Pseudo-Galenus. Introductio sive medicus (Medicus. Introd.) [n° 089 Fichtner] [GalLat]

Εἰσαγωγὴ ἢ ἰατρός
Médecin, Introduction
Introduction (Int.)
Introductio seu medicus, 1827, vol. 14, p. 674-797. urn:cts:greekLit:tlg0530.tlg012.verbatim-lat1
Petit, 2009 (fra).

Introductio seu medicus, 11, ed. Kühn, 1827, vol. 14, p. 709-720. urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1:11

5. [Ἀνατομὴ τῶν ἐντός.] Ἀνατομὴ
6. καταχρηστικῶς μὲν λέγεται καὶ ἡ τῶν ἐκτὸς μερῶν τε καὶ
7. μορίων τοῦ σώματος διέξοδος, ἥτις ἐστὶ διὰ λόγου διήγησις
8. ἑκάστου, μετὰ τῆς κατὰ φύσιν θέσεως αὐτῶν καὶ τάξεως
9. καὶ χρείας, ἣν παρέχεται τῷ ζώῳ καὶ τῆς οἰκείας ἑκάστου
10. ὀνομασίας, περὶ ὧν ἤδη διεξήλθομεν· κυρίως δὲ λέγεται ἡ
11. ἀνατομὴ, ἡ τῶν ἐντὸς μετὰ λόγου ἀνάπτυξις. οὐ γὰρ τὸ τῇ
12. ὄψει αὐτὰ δειχθῆναι ἀνατομή ἐστιν, ἀλλὰ τὸ μετὰ λόγου
13. ἑκάστου αὐτῶν γνῶσιν λαβεῖν, τάς τε κατὰ φύσιν ἐνεργείας,
14. ὅπως δι᾿ αὐτῶν ἀποτελοῦνται ἐκμαθεῖν καὶ τὰς κοινωνίας
15. ἃς ἔχει πρὸς ἄλληλα τὰ σπλάγχνα καὶ τὰ ἄλλα μέρη τοῦ
16. σώματος διὰ φλεβῶν. ὁ μὲν οὖν ἐγκέφαλος ἐξ οὐδενὸς τῶν
17. προειρημένων, κατ᾿ Ἐρασίστρατον ἀρχικῶν ἀγγείων φαίνεται
18. πεπλέχθαι, διὸ καὶ παρέγχυμα τροφῆς δοκεῖ αὐτῷ εἶναι.
1. ἔστι δ᾿ ἁπλοῦν σῶμα καὶ διὰ τοῦτο ἀρχικὸν καὶ κυριώτατον
2. τῶν ἐν ἡμῖν. διὸ καὶ τὸ ἡγεμονικὸν τῆς ψυχῆς αὐτῷ
3. πιστεύουσιν, ὡς Πλάτων καὶ Ἱπποκράτης. περιέχεται δὲ ὑπὸ
4. μηνίγγων δύο, καὶ μιᾶς μὲν προσεχοῦς καὶ προστυποῦς αὐτῷ,
5. ἣ καλεῖται χοροειδὴς καὶ ἔστι φλεβωδεστέρα. ἡ δὲ ἑτέρα
6. ἐπὶ ταύτης οὖσα προσήρτηται μᾶλλον τῷ κρανίῳ κατά
7. τινα μέρη. καὶ ἔστι νευρωδεστέρα. ἐκ μὲν οὖν τῶν ἄνω
8. φλέβες ἀπὸ καρδίας εἰς αὐτὸν ὀχετεύουσι τὴν τροφὴν, κατὰ
9. τὸ λεγόμενον ληχηνεῖον, ἐκ τῶν πρὸς τῇ βάσει ἀρτηριῶν.
10. ἐντεῦθεν δὲ καὶ νεῦρα ἄρχεται ἐκφύεσθαι αὐτοῦ, ὅθεν καὶ
11. εἰς πᾶν τὸ σῶμα ἀναδιδόασιν τὰς ψυχικὰς ἐνεργείας. νεύρων
12. δὲ εἴδη δύο, τὸ μὲν τῶν συνδετικῶν, τῶν συνεχόντων τὰ
13. ὀστᾶ πρὸς ἄλληλα. τὸ δὲ τῶν αἰσθητικῶν καὶ κινητικῶν,
14. ἃ τὴν αἴσθησιν ἐμποιεῖ τῷ σώματι καὶ τὴν προαιρετικὴν
15. κίνησιν εἰς πᾶν διαπέμπει, ἐξ ὧν καὶ τῶν μυῶν ἡ γένεσις.
16. τῶν δὲ ὀφθαλμῶν οἱ πόροι ἐκπεφύκασι καὶ αὐτοὶ ἀπὸ τῆς
17. βάσεως τοῦ ἐγκεφάλου, δι᾿ ὧν τὸ ὁρατικὸν πνεῦμα εἰς τοὺς
18. ὀφθαλμοὺς διαδίδοται. ἐντεῦθεν δὲ καὶ εἰς τοὺς μυκτῆρας
1. ἀποφύσεις ἤρτηνται, δι᾿ ὧν τε ὀσφραινόμεθα καὶ δι᾿ ὧν
2. ἐκκαθαίρεται ὁ ἐγκέφαλος. εἰς δὲ τὰ ὦτα ἀποφύσεις μὲν
3. οὔκ εἰσι. τέτρηται δὲ αὕτη ἡ μῆνιγξ ἐκ τῶν ὄπισθεν καὶ
4. σκωληκοειδῆ ἀπόφυσιν ποιεῖται, δι᾿ ἧς καὶ αὐτὰ ἀποκαθαίρεται·
5. καὶ ἐν ἀρχῇ ταύτης τὸ λεγόμενον κωνοειδές. ἐντεῦθεν
6. δὲ καὶ ὁ ῥαχίτης μυελὸς ἄρχεται. κοιλίας δὲ ἔχει ὁ
7. ἐγκέφαλος δύο· κατ᾿ ἐνίους δὲ μίαν, ἔνθα τὸ ἡγεμονικὸν
8. τῆς ψυχῆς ἵδρυται. περιέχεται δὲ καὶ τὰ τοῦ κρανίου ὀστᾶ,
9. ἄνωθεν ὑπὸ τῷ δέρματι, τῷ περικρανίῳ λεγομένῳ ὑμένι,
10. ἐκπεφυκότι μὲν διὰ τῶν ῥαφῶν, ἐκ τῶν μηνίγγων· ἀρχὴ
11. δὲ οὗτος γίνεται τοῦ τε ὑπεζωκότος τὰς πλευρὰς ὑμένος καὶ
12. τοῦ διαφράγματος καὶ τοῦ περιτοναίου καὶ παντὸς ὑμένος
13. νευρώδους. ὁ δὲ ὀφθαλμὸς συνέστηκεν μὲν καθ᾿ Ἱπποκράτην
14. ἐκ χιτώνων δύο, οὓς μήνιγγας ὁ Ἱπποκράτης καλεῖ, ἐπειδὴ
15. ἐκ τῶν μηνίγγων ἐκπεφύκασιν. κατὰ δὲ τοὺς νεωτέρους ἐκ
16. τριῶν, κατ᾿ ἐνίους δὲ ἐκ τεσσάρων. πρῶτος μὲν οὖν ἔξωθέν
17. ἐστιν ὁ κερατοειδὴς, λευκὸς μὲν κατὰ τὰ ἄλλα, κατὰ δὲ
18. τὴν ἴριν λεπτυνόμενος διαφαίνει τὸ ὑποκείμενον χρῶμα, καθ᾿
1. ὃ μέλας, ἢ γλαυκότερος, ἢ χαροπὸς φαίνεται· δεύτερος δέ
2. ἐστιν ὁ ῥαγοειδὴς ῥαγὶ σταφυλῆς ἐοικὼς τὰ ἔνδοθεν, τετρημένος
3. κατὰ τὴν κόρην. τρίτος δὲ ὁ ἀμφιβληστροειδὴς, ἐγκολπούμενος
4. ὥσπερ καὶ δεχόμενος ἐπ᾿ ἄκρῳ τὸν ὑπό τινων εἰσαγόμενον
5. τέταρτον χιτῶνα, ὃν καὶ ἄδηλον προσαγορεύουσιν.
6. ἔστι μὲν γὰρ ὑμὴν σμικρότατός τε καὶ ἰσχνότατος. ἀλλ᾿
7. ὁ μὲν πρῶτος καὶ ὁ δεύτερος στερεοὶ ὑμένες καὶ χιτῶνες
8. παχεῖς εἰσιν. ὁ δὲ τρίτος καὶ τέταρτος ἰσχνότατοι. διὸ καὶ
9. Ἱπποκράτης τοὺς πρώτους μόνους οἶδε, λέγων. ὁ δὲ ὀφθαλμὸς
10. μήνιγγας ἔχει δύο. ὑγρὰ δὲ περιέχουσιν οἱ ὑμένες οὗτοι
11. τρισσὰ, τότε ὑδατοειδὲς καὶ τὸ ὑαλοειδὲς καὶ τὸ κρυσταλλοειδές·
12. βλεφάρων δὲ τὰ μὲν ἔσωθεν σαρκώδη, τὰ δὲ μεταξὺ
13. χονδρώδη. ἔξωθεν δὲ δέρματι σκέπεται. διὰ δὲ τὸ
14. σκληρὸν τοῦ μεταξὺ χόνδρου πιμελὴ ὑπέστρωται αὐτῷ οἷον
15. μάλαγμα, ἥτις ἐπὶ τὸ πολὺ πλεονάζουσα τὰς ὑδατίδας ποιεῖ.
16. ἡ δὲ γλῶσσα σαρκώδεις μὲν τὰ πλεῖστα· διττὸν δὲ νεύρων
17. εἶδος ἐμπέφυκεν εἰς αὐτὴν ἐκ τῆς τοῦ ἐγκεφάλου βάσεως,
18. τὸ μὲν τῶν καλουμένων μαλακῶν νεύρων, δι᾿ ὧν τὴν αἴσθησιν
1. τὴν γευστικὴν ἐπὶ τὴν ἀρχὴν ἀναδίδωσι. τὸ δὲ τῶν
2. σκληρῶν, δι᾿ ὧν καὶ ἡ κίνησις, ἡ προαιρετικὴ ἐπ᾿ αὐτὴν
3. ἀναφέρεται. πρὸς δὲ τῇ ῥίζῃ αὐτῆς ἐμπέφυκεν ἡ ἐπιγλωττὶς,
4. ἥτις ἐν τῷ καταπίνειν ἀνατρέχουσα ἐπιπωματίζει τὸν βρόγχον,
5. ἵνα μή τι τῶν στερεῶν, ἢ ὑγρῶν ἐμπέσῃ εἰς αὐτόν.
6. τῆς δὲ αὐτῆς αἰτίας ἕνεκα καὶ αἱ ἀντιάδες γεγόνασι, τέσσαρες
7. οὖσαι τὸν ἀριθμὸν, δύο μὲν προφανεῖς πρὸς τῇ ῥίζῃ
8. τῆς γλώττης ἑκατέρωθεν, δύο δὲ ἐχόμεναι τούτων ἐνδότεραι.
9. λέγονται δὲ αὗται καὶ παρίσθμια, διὰ τὸ ἐοικέναι τὸ
10. χωρίον ἰσθμῷ εἰς ὅ παράκεινται, μάλιστα δὲ ὅταν φλεγμαίνωσιν.
11. διότι στενοῦσιν ἄγαν τὴν δίοδον ταύτην. ἐπεὶ
12. δὲ δύο ὕλαις διοικεῖται τὸ ζῶον, τροφῇ καὶ πνεύματι, πνεύματος
13. μὲν ὁδοί τε καὶ καταδοχαὶ τάδε, ῥῖνες, στόμα, βρόγχος,
14. τραχεῖα ἀρτηρία, πνεύμων. ῥὶς μὲν καὶ στόμα πρὸς τὸ
15. ἀναπνεῖν, ὁ δὲ γαργαρεὼν, ἵνα μὴ ἀθρόως εἰς τὸν βρόγχον
16. προσεμπίπτῃ ψυχρὸς ἀήρ. ἀρτηρία δὲ τραχεῖα, πάροδός
17. ἐστιν αὐτῷ εἰς τὸν πνεύμονα ἐν τῷ στήθει κείμενον, δι᾿ οὗ
18. καὶ ἡ πᾶσα ἀναπνοὴ γίνεται, διαστελλομένου μὲν, ἵνα δέξηται 
1. συστελλομένου δὲ, ἵνα ἐκπέμψῃ. διὸ καὶ ἔοικε τῇ
2. μὲν ἐνεργείᾳ ταῖς χαλκευτικαῖς φύσαις, τῷ δὲ σχήματι βοὸς
3. ὁπλῆ ἐν πνεύμονι δὲ κατεργασθέντος τοῦ πνεύματος, τὸ
4. μὲν ἀναγκαιότατον εἰς τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας
5. φέρεται, τὸ δὲ ἄχρηστον ἐκπνεῖται δι᾿ ὦν περ εἰσεπνεύσθη.
6. τροφῆς δὲ ἀγγεῖα, τὰ πρὸς ὑποδοχὴν καὶ ὄργανα πρὸς κατεργασίαν
7. τάδε· στόμα μὲν καὶ ὀδόντες, στόμαχος, κοιλία,
8. νῆστις καὶ λεπτὰ ἔντερα. στόμα μὲν καὶ ὀδόντες πρὸς λέανσιν.
9. στόμαχος δὲ πρὸς ὄρεξιν καὶ κατάποσιν. παρατέταται
10. δὲ τῇ τραχείᾳ ἀρτηρίᾳ καὶ διατείνει μέχρι διαφράγματος.
11. κοινὴ δὲ πρὸς πέψιν ἡ γαστήρ. ἄρχεται δὲ ὡς ἀπὸ μέσου
12. τοῦ χόνδρου, ἔνθα στόμα κοιλίας λέγεται, ὑπιοῦσα δὲ τὸ
13. ἧπαρ, τῷ κύτει σιγματοειδὴς οὖσα, ἐπὶ τὰ ἀριστερὰ νεύει,
14. τῷ ἑτέρῳ ἄκρῳ, ἔνθα καὶ ὁ πυλωρός ἐστιν, ἵνα μὴ ἀθρόως
15. διεκπίπτῃ αὐτῆς ἡ τροφή. νῆστις δὲ καὶ λεπτὸν ἔντερον
16. πρὸς ἀνάδοσιν· πολλοὺς δὲ ἑλιγμοὺς ἡ νῆστις ἔχει καὶ συνέχεται
17. τῷ μεσαραίῳ, ἢ μεσεντερίῳ, ὃ ἐξυφαίνουσιν αἱ εἰς
1. αὐτὸν καθήκουσαι φλέβες, δι᾿ ὦν ἡ πλείστη ἀνάδοσις γίνεται
2. ἐπὶ πύλας ἥπατος. συνάπτεται δὲ αὐτῇ τὸ λεπτὸν ἔντερον,
3. ὡς μέρος αὐτῆς δοκεῖν εἶναι· ἔοικε γὰρ νήστει ἡπλωμένῃ.
4. ἑξῆς δὲ τὸ τυφλὸν ἔντερον, πρὸς ὑποδοχὴν τῆς τροφῆς.
5. ἐπὶ δὲ τούτῳ τὸ κῶλον πρὸς ὑποδοχὴν τῶν διακεκριμένων
6. περιττωμάτων ἐκ τῆς ἀναδόσεως, διαβαῖνον
7. δὲ ἐπὶ τὰ δεξιὰ ὑπὲρ ὀμφαλὸν ἐντὸς τοῦ ἥπατος καὶ τοῦ
8. σπληνὸς εἰς τὰ κάτω πάλιν φέρεται διαζῶσαν τὸ ἐπιγάστριον
9. ὅλον καὶ τελευτᾷ κατὰ τὸ ἀπευθυσμένον. δύο τοίνυν
10. πόροι ἀρχόμενοι ἀπὸ τῆς τοῦ στόματος εὐρυχωρίας, ὁ μὲν
11. κατὰ τὸ ἔμπροσθεν τοῦ τραχήλου τέτακται καὶ καλεῖται
12. βρόγχος, ἢ τραχεῖα ἀρτηρία. ὅθεν δὲ ἄρχεται, καθ᾿ ἃ ἀνεστόμωται
13. φάρυγξ λέγεται, ἢ λάρυγξ. συνέστηκε δὲ ὁ πᾶς
14. πόρος, ἐκ χόνδρων οἷον κρικοειδῶν, ἢ κυκλοτερῶν, ἵνα
15. ἀσύμπτωτος μένῃ πρὸς τὸ ἀδιαλείπτως εἰσπνεῖν τὸ ζῶον,
16. διὸ καὶ ἀεὶ ἀναπέπταται αὐτοῦ τὸ στόμα. τροφῆς μὲν γὰρ
17. ἀποσχέσθαι ἐπὶ πλεῖστόν ἐστιν ὑπομένειν, μὴ εἰσπνεῖσθαι
18. δὲ, οὐδὲ τὸ ἀκαριαῖον· διὰ τοῦτο δὲ καὶ καθαρὰν τῷ
1. πνεύματι τὴν δίοδον ταύτην παρέχει, ὅπως μηδέποτε ἐμποδίζῃ
2. τὴν ὁδὸν τῷ πνεύματι. ἀμέλει εἴπου ἐν τῷ τρέφεσθαι
3. λαθὸν παρεμπέσοι τι εἰς αὐτὸν, εὐθὺς βὴξ καὶ πνιγμὸς
4. ἐπακολουθεῖ, ἄχρις οὗ ἐξωθούμενον ὑπὸ τοῦ πνεύματος
5. ἀνενεχθῇ. διαπέμπει δὲ τὸ πνεῦμα ἡ τραχεῖα ἀρτηρία εἰς τὸν
6. πνεύμονα καὶ περαιοῦται εἰς τὰς ἐν αὐτῷ τραχείας ἀρτηρίας,
7. αἳ καὶ αὐταὶ καὶ βρόγχια καλοῦνται. ὁ δὲ στόμαχος ἐνδοτέρω
8. τοῦ βρόγχου ὢν, πρὸς τοῖς σπονδύλοις τοῦ τραχήλου, συμπαρεκτείνεται
9. μὲν τῇ τραχείᾳ ἀρτηρίᾳ ἐπὶ πολὺ, ἀλλ᾿ ὁ μὲν
10. βρόγχος προσκείμενος, ἐν τῷ καταπίνεσθαι τὴν τροφὴν προσανατρέχων,
11. ἐπιπωματίζεται ἀκριβῶς τῇ ἐπιγλωττίδι, ἥτις
12. πέφυκεν ἐκ τῆς ῥίζης τῆς γλώττης. ἡ δὲ ἐπιγλωττὶς οὐ μόνον
13. τὸ στόμα ἐπιπωματίζει, ἀλλὰ καὶ τὴν τροφὴν τὴν ὑπὸ
14. τῆς γλώττης, οἷον ὑπὸ πτύου ἀναλιχμωμένην διαπορθμεύει,
15. ὥσπερ γέφυρα, ἐπὶ τὸν στόμαχον ὑπὲρ τὸ στόμα τοῦ βρόγχου
16. ὑπερθεῖσα αὐτήν. ὁ δὲ στόμαχος φυσικὴν ἐνέργειαν
17. ἔχων τὴν ὀρεκτικὴν δύναμιν διαστέλλεται μὲν ὑπὸ
1. τῆς ὀρέξεως καὶ καταπίνει τὰ εἰσφερόμενα. ἡ δὲ τῷ ὑποκειμένῳ
2. στελλομένη, οἷον ἐκθλίβει καὶ ἀπωθεῖται αὐτὰ ἐπὶ τὰ
3. ὑποκείμενα μέρη ἐκβαλὼν διὰ τοῦ διαφράγματος, συμφυεῖ
4. τῷ στόματι τῆς κοιλίας, δι᾿ οὗ στενοῦ πόρου ὄντος εἰς
5. τὴν γαστέρα τροφὴ παρέρχεται γαστρὸς δὲ, ἡ μὲν φυσικὴ
6. ἐνέργεια πέττει τὴν προσενεχθεῖσαν αὐτῇ τροφήν. πεφθεῖσα
7. δὲ αὐτὴ, πρῶτον μὲν ἔοικεν χυλῷ πτισσάνης. διά τε τοῦ
8. λεγομένου πυλωροῦ ὄντος ἔτι στενωτέρου, διηθεῖται εἰς τὴν
9. νῆστιν ἡ τροφὴ, ἥτις λεπτὸν ἔντερον οὖσα, διὰ τοῦτο ὑπὸ
10. τῆς φύσεως εἰς ἕλικας πλείστας συνετέθη, ὅπως μὴ ῥᾳδίως
11. διακόπτηται, ἢ διασπᾶται. συνέχονται δὲ αἱ ἕλικες αὐτῆς
12. καὶ ὑποβαστίζονται τῷ λεγομένῳ μεσαραίῳ, ἢ μεσεντερίῳ·
13. οὐ μόνον δὲ τὴν χρείαν ταύτην παρέχει τὸ μεσάραιον,
14. ἀλλὰ καὶ τὰς ὑπὸ τοῦ ἥπατος ἐκπεφυκυίας δύο φλέβας,
15. ἔπειτα εἰς πολλὰς ἀποσχίδας διαιρουμένας, αἳ ἐμβάλλουσιν
16. εἰς τὸ μεσάραιον, ὅπως καὶ αὗται μὴ διαῤῥήσσωνται. ἰσχναὶ
17. οὖσαι. ἀλλ᾿ ἀνέχονται ὑπὸ τοῦ ἐνυφασμένου αὐτῷ ὑπερείσματι,
1. συγχρώμεναι τούτῳ καὶ οἷον διαβάθρα κουφιζόμεναι
2. περαιοῦνται καὶ οὕτως ἐπὶ πάσας τὰς ἕλικας τῆς νήστεως
3. ἐοικυίας βδέλλαις, ἀνεστομωμέναι εἰς τὴν νῆστιν, πᾶσαν
4. δέχονται τὴν ἐν αὐτῷ κεχυλωμένην τροφήν. ἅμα δὲ τῷ δέξασθαι
5. εὐθὺς ἐξαιματοῦσιν αὐτὴν χυλὸν ὄντα τὸ πρόσθεν,
6. μέχρις ὅτε ἐν τῇ νήστει ἐστί. οὐδὲ γὰρ ἑτέρωθεν αἵματος
7. ἀγγεῖον, οὔτε φλέγματος, ἢ ἄλλου τινὸς εἶναι περιεκτικὸν,
8. ὁ τῆς φύσεως νόμος διαγορεύει. πάλιν οὖν διὰ τοῦ μεσαραίου
9. αἱ φλέβες αὗται ἐδέξαντο, δύο γενόμεναι ἐκ πολλῶν
10. ἐμβάλλουσιν εἰς τὸ ἧπαρ κατὰ τὰς λεγομένας αὐτοῦ πύλας.
11. ἐν δὲ τῷ ἥπατι ἐξαιματουμένης τῆς τροφῆς, ὁμοῦ διακρίνεται
12. ἕκαστον τῶν περιττωμάτων. καὶ ἡ μὲν ξανθὴ χολὴ
13. ἐπὶ κύστιν τὴν ἐν τῷ ἥπατι φέρεται. ἡ δὲ μέλαινα ἐπὶ
14. σπλῆνα. ἀπὸ δὲ ἥπατος ἐξαιματωθεῖσα ἡ τροφὴ εἰς τὴν
15. δεξιὰν ἀναδίδοται τῆς καρδίας κοιλίαν. ἀπὸ δὲ τῆς καρδίας,
16. διὰ μὲν τῶν σφαγιτίδων, ἐπὶ τὰ ἄνω τὸ αἷμα ἀναδίδοται.
17. διὰ δὲ τῆς κοίλης φλεβὸς, ἐπὶ πάντα τοῦ σώματος τὰ μέρη.
18. ἀπὸ γοῦν τῆς κοίλης φλεβὸς διακρινομένου τοῦ ἐῤῥώδους 
1. ἀπὸ τοῦ αἵματος, ἀποσχίδες ἐπὶ νεφροὺς φέρουσιν, οἳ κεῖνται
2. κατὰ τὴν ὀσφὺν ὑπὸ τὰς ψόας, δι᾿ ὦν διηθεῖται τὸ
3. οὖρον. ἐπὶ τὴν κύστιν δὲ παραγίνεται, διὰ τῶν λεγομένων
4. οὐρητήρων. ἡ δὲ κύστις δέχεται μὲν κατὰ τοῦ σώματος αὐτῆς
5. τὸ οὖρον. ἐκκρίνει δὲ διὰ τοῦ καυλοῦ εἰς τὰ ἐκτός. δίδυμοι
6. δὲ τὴν μὲν σύστασιν ἀδενώδεις, δοχεῖα δέ εἰσιν καὶ
7. ἐργαστήρια τοῦ γόνου, ὃς φέρεται ἐπ᾿ αὐτοὺς διὰ τῶν κρεμαστήρων.
8. καθήκουσι δὲ εἰς αὐτοὺς καὶ ἕτερα ἀγγεῖα τὰ
9. τρέφοντα αὐτούς. περιέχεται δὲ ὑπὸ δύο χιτώνων, τοῦ τε
10. ἐρυθροειδοῦς καὶ τοῦ δαρτοῦ λεγομένου. ἐπὶ δὲ τούτοις ἡ
11. ὀσχή. ταῖς δὲ γυναιξὶν ἡ ὑστέρα ἔοικεν ὀσχῇ ἀνεστραμμένῃ.
12. ἀνεστόμωνται εἰς τὸ ἔνδον αὐτῆς φλέβες, ὡς ὅτι πλεῖσται,
13. δι᾿ ὦν τὸ αἷμα ἀποκαθαίρεται, ὃ ἐν ταῖς συλλήψεσιν ἐπέχεται
14. καὶ χωρεῖ εἰς τροφὴν καὶ διάπλασιν τοῦ ἐμβρύου· ἀπὸ
15. γὰρ τῶν φλεβῶν τῶν πλεκουσῶν τὸ χορίον γενόμεναι δύο
16. φλέβες καὶ ἀπὸ τῶν κατ᾿ αὐτὸ ἀρτηριῶν δύο ἀρτηρίαι καὶ
17. ἀπὸ τῶν νεύρων νεῦρον ἓν συνελθόντα ἀποτελεῖ τὸν οὐραχὸν,
18. ὃς ἐμβάλλει εἰς τοῦ ἐμβρύου τὸν ὀμφαλὸν, ἐξ οὗ καὶ
19. ἐκφύεται καὶ ἀποκρεμᾶται. ἀπὸ δὲ ὀμφαλοῦ αἱ μὲν φλέβες
1. ἐπὶ ἥπατος πύλας τὸ αἷμα διδόασιν ἐπὶ τῶν ἐμβρύων. αἱ δὲ
2. ἀρτηρίαι κατὰ τὴν κύστιν εἰς τὴν παχεῖαν ἀρτηρίαν ἐμβάλλουσι.
3. τὸ δὲ νεῦρον τοῦτο εἰς τὴν ῥάχιν.

Cliquer un n° de page pour en afficher l’image