις· οὐδ’ αὖ τὴν ἐξαιματωθεῖσαν ἐν ἥπατι οὔθ’ ὅπως εἰς καρδίαν
25. ἀναπέμπει ἡ φύσις, τὸ τρυγῶδες εἰς χολὴν διακρίνασα, ἐνῆν φαντασθῆναι
26. οὔθ’ ὅπως ἡ καρδία ταῖς φλεψὶν ἀναπέμπει, αἱ δ’ ἀρδεύουσι τὴν σάρκα·
27. οὐδ’ ὅπως σπερματοποιεῖταί τι τούτου μέρος ἀπολαβοῦσα, πολλαπλασιάζουσα
28. τοὺς ἑαυτῆς λόγους ἐν τῷ γιγνομένῳ, ἔστιν αἰσθέσθαι. ἀλλὰ πᾶσα(ι)
29.
25. τοπικαὶ κινήσεις αὗται οὖσαι οὔτε καθ’ ὁρμὴν οὔτε κατὰ φαντασίαν ἐκτελοῦνται,
31. ὡς οὐδὲ αἱ τῶν ἐμβρύων κινήσεις· καὶ αἱ ἡδοναὶ τοίνυν καὶ αἱ
32. λῦπαι διαχύσεις ἦσαν καὶ συστολαί, αἳ δὴ κἀν τοῖς φυτοῖς θεωροῦνται ἐκ
33. δίψης τε μαραινομένοις καὶ ἐκ τῆς προσφορᾶς τοῦ ὑγροῦ ἀναθάλλου(σιν).
34. ὡς οὖν καὶ διψᾶν λέγεται ταῦτα καὶ πάλιν κόρον ἴσχειν ἀφαντάστως, καὶ
35.
30. ὥσπερ πρὸς ἥλιόν τινα τρέπεται καὶ συμπεριάγεται συμμεταφερόμενα
37. ταῖς κλίσεσι πρὸς τὰς ἐκείνου καμπάς, τὰ δὲ καὶ σχίζεται πρὸς τὴν
1. σελήνην καὶ διανοίγεται εἰς χάσματα μεγίστης διαστάσεως, τὰ δ’ ἤδη καὶ
2. πρὸς χάρακας ὥσπερ χεῖρας ἐκτείνει τὰς ἕλικας, οὑτωσὶ δὲ καὶ πρὸς τὰς
3. θέρμας φυσικῶς τινα πάλλει.

Cliquer un n° de page pour en afficher l’image