10. [Ὀνομασίαι τῶν ἐκτὸς μερῶν τοῦ σώματος.]
11. Περὶ δὲ τῶν ἐκτὸς μερῶν τοῦ σώματος ἢ μορίων καὶ τίνες
12. αἱ ὀνομασίαι αὐτῶν, πρῶτος μὲν ὁ Ἀριστοτέλης ὑπελάβετο
13. διδάξαι τε καὶ συγγράψαι. ἀναγκαῖον δὲ καὶ τοῖς μεταγενεστέροις
14. ἰατροῖς ἔδοξε καὶ αὐτοῖς τὰ αὐτὰ πραγματεύεσθαι,
15. ὅπως μὴ τὴν χεῖρα ἐπιφέροντες δεικνύωσιν ἕκαστον
16. τῶν μερῶν ἢ τῶν μορίων, ἀλλ᾿ ἐκ τῆς ὀνομασίας αὐτάρκη
17. ἔχωσι τὴν δήλωσιν αὐτῶν. μάλιστα δὲ τοῦτο οἱ περὶ Ἐρασίστρατον
1. ἐζήλωσαν, ὡς Ἀπολλώνιος ὁ Μεμφίτης καὶ Ξενοφῶν
2. ὁ πρὸ αὐτοῦ. διαιροῦσι τοίνυν τὸ ὅλον σῶμά οἱ μὲν
3. Αἰγύπτιοι ἰατροὶ εἰς τέσσαρα, κεφαλὴν, χεῖρας, θώρακα καὶ
4. σκέλη, οἱ δὲ ἄλλοι εἰς πλείονα καταδιαιροῦντες τὰ προειρημένα
5. τέσσαρα εἰς ἕτερα μέρη τοῦ ὅλου, οὐχ ὡς ἐκείνων
6. μόρια. κεφαλῆς γοῦν τὸ μὲν πᾶν κύτος μέρος ἂν λέγοιτο
7. τοῦ ὅλου σώματος. ταύτης δὲ μόρια τὸ μὲν ἔμπροσθεν ὑπὲρ
8. τὰς ὀφρῦς ψιλὸν τριχῶν ἀπὸ ὠτὸς ἐπὶ οὖς μέτωπον καλεῖται,
9. τὸ δὲ ἐπάνω τούτου τετριχωμένον βρέγμα. τὰ δὲ
10. παρ᾿ ἑκάτερα τούτου ἐπάνω τῶν ὤτων κρόταφοι. τὸ δὲ
11. ὑπὲρ τὸ βρέγμα κατὰ μέσον τῆς κεφαλῆς κορυφὴ, ἀφ᾿ ἦς
12. καὶ δοκεῖ ἄρχεσθαι ἡ ἔκφυσις τῶν τριχῶν, ὡς ἀπὸ κέντρου
13. κύκλος. τὸ δὲ μετὰ τὴν κορυφὴν ἐκ τῶν ὄπισθεν ὡς ἐπὶ
14. τοὺς τένοντας καταβαῖνον ἰνίον. ἐκ δὲ τῶν ἔμπροσθεν
15. πρόσωπον μὲν τὸ ὑπὸ μέτωπον πᾶν λέγεται, περιοριζόμενον
16. ὠσὶ καὶ ὀφθαλμοῖς καὶ ῥινὶ καὶ στόματι μέχρι
17. γενείου. ἄρχεται δὲ ἀπ᾿ ὀφρύων· καθ᾿ ἃ γὰρ λήγει τὸ μέτωπον
18. ἀπὸ τῶν ἄνω κατιὸν, αἱ ὀφρύες διαδέχονται, οἷον
1. πέρατα αὐτοῦ ὑπερέχοντα καὶ τετριχωμένα. καθ᾿ ἃ δὲ παρατείνει
2. τὸ μέτωπον ἐπὶ τοὺς κροτάφους, ἐπὶ τοῖς πέρασιν
3. αὐτοῦ, τὰ ὦτα τέτακται. τούτων δὲ τὰ μὲν ἀναπεπταμένα
4. πτερυγώματα, τὰ δὲ ἀνακεκλασμένα εἰς τοὐπίσω ἐκ τῶν
5. ἔμπροσθεν, αὐτοῖς τοῖς ἄκροις ἐπικαμπτόμενα κυβοειδῆ, ὑφ᾿
6. ἃ τὸ μὲν ἡμικύκλιον ἐμπεριφερὲς εἰς ὀξὺ ἐπανεστηκὸς ξυστὴρ
7. ὀνομάζεται, τὸ δὲ ὑπὸ τὴν τούτων ὀξύτητα κοῖλον
8. κογχίον. τὸ δὲ κατὰ μέσον στρογγύλον τρύπημα ἀκουστικὸς
9. πόρος, ὑφ᾿ οὗ λοβίον μέν ἐστι τὸ ἀπηρτημένον τοῦ ὠτὸς
10. πιμελῶδες. τὸ δὲ ὑπερκείμενον ἀντιλόβιον. ὑπὸ δὲ τὰς ὀφρῦς
11. οἱ ὀφθαλμοί εἰσιν, ἃ καὶ ὄμματα καλεῖται, τὸ πᾶν σχῆμα
12. μετὰ τῶν μορίων αὐτῶν. τούτων δὲ τὰ μὲν σκέποντα τὴν
13. ἔνδον τῶν χιτώνων σύστασιν βλέφαρα καλεῖται, τὸ μὲν
14. ἄνω, τὸ δὲ κάτω, συμβάλλοντα ἀλλήλοις πυκνῶς καὶ ἀκρονυγῶς
15. εἰς ἀνάληψιν τῆς ὄψεως καὶ εἰς τὸ ἀπερύκειν τὰ
16. πληκτικῶς προσπίπτοντα τοῖς ὀφθαλμοῖς, ἐπ᾿ ἀκριβὲς δὲ
17. ὥσπερ ἐν τοῖς ὕπνοις, εἰς ἀποστροφὴν τῆς ὁρατικῆς δυνάμεως.
18. πρὸς τὸ καθησυχάσαι τὸν ἄνθρωπον. βλεφάρων δὲ
1. τὰ μὲν πρὸς τοῖς ὀφθαλμοῖς ὅλοις, καθὰ ἡ συμβολὴ αὐτῶν
2. πρὸς ἄλληλα γίνεται, ταρσοὶ ὀνομάζονται, ἐξ ὧν ἐκπεφύκασι
3. τρίχες, αἳ βλεφαρίδες λέγονται, ἀφ᾿ ὧν πεφύκασι τὰ ὀνόματα
4. ἀπενεγκάμεναι. γεγόνασι δὲ πρὸς τὸ ἀπευθύνειν τὸ
5. ὁρατικὸν πνεῦμα ἢ, ὥς τινες λέγουσι, τὰς ἔνδοθεν ἐκχεομένας
6. ἀκτῖνας εἰς τὸ διορᾷν. ἀμέλει τούτων ἐκπεσουσῶν, κατακλωμένων,
7. οὐκέτι ὁμοίως ἐπ᾿ εὐθὺ, οὐδὲ ἐπὶ μακρὸν δύναται
8. βλέπειν τὸ ζῶον. τὰ δὲ ἐντὸς τοῦ ὀφθαλμοῦ πέρατα,
9. καθ᾿ ἃ αἱ συμφύσεις τῶν βλεφάρων, κανθοὶ καλοῦνται, ὁ
10. μὲν πρὸς τὴν ῥῖνα ὁ μέγας, μικρὸς δὲ ὁ πρὸς τὸ οὖς. τὸ
11. δὲ μεταξὺ αὐτῶν, τὸ λευκὸν τοῦ ὀφθαλμοῦ, οὖ ἐν μέσῳ ἡ
12. ἴρις κύκλος ποικίλος τοῖς χρώμασι, διὸ καὶ ἴρις ἐκλήθη,
13. ἀπὸ τῆς πρὸς τὴν ὑπαίθριον ἴριν ἐμφερείας. ταύτης δὲ
14. πάλιν τὸ μεσαίτατον κόρη, δι᾿ ἧς τὸ ὁρᾷν συντελεῖται. ἡ
15. δὲ ῥὶς μεταξὺ τῶν ὀφθαλμῶν τέτακται, ταύτης δὲ τὰ μὲν
16. ἑκατέρωθεν μυκτῆρες ἢ μυξωτῆρες καλοῦνται, δι᾿
17. ὧν ἀναπνεῖ τε καὶ ὀσφραίνεται τὰ ζῶα. μυκτήρων δὲ τὰ
18. μὲν ἔξωθεν πτερύγια, τὸ δὲ διορίζον αὐτὰ κίων. ἑκατέρωθεν
1. δὲ τῆς ῥινὸς τὰ μὲν κοῖλα ἰδίως, τὰ ὑπὸ τῆς ὀφθαλμοῖς
2. κοῖλα καλεῖται, ἐξ ὧν λέγονταί τινες κοῖλοι. διὰ νόσους δὲ
3. ταῦτα ἐπαίρεται ἐξ ἀπεψίας, ἢ δυσαρεστήματος. τὰ δὲ τούτοις
4. ἐπανεστῶτα μεταξὺ ῥινὸς καὶ ὤτων μῆλα ὀνομάζεται,
5. ἃ τοῖς εὐχρουστέροις καὶ ἐλευθεριωτέροις ἐν τῷ αἰδεῖσθαι
6. ἐρυθριᾷ. σιαγόνες δὲ τὰ ὑπὸ τούτων κατιόντα, ὡς ἐπὶ τὸ
7. γένειον καὶ ταύτῃ εἰς τὸ ὀξὺ αὐτοῦ ἀπολήγοντα. γένειον δὲ
8. πᾶν τὸ ὑποκάτω τοῦ χείλους ἐν περιφερεῖ παραμήκει σχήματι.
9. μύσταξ δὲ τὸ ὑπεράνω τοῦ χείλους, ὑπὸ τοὺς μυξωτῆρας,
10. ὅπερ Ὅμηρος ὑπήνην ἐκάλεσε. στόμα δὲ τὸ ἀνὰ μέσον
11. τῶν χειλῶν, ὑπ᾿ αὐτῶν συνιστάμενον καὶ συνεχόμενον.
12. ἔοικε γὰρ ταῦτα οἶον συμπεφυκότα, εἶτα ἀποσχισθέντα τὸ
13. στόμα ποιεῖν, διὸ καὶ φαίνεται οἱονεὶ ἄρτι διῃρημένα. τὸ
14. δὲ ἐκδεχόμενον τὴν κεφαλὴν μέχρι τῶν ὤμων τὸ μὲν πᾶν
15. τράχηλος λέγεται. τούτου δὲ τὰ μὲν ὄπισθεν ἰδίως τένοντες
16. ὀνομάζονται. ὑπὸ δὲ τὸν τράχηλον ἑκατέρωθεν οἱ ὦμοί
17. εἰσιν ἐπανεστῶτες, ὦν τὸ μὲν ἀνώτατον ἀκρώμιον καλεῖται,
18. τὸ δὲ ἀπὸ τούτου εἰς τὸ ἔμπροσθεν κατακλεῖδες·
19. μεταξὺ τούτων αἱ σφαγαί. ἀπὸ δὲ τῶν ὤμων αἱ
1. χεῖρες ἔρχονται παρηρτημέναι ἑκατέρα τῇ καθ᾿ αὑτὴν πλευρᾷ.
2. τούτων δὲ τὸ μὲν ἀπὸ τοῦ ὤμου μέχρι ἀγκῶνος βραχίων
3. καλεῖται. ἀγκὼν δὲ καθὰ συγκάμπτεται ἡ χεὶρ ὅλη, οὗ
4. τὸ ἔξω μέρος κορωνὸν καὶ ὀλέκρανον ὀνομάζεται. τὸ δὲ
5. μετὰ τοῦτο πῆχυς, ᾧ καὶ μετροῦσιν οἱ ἄνθρωποι. καθ᾿ ὃ
6. δὲ τελευτᾷ ὁ πῆχυς καὶ ἄρθρον ποιεῖ πρὸς ἄκραν χεῖρα,
7. καρπὸς καλεῖται καὶ τὸ μετὰ τοῦτο μετακάρπιον. εἶτα κόνδυλοι,
8. ὅθεν ἄρχονται οἱ δάκτυλοι. δακτύλων δὲ ὁ μὲν μέγιστος
9. ἀντίχειρ καλεῖται, διὰ τὸ ὅλῃ τῇ χειρὶ ἄκρᾳ συνεργοῦντα
10. ἴσον αὐτῇ δύνασθαι. ὁ δὲ μετὰ τοῦτον λιχανὸς, ὡς
11. ἔοικεν, ἀπὸ τῆς χρείας τοὔνομα ἔχων· ἐφεξῆς ὁ μέσος καὶ
12. μετὰ τοῦτον ὁ παραμέσος, ὁ τοῖς ἰατροῖς ἀνακείμενος καὶ
13. ἀπ᾿ αὐτῶν τοὔνομα κεκληρωμένος. ὁ δὲ ἐπὶ πᾶσι μικρὸς,
14. καθ᾿ ὃ πάντων ἠλάττωται. τὸ μὲν οὖν ἀπὸ τοῦ καρποῦ
15. ἄκρα χεὶρ λέγεται. ὑπτιαζούσης δὲ τὸ μὲν κατὰ τὸν ἀντίχειρα
16. ἐπανεστηκὸς θέναρ καλεῖται, τὸ δὲ ἀντικείμενον αὐτοῦ
17. ὑποθέναρ. τὸ δὲ ὑπὸ τὰς ἐκφύσεις τῶν δακτύλων
18. στῆθος χειρός. τὸ δὲ μεταξὺ τούτων ἁπάντων κοῖλον χειρός.
1. ἄνωθεν δὲ τὸ ὑπὸ τὸν τράχηλον πᾶν, ἐκ τῶν ἔμπροσθεν
2. μέχρι λαγόνων, θώραξ καλεῖται. τούτου δὲ τὸ μὲν ὑπὸ τὰς
3. κλεῖδας ἀμφοτέρωθεν καὶ τὰς χεῖρας, αἱ πλευραὶ, ἐξ ὧν καὶ
4. πλευρὸν ἑκάτερον λέγεται, τὸ δὲ μεταξὺ τούτων στῆθος. καὶ
5. τὸ μεσαίτατον αὐτοῦ στέρνον, μέχρι τοῦ χόνδρου, ὑφ᾿ ὃν
6. τὸ στόμα τῆς κοιλίας· ὁ δὲ τόπος οὕτως καὶ ἔξωθεν λέγεται.
7. ἐντεῦθεν δὲ τὸ ἐπιγάστριον ἀνέρχεται. τὰ δὲ ὑπὸ στόμα
8. τῆς κοιλίας· κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν εἰκότως ὑποχόνδρια
9. καλεῖται, ἐπεὶ κατὰ τὴν εὐθύτητα ὑπὸ τὸν χόνδρον
10. ἐστὶ, ὡσανεὶ μετὰ τοῦτον. εἰσὶ δὲ μύες ἡπλωμένοι καὶ ὑπεστρωμένοι
11. τῷ περιτοναίῳ, ἔξωθεν δὲ σκεπόμενοι τῷ δέρματι.
12. ὁμωνύμως δὲ τούτοις καὶ τὰ ἔνδοθεν σπλάγχνα ὑποχόνδρια
13. καλεῖται, ἐπειδὴ καὶ αὐτὰ ὑπὸ τοὺς χόνδρους ἐστὶ τῶν νόθων
14. πλευρῶν καὶ οἷον ἐντὸς αὐτῶν. τὰ δὲ ἐκτὸς μέσα, τὰ
15. κυρίως λεγόμενα ὑποχόνδρια, τὸ μὲν ἔμπροσθεν τῶν λαγόνων
16. περιέχον τὸ ὑποχόνδριον, ἐπιγάστριον, τὸ δὲ ἑκατέρωθεν
17. κενεών. τὸ δὲ μεσαίτατον τοῦ λαγόνος ὀμφαλός. τὸ δὲ
18. ὑπὸ τοῦτον ἴτρον. εἶτα τὸ ἐφήβαιον, ὃ καὶ ἐπίσειον καλεῖται.
1. εἰς ὃ τελευτᾷ ὁ θώραξ, ἔνθα καὶ τὰ αἰδοῖα τῶν ἀῤῥένων
2. τέτακται καὶ τῶν θηλειῶν κατὰ τὴν διάφυσιν τῶν μηρῶν,
3. ὅπως κρύπτηται ὑπὸ τούτων. τοῦ μὲν οὖν ἀρσενικοῦ τὸ
4. προῦχον καυλός. τὸ δὲ ἄκρον αὐτοῦ βάλανος. καθ᾿ ὃ δὲ
5. τετρύπηται πρὸς ἔκκρισιν, ἀπὸ τῆς χρείας οὐρήθρα ὀνομάζεται·
6. τὸ δὲ σκέπον τὸ ἄκρον ποσθή. τὸ δὲ κάτω μέρος
7. τοῦ καυλοῦ κατὰ μῆκος αὐτοῦ ῥαφή. τὸ δὲ διατεῖνον μέχρι
8. τῆς ἕδρας ταῦρος καλεῖται. δίδυμοι δὲ καὶ ὄρχεις ἔνδοθέν
9. τε καὶ ἔξωθεν ὀνομάζονται. καὶ ὄσχεον τὸ περὶ τοὺς διδύμους.
10. τοῦ δὲ γυναικείου αἰδοίου, οὕτω γὰρ αὐτὸ οἱ παλαιοὶ
11. ὠνόμαζον, αὐτὸς μὲν ὁ κόλπος κτεὶς καλεῖται. τὰ δὲ περιέχοντα
12. τὸν κόλπον πτερυγώματα. τὸ δὲ μέσον τούτων κατὰ
13. τὴν διασχίδα ἐκπεφυκὸς σαρκίδιον, νύμφη, ὃ καὶ διὰ τὸ
14. προκύπτειν ἐπὶ πολὺ ἐκτομῆς ἀξιοῦται παρ᾿ Αἰγυπτίοις ἐπὶ
15. τῶν παρθένων. κοινῶς δὲ τὸ στόμα τοῦ ἀπευθυσμένου διὰ
16. τῆς ἕδρας ἐξερχόμενον, πρὸς τὸ ἐπέχειν ὁπότε βουλόμεθα
17. τὰς ἐκκρίσεις, εὐχρηστεῖ· δακτύλιος δὲ ἀπὸ τοῦ σχήματος
18. καὶ σφιγκτὴρ ἀπὸ τῆς ἐνεργείας κέκληται. τὸ δὲ ὑπὸ τὸν
1. τράχηλον ἐκ τῶν ὄπισθεν, οὕτως ἔχει διαθέσεως τε καὶ
2. ὀνομασίας. τὸ μὲν πᾶν νῶτα καλεῖται. ἐντεῦθεν δὲ τὰ μὲν
3. ἑκατέρωθεν ὠμοπλάται, τὸ δὲ μεταξὺ αὐτῶν μετάφρενον,
4. ᾧ καὶ στόμαχος ἔνδοθεν ὑπόκειται. τὸ δὲ μεσαίτατον
5. τοῦ νώτου παντὸς ἄνωθεν μέχρι γλουτῶν, ῥάχις. ταύτης
6. δὲ τὸ μὲν εὐθὺ ὑπὸ τὸ μετάφρενον ἄκνηστιν εἶπεν
7. Ὅμηρος, ὃ καὶ διασαφῶν προσέθηκεν,
8. — κατ᾿ ἄκνηστιν μέσα νῶτα.
9. ἐπεὶ καὶ κατὰ εὐθεῖαν τοῦ μήκους μέσα εἰσὶ τὰ νῶτα καὶ
10. τὸ μέσον ἐστὶ τοῦ μεταφρένου καὶ ὀσφύος. διαδέχεται οὖν
11. ἡ ὀσφὺς, ἥτις ἰξὺς ὠνόμασται, καθ᾿ ὃ ζωννύμεθα. λήγει
12. δὲ αὕτη εἰς τὸ ἱερὸν ὀστοῦν. παρ᾿ ἑκάτερα δὲ τούτου τὰ
13. ἰσχία ἐστὶ, ἐφ᾿ οἷς οἱ γλουτοί. διὰ τὸ ὀστᾶ εἶναι τὰ ὑποκείμενα
14. μέγιστα, ἔνθεν ὑπεστρώθη αὐτοῖς σώματα σαρκώδη.
15. ὧν τὰ κυρτώματα ἐκ τοῦ περιφερῆ εἶναι, σφαιρώματα προσαγορεύεται.
16. ἐντεῦθεν δὲ ἡνωμένον τὸ σῶμα διχοφυὲς γίνεται.
17. διαμερίζεται γὰρ εἰς δύο, ἃ καλεῖται σκέλη, ὧν τὴν διασχίδα,
18. διχάλαν οἱ παλαιοὶ λέγουσιν. ταῦτα δὲ ὅλα μὲν μέχρι
1. περάτων, σκέλη λέγεται, τούτων δὲ τὰ μὲν ἀπὸ τῶν
2. ἰσχίων εὐθὺς ἐρχόμενα μηροί. καθὸ δὲ μετὰ ταῦτα συμβάλλει
3. τὰ κῶλα τοῖς ὑποκάτω καὶ ἄρθρον ποιεῖ, γόνυ καλεῖται.
4. οὗ τὰ κατόπιν, ἰγνύα ἢ ἀγκύλη. τὰ δὲ ἐντεῦθεν,
5. ἐπὶ τὰ κάτω μέγιστα κῶλα κνῆμαι. ὧν τὸ μὲν ἔμπροσθεν
6. ἀντικνήμιον, τὸ δὲ ὄπισθεν γαστροκνήμη. τὰ δὲ πέρατα
7. τῶν τῆς κνήμης ὀστῶν εἴς τε τὸ ἔνδον μέρος καὶ εἰς τὸ
8. ἔξω ἐξέχοντα, σφυρὰ προσαγορεύεται. τὰ δὲ ἀπὸ τῶν σφυρῶν
9. κυρίως πόδες λέγονται. ἀφ᾿ ὧν καὶ ἕτερον μέτρον ἑαυτοῖς
10. οἱ ἄνθρωποι εὕραντο, τὸν πόδα ἄραντες. τῶν δὲ ποδῶν
11. τὸ μὲν ὄπισθεν πτέρνα ὀνομάζεται. τὸ δὲ ἔμπροσθεν
12. ἀπὸ τῶν σφυρῶν μέχρι δακτύλων ταρσὸς καλεῖται. τούτου
13. δὲ τὸ μὲν ἔνδοθεν πρὸς ἀλλήλους ἀφορώντων τῶν ποδῶν,
14. ὡς ἐπὶ τὸν μέγαν δάκτυλον, ἀρχόμενον ἀπὸ τοῦ ἔσω σφυροῦ,
15. πεδίον. τὸ δὲ ὑπὸ τούτου εὐθὺς ἐν μέσῳ κατωτάτω
16. τοῦ ποδὸς κοῖλον. τὸ δὲ κατώτατον, ἐφ᾿ ᾧ πατοῦμεν καὶ ᾧ
17. ἐπιβαίνομεν, πέλμα. οὗ τὸ μὲν πρὸς τοὺς δακτύλους μετὰ
18. τὸ κοῖλον ἐπανεστηκὸς, στῆθος ποδός. εἶτα οἱ δάκτυλοι,
1. ἰσάριθμοι μὲν τοῖς τῶν χειρῶν, οὐ τυχόντες δὲ τῶν αὐτῶν
2. ὀνομάτων, διὰ τὸ μηδὲ τὰς αὐτὰς χρείας ἐπιτελεῖν, πλὴν
3. ὅσα ἐκ τῆς κατὰ τὸ μέγεθος διαφορᾶς, ἢ ἐκ τῆς κατὰ τὴν
4. θέσιν τάξεως.
⟨
(Medicus. Introd.) [n° 089 Fichtner] [GalLat]
Introductio sive medicus
Εἰσαγωγὴ ἢ ἰατρός
Médecin, Introduction
Introduction (Int.)
Introductio seu medicus, 1827, vol. 14, p. 674-797. urn:cts:greekLit:tlg0530.tlg012.verbatim-lat1
Petit, 2009 (fra).
Introductio seu medicus, 10, ed. Kühn, 1827, vol. 14, p. 699-709. urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1:10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩