Pseudo-Galenus. Ad Gaurum quomodo animetur fetus [n° 138 Fichtner]

Πρὸς Γαῦρον περὶ τοῦ πῶς ἐμψυχοῦται τὰ ἔμβρυα
Kalbfleisch, 1895.
Wilberding, 2011 (eng).

Ad Gaurum quomodo animetur fetus, 9, ed. Kalbfleisch, 1895, vol. 1895, p. 45-46. urn:cts:greekLit:tlg0530.tlg006.1st1K-grc1:9


5.

6. Αὔταρκες δὲ τοῖς ξυνιέναι δυναμένοις εἰς γνῶσιν τῆς τοῦ Πλάτωνος
7. δόξης τὸ τὸ σπέρμα εἰρῆσθαι ὑπ’ αὐτοῦ οἷον ἀπὸ δένδρων καρπὸν (μ)ὲν δὴ
8. ἀποδρέπεσθαι τὰς ἐπιθυμητικὰς δυνάμεις τὰς ἐν τοῖς γεννητικοῖς μορίοις
9. τῶν γονέων καὶ τοῦτο ὥσπερ εἰς ἄρουραν τὴν μήτραν κατασπείρειν, εἰς
10. τὸ 〈σα〉φῶς γιγνώσκειν ὅτι φυτικὴ διοίκησις ἐν τῇ μήτρᾳ τῶν ἐμβρύων
11.
10. κατὰ Πλάτωνα καὶ οὔπω τῆς αὐτοκινήτου ψυχῆς μέτοχα. ἀλλὰ πῶς, φασίν,
13. ἔφη ζῷα κατασπείρειν; οὗτοι δὲ μέγα παριέντες αὑτοὺς ἐξαπατῶσιν·
14. οὐ γὰρ ἁπλῶς ἔφη ζῷα κατασπείρειν, ἐνὸν καὶ εἰ οὕτως ἔφη ἀκούειν ὡς
15. τὰ φυτὰ μικρῷ πρόσθεν ἠκούομεν αὐτοῦ ζῷα λέγοντος, ἀλλὰ τί φησιν;
16. “ἀόρατα ὑπὸ σμικρότητος καὶ ἄπλαστα ζῷα κατασπείραντες”· τὸ δὲ ἄπλαστον
17.
15. οὐδέπω (ζῷ)ον· κἂν πλάσωνται δὲ καὶ ἐκθρέψωσιν, ἀλλὰ τὸ πλάσμα
19. σώματος ἦν ἴδιον καὶ τὸ ἐκτρέφεσθαι ὑπὸ φυτικῆς δυνάμεως, οὐ τῆς ἄλλης
20. ψυχῆς τ(ῆς) τε οὔσ(ης) κυρίως ζῴ(ου). “καὶ μ(ε)τὰ (τοῦ)το εἰς (φῶ)ς” φησίν
21. “ἀγαγόντ(τες) ζῴων ἀποτελέσωσι γένεσιν”· ἀποτελοῦσι δὲ γένεσιν τῶν
22. δυναμένων γενέσθαι ζῴων. οὕτως τὴν ἐμψυχίαν τῆς αὐτοκινήτου ψυχῆς μετὰ
23.
20. τὸ εἰς φὼς ἐκ τῆς μητρὸς προελθεῖν σαφῶς γιγνώσκων εὑρίσκεται Πλάτων.
25. ἀλλὰ πῶς, φασίν, ἔφη που τῆς ψυχῆς ἐπεξιὼν τὰς συμφορὰς “εἴγε
26. ἀπέκειτο καὶ τῶν κυουμένων γενέσθαι”; ἀγνοοῦσι δὲ οἱ λέγοντες ταῦτα
27. ὡς ἕτερον ἦν κυούμενον εἶναι καὶ ἕτερον τὸ “τῶν κυουμένων γενέσθαι”· τὸ
28. μὲν γὰρ αὐτό τι κυΐσκεσθαι λέγει, τὸ δ’ ἐν τοῖς κυουμένοις εἰσοικίζεσθαι.
29.
25. ὥσπερ οὖν εἴ τις λέγει συμφορὰν ψυχῆς εἶναι τὸ τῶν θνητῶν γενέσθαι,
31. οὐ θνητήν φησι γίγνεσθαι ἀλλ’ ὅτι ἐν τοῖς θνητοῖς εἰσοικίζεται, οὕτω δήπου
32. χρὴ καὶ τὸ “τῶν κυουμένων” ἀκούειν ὅτι ἐν τῷ γένει τῶν κυουμένων
33. καὶ θνητῶν γίγνεται, ἀλλ’ οὐχ ὅτι παρ’ ὃν καιρὸν κυΐσκονται καὶ αὐτὴ
34. τούτοις συγκυΐσκεται. ὡσαύτως δὲ παρακούουσι κἀν [ἐν] τῷ Φαίδρῳ λέγοντος
1. τὴν πλεῖστα ἰδοῦσαν ψυχὴν εἰς γονὴν ἰέναι ἀνδρὸς φιλοκάλου τινὸς
2. καὶ μουσικοῦ· γονὴν γὰρ οὐ τὸ σπέρμα, τὴν δὲ γένεσιν ἀκουστέον,
3. ἵν’ ᾖ γένεσις τοῦ μέλλοντος ἔτι κυΐσκεσθαι ἀλλ’ οὐ σπέρμα τοῦ σπερμαίνοντος.
4. οὐ γὰρ ἀφικνεῖσθαι λέγει καὶ εἰσοικίζεσθαι εἴς τι(νος) φιλοκάλου
5.
5. σπέρμα ἀλλ’ εἰς γένεσιν ἀνδρὸς φιλοκάλου, ἴνα μὴ ὁ τίκτων ᾖ ὁ φιλόκαλος
7. ἀλλ’ ὁ γεννώμενος. ὅτι δὲ μετὰ τὴν τοῦ σώματος τελείωσιν εἰς φῶς
8. ἐξελθόντων ἀπὸ τῆς μητρὸς ἡ ψυχὴ κατὰ Πλάτωνα εἰσοικίζεται, λέγεται
9. μὲν κἀν τῷ Τιμαίῳ· ἐπὶ γὰρ ὅλῳ τῷ σώματι κατασκευασθέντι ἐπάγει
10. τὴν ψυχήν· ἀλλὰ κἀν τῷ Φαίδρῳ ὡσαύτως καὶ σχεδὸν πανταχοῦ ἐν οἷς
11.
10. λέγει τὴν ψυχὴν λαμβανομένην τοῦ σώματος ζῷον τὸ συναμφότερον ἀπεργάζεσθαι.

Cliquer un n° de page pour en afficher l’image