Pseudo-Galenus. Introductio sive medicus (Medicus. Introd.) [n° 089 Fichtner] [GalLat]

Εἰσαγωγὴ ἢ ἰατρός
Médecin, Introduction
Introduction (Int.)
Introductio seu medicus, 1827, vol. 14, p. 674-797. urn:cts:greekLit:tlg0530.tlg012.verbatim-lat1
Petit, 2009 (fra).

Introductio seu medicus, 1, ed. Kühn, 1827, vol. 14, p. 674-676. urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1:1

ΓΑΛΗΝΟΥ ΕΙΣΑΓΩΓΗ Η ΙΑΤΡΟΣ.

1. [Πῶς εὕρηται ἡ ἰατρική.]
2. Ἕλληνες τῶν τεχνῶν τὰς εὑρέσεις ἢ θεῶν παισὶν ἀνατιθέασιν,
3. ἤ τισιν ἐγγὺς αὐτῶν οἷς πρῶτοι οἱ θεοὶ πάσης
4. τέχνης ἐκοινώνησαν. οὕτως οὖν καὶ τὴν ἰατρικὴν πρῶτον
5. μὲν Ἀσκληπιὸν παρ᾿ Ἀπόλλωνος τοῦ πατρός φασιν ἐκμαθεῖν
6. καὶ ἀνθρώποις μεταδοῦναι, διὸ καὶ δοκεῖ εὑρετὴς γεγονέναι
7. αὐτῆς· πρὸ δὲ Ἀσκληπιοῦ τέχνη μὲν ἰατρικὴ οὔπω ἦν ἐν
8. ἀνθρώποις, ἐμπειρίαν δέ τινα οἱ παλαιοὶ εἶχον φαρμάκων
1. καὶ βοτανῶν, οἶα παρ᾿ Ἕλλησι Χείρων ὁ κένταυρος ἠπίστατο
2. καὶ οἱ ὑπὸ τούτου παιδευθέντες ἥρωες, ὅσα τε εἰς
3. Ἀριστέα καὶ Μελάμποδα καὶ Πολύειδον ἀναφέρεται. παρὰ
4. δὲ Αἰγυπτίοις ἦν μὲν καὶ ἡ τῶν βοτανῶν χρῆσις καὶ ἡ
5. ἄλλη φαρμακεία, ὡς καὶ Ὅμηρος μαρτυρεῖ λέγων,
6. Αἰγυπτίη γῆ πλεῖστα φέρει, ζείδωρος ἄρουρα
7. Φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά.
8. ἐκ δὲ τῆς ἐν ταῖς ταριχείαις ἀνασχίσεως τῶν νεκρῶν πολλὰ
9. καὶ τῶν ἐν χειρουργίᾳ παρὰ τοῖς πρώτοις ἰατροῖς εὑρῆσθαι
10. δοκεῖ. τινὰ δὲ ἐκ περιπτώσεως φασιν ἐπινενοῆσθαι, ὡς
11. τὸ παρακεντεῖν τοὺς ὑποκεχυμένους, ἐκ τοῦ περιπεσεῖν αἶγα,
12. ἥτις ὑποχυθεῖσα |ἀνέβλεψεν ὀξυσχοίνου ἐμπαγείσης εἰς τὸν
13. ὀφθαλμόν. καὶ τὸ κλύζειν δὲ ἀπὸ τῆς ἴβεως φασιν εὑρεθῆναι,
14. πληρούσης τὸ περὶ τὸν τράχηλον δέρμα, ὡς κλυστῆρος
15. ἄσκωμα θαλασσίου ὕδατος καὶ Νειλαίου καὶ διὰ τοῦ ῥάμφους
16. ἐνιείσης ἑαυτῇ ὄπισθεν. φησὶ δὲ καὶ Ἡρόδοτος ὁ ἱστοριογράφος
17. τὸ παλαιὸν ἐν ταῖς τριόδοις προτίθεσθαι τοὺς
1. νοσοῦντας, τοὺς δὲ περιπεσόντας τοῖς αὐτοῖς νοσήμασιν ὑφηγεῖσθαι
2. οἷς χρησάμενος ἕκαστος ἐθεραπεύθη, καὶ οὕτως ἐκ
3. τῆς τῶν πολλῶν πείρας συνηρανίσθαι τὰ τῆς ἰατρικῆς.
4. ἀλλ᾿ αὕτη μὲν ἄλογος ἡ πεῖρα καὶ οὔπω λογική. τελείαν
5. δὲ ἰατρικὴν καὶ τοῖς ἑαυτῆς μέρεσι συμπεπληρωμένην, τὴν
6. μὲν ὡς ἀληθῶς θείαν Ἀσκληπιὸν μόνον εὑρεῖν, τὴν δ᾿ ἐν
7. ἀνθρώποις τοὺς Ἀσκληπιάδας παρὰ τούτου διαδεξαμένους
8. τοῖς ἔπειτα παραδοῦναι, μάλιστα δὲ Ἱπποκράτης, ὃς πάντων
9. ὑπερήνεγκε καὶ πρῶτος εἰς φῶς ἐξήνεγκε τὴν τελείαν
10. παρ᾿ Ἕλλησιν ἰατρικήν.

Cliquer un n° de page pour en afficher l’image