4. Τὸ δὲ λέγειν ὀρέγεσθαι τὴν μητέρα ὧν δήπου καὶ τὰ ἔμβρυα παντελῶς
5.
5. ἦν ἠγνοηκότω(ν) τὰς ἐκ τῆς μήτρας καταλαμβανούσας τὰς κυούσας
7. συμφοράς· ἀλλ’ ὥσπερ οὔτε ἐμεῖν ῥητέον τὰς κυούσ(ας) διὰ τὸ ἐμεῖν τὰ
8. κατὰ γαστρὸς οὔτε ναυτιᾶν διὰ τὰς τῶν ἐμβρύων ναυτίας, οὑτωσὶ δὲ οὐδὲ
9. κι(σ)σᾶν διὰ τὰς τῶν ἐμβρύων ἐπιθυμίας, τὸ δὲ πᾶν πάθος ἀναθετέον τῇ
10. κινήσει τῆς μήτρας, ἣ καὶ τὸ πάθος ἀπεργάζεται τῶν πληγῶν εἰς τὸ
11.
10. κυο(ύμεν)ον κατὰ τὰς τῶν ἐπιθυμιῶν ἐνδείας. ταύτην δ’ ἀμέ(λει) καὶ καθ’
13. ὁρμὴν οἴεται ἰδίαν κυβερνᾶσθαι καὶ ταύτῃ σχεδὸν τὴν ἴσην ἀνατίθησι δημιουργίαν
14. τῇ ἐκ τοῦ πατρὸς διδομέν(ῃ) πρὸς τ(ὸ δη)μι(ο)υργού(μενον) μοίρᾳ·
15. λ(έγε)ι δὲ κα(τ)ὰ λέξιν ἐν τῷ Τιμαίῳ ταῦτα· “τὸν τῆς ξυνουσίας ἔρωτα
16. θεοὶ ἐτεκτήναντο ζῷον τὸ μὲν ἐν ἡμῖν, τὸ δ’ ἐν ταῖς γυναιξὶ συστήσαντες
17.
15. ἔμψυχον.” λέγει δὲ ζῷα ἐν ἡμῖν, δι’ ὧν αἱ γενέσεις, τό τε μόριον τὸ
19. τοῦ ἄρρενος καὶ τῆς γυναικὸς τὴν μήτραν, ζῷα δὲ οὐχ ὅτι ζῇ ὡς τὰ φυτὰ
20. μόνον, ἀλλ’ ὅτι καὶ τῆς αὐτοκινήτου κατήκοα ψυχῆς· λέγει γὰρ τὸ περὶ
21. τὴν τῶν αἰδοίων φύσιν ἀπειθές τε καὶ αὐτοκρατὲς γεγονὸς οἷον ζῷον ἀνυπήκοον
22. τοῦ λόγου πάντων δι’ ἐπιθυμίας οἰστρώδεις ἐπιχειρεῖν κρατεῖν. τὸ
23.
20. γὰρ αὐτοκρατὲς δηλοῖ ὡς καὶ ὁρμῆς κατηκόου γιγνομένης αὐτῶν τῆς κινήσεως,
25. καὶ δηλοῖ γε καὶ τὰ γιγνόμενα· φαντασίᾳ γὰρ ἄγεται, ᾗπερ καὶ
26. τὰ ἄλλα τῆς ὁρμῆς κατήκοα μέρη. περὶ δὲ τῆς μήτρας τοιαῦτα γράφει
27. Πλάτων· “αἱ δ’ ἐν ταῖς γυναιξὶν αὖ μῆτραί τε καὶ ὑστέραι λεγόμεναι διὰ
28. τὰ αὐτὰ ταῦτα, ζῷον ἐπιθυμητικὸν ἐνὸν τῆς παιδοποιίας, ὅταν ἄκαρπον
29.
25. περὶ τὴν ὥραν χρόνον πολὺν γίγνηται, χαλεπῶς ἀγανακτοῦν φέρει καὶ
31. πλανώμενον πάντῃ κατὰ τὸ σῶμα τὰς τοῦ πνεύματος διεξόδους ἀποφράττον
32. ἀναπνεῖν οὐκ ἐῶν εἰς ἀπορίας τὰς ἐσχάτας ἐμβάλλει καὶ νόσους παντοδαπὰς
33. ἄλλας παρέχει, μέχριπερ ἂν ἑκατέρων ἡ ἐπιθυμία καὶ ὁ ἔρως ξυναγαγόντες
34. οἶον ἀπὸ δένδρων καρπὸν καταδρέψαντες ὡς εἰς ἄρουραν τὴν
35.
30. μήτραν ἀόρατα ὑπὸ σμικρότητος καὶ ἀδιάπλαστα ζῷα κατασπείραντες καὶ
37. πάλιν διακρίναντες μεγάλα ἐντὸς ἐκθρέψωνται καὶ μετὰ τοῦτο εἰς φῶς
38. ἀγαγόντες ζῴων ἀποτελέσωσι γένεσιν.” ζῷον οὖν ἐπιθυμητικὸν κατὰ τὸν
1. Πλάτωνα καὶ ἡ μήτρα, καὶ χαλεπῶς ἀγανακτοῦν καὶ πλανώμενον πάντῃ
2. κατὰ τὸ σῶμα· πῶς οὖν οὐκ αὐτὸ τὸ τῶν ἐπιθυμιῶν καὶ τῶν κινήσεων
3. αἴτιον, ὅτε καὶ ῥητῶς φησιν ὁ Πλάτων εἰς ἀπορίας τὰς ἐσχάτας ἐμβάλλειν;
4. καὶ ἀπὸ τῆς μήτρας ἄρα αἱ κίσσαι καὶ τῶν ἐμβρύων αἱ κινήσεις.
⟨
[n° 138 Fichtner]
Ad Gaurum quomodo animetur fetus
Πρὸς Γαῦρον περὶ τοῦ πῶς ἐμψυχοῦται τὰ ἔμβρυα
Kalbfleisch, 1895.
Wilberding, 2011 (eng).
Ad Gaurum quomodo animetur fetus, 8, ed. Kalbfleisch, 1895, vol. 1895, p. 44-45. urn:cts:greekLit:tlg0530.tlg006.1st1K-grc1:8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩