Pseudo-Galenus. Introductio sive medicus (Medicus. Introd.) [n° 089 Fichtner] [GalLat]

Εἰσαγωγὴ ἢ ἰατρός
Médecin, Introduction
Introduction (Int.)
Introductio seu medicus, 1827, vol. 14, p. 674-797. urn:cts:greekLit:tlg0530.tlg012.verbatim-lat1
Petit, 2009 (fra).

Introductio seu medicus, 12, ed. Kühn, 1827, vol. 14, p. 720-725. urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1:12

4. [Περὶ ὀστεολογίας.] Τῶν δὲ
5. ὀστῶν διττὴ ἡ σύνθεσις, ἡ μὲν πρὸς τὸ κινεῖσθαι καὶ καλεῖται
6. ἄρθρον, ἡ δὲ πρὸς τὸ ἀκίνητον καὶ καλεῖται συνάρθρωσις.
7. εἴδη δὲ ταύτης τρία, ῥαφὴ, σύμφυσις, γόμφωσις,
8. κατὰ ῥαφὴν μὲν οὖν σύγκεινται τὰ ἐκ τῆς κεφαλῆς ὀστᾶ.
9. ῥαφαὶ δὲ εὑρίσκονται ἐπὶ τῶν πλείστων πέντε. στεφανιαία
10. ἡ διὰ τοῦ βρέγματος. ὀβολιαία ἡ διὰ τῆς κορυφῆς. λαμβδοειδὴς,
11. ἡ διὰ ἰνίου κροτάφιαι δύο καθ᾿ ἑκάτερον κρόταφον
12. μία. ὀστᾶ δὲ κρανίου ἑπτά· ἰνίου ἕν· κορυφῆς δύο· κροτάφων
13. δύο· μετώπου ἕν. πολυμόρφου ἕν· ἐκφύσεις δὲ ἔχει ὁ ἐγκέφαλος
14. δύο, ἑκατέρωθεν τῆς παρεγκεφαλίδος, αἳ καλοῦνται κορῶναι.
15. ἐναρμόζονται δὲ εἰς τὰς τοῦ πρώτου σπονδύλου κοιλότητας,
16. ἐν ᾧ καθάπερ ἐπὶ κνώδακος τῆς τοῦ δευτέρου σπονδύλου
17. ἀποφύσεως, ἡ κεφαλὴ εἴς τε τὰ πλάγια ἐπιστρέφεται, ἀνανεύει
18. τε καὶ ἐπινεύει. μετὰ δὲ ταῦτα, αἱ ὀστοειδεῖς ἀποφύσεις
1. καλούμεναι δύο μικρὸν διεστῶσαι, δι᾿ ὧν τένοντες
2. καὶ νεῦρα καταφέρονται· εἶτα ἄλλα δύο ἐπάνω τῶν ἀκουστικῶν
3. πόρων, τὰ ζυγοειδῆ καλούμενα ὀστᾶ· ὑπὸ δὲ ταῦτα
4. λιθοειδῆ ὀστᾶ δύο καὶ ταῦτα. ἔμπροσθεν δὲ αἱ βελονοειδεῖς
5. ἐκφύσεις. ἐγένοντο δὲ εἰς διάστασιν τοῦ φαρυγγέτρου.
6. καὶ λέγεται ὑοειδὲς ὀστοῦν, καθ᾿ ὃ χόνδρῳ συνδεῖται αὐτῶν
7. τὰ ἄκρα. ἐπάνω δὲ τούτων τὰ ἀνώνυμα, ὦν κατὰ τὸ ἔμπροσθεν
8. μέρος κεῖται τὸ πολύμορφον. κατὰ δὲ σύμφυσιν
9. τὰ τῆς ἄνω γνάθου ὀστᾶ σύγκειται. συμφύσεις δὲ ἔχει τὸ
10. πρόσωπον ἐννέα, μίαν μὲν κατ᾿ εὐρυχωρίαν ἑκατέραν
11. τῶν ὀφθαλμῶν τεταγμένην· δύο δὲ ἐκ πλαγίων τῆς
12. ῥινός καὶ ἄλλην μέσην τὴν ῥῖνα ἐπ᾿ εὐθείας τέμνουσαν. δύο
13. δὲ κατὰ μῆλα καὶ δύο κατὰ τῆς ὑπερώας πλαγίας. μίαν δὲ
14. ἐπ᾿ εὐθείας διαιροῦσαν καὶ τέμνουσαν τὴν ὑπερώαν. κοιναὶ
15. δὲ προσώπου καὶ κεφαλῆς αἱ ἐπὶ τῶν ζυγωμάτων. ὀστᾶ δὲ
16. προσώπου δώδεκα, ῥινὸς δύο. ὀφθαλμῶν δύο. μήλων δύο,
17. ὑπερώας τέσσαρα. τὰ τῶν φατνίων δύο, τὰ τοῖς πτερυγίοις
18. ὅμοια. ἡ δὲ κάτω γνάθος κατ᾿ ἐνίους μὲν δύο ἐστὶν ὀστᾶ
1. συμπεφυκότα κατὰ τὸ γένειον· κατ᾿ ἐνίους δὲ ἕν. κατὰ γόμφωσιν
2. δὲ σύγκεινται οἱ ὀδόντες, ἐγγεγόμφωνται γὰρ τοῖς
3. φατνίοις. εἰσὶ δὲ τὸν ἀριθμὸν λβ΄. ἔν τε τῇ ἄνω καὶ κάτω
4. γνάθῳ. τομεῖς ὀκτώ. κυνόδοντες τέσσαρες, μυλίται εἴκοσι.
5. τῶν δὲ ἄλλων ὀστῶν αἱ μὲν κλεῖδες πρὸς μὲν τὸ ἀκρώμιον
6. συμφυεῖς δέδενται, πρὸς δὲ τὸ στέρνον μίγμα ἄρθρου καὶ
7. συμφύσεως δοκοῦσιν ποιεῖσθαι. ἐοίκασι δὲ τῷ σχήματι τῷ
8. ῥωμαϊκῷ σίγμα (S), καὶ αὐτῷ ἡπλωμένῳ. ἑξῆς δὲ πλευραί.
9. δώδεκα γὰρ αἱ πᾶσαι καθ᾿ ἑκάτερον πλευρόν. ἑπτὰ δὲ αὐτῶν
10. πρός τε τοὺς τῆς ῥάχεως σπονδύλους καὶ πρὸς τὸ στέρνον
11. συνάπτουσιν ἑκατέρωθεν. αἱ δὲ λοιπαὶ πέντε τῇ μὲν
12. ῥάχει συμβάλλουσιν ἐκ τῶν ὄπισθεν, κατὰ δὲ τὰ ἔμπροσθεν
13. εἰς ἀλλήλας ἀνανεύουσαι, χόνδρῳ συνδέονται. οἱ δὲ σπόνδυλοι
14. εἰκοσιτέσσαρες μὲν οἱ πάντες. διαιροῦνται δὲ τραχήλου
15. μὲν ἑπτά· νώτου δώδεκα· ὀσφύος δὲ πέντε. ἐπὶ πᾶσι δὲ
16. τὸ ἱερὸν ὀστοῦν, δοκοῦν ἐκ σπονδύλων συγκεῖσθαι συμπεφυκότων
17. ἀλλήλοις. τὸ δὲ στέρνον ὁμοίως καὶ αὐτὸ δοκεῖ ἐκ
18. τῶν ἑπτὰ ὀστῶν συγκεῖσθαι, συμπεφυκότων ἀλλήλοις ἐν τῷ
1. ξιφοειδεῖ σχήματι. βραχίων δὲ ἑκάτερος κατὰ ἄρθρον διήρμοσται
2. τῷ τοῦ ὤμου. ἐμβάλλει δὲ τῇ ἑαυτοῦ κεφαλῇ
3. πλαγίως εἰς τὴν κοιλότητα τῆς ὠμοπλάτης. ἐπίκεινται δὲ
4. αἱ ὠμοπλάται μυσὶν τοῖς ὑπεστρωμένοις ταῖς πλευραῖς ἐκ
5. τῶν ὄπισθεν. πῆχυς δὲ καὶ κερκὶς παράκεινται μὲν ἀλλήλοις
6. κατὰ σύμφυσιν, συμβάλλουσιν δὲ καὶ τοῦ βραχίονος
7. τῇ ἑτέρᾳ κεφαλῇ κατ᾿ ἄρθρον. τρισὶ μὲν γὰρ ἑαυτοῦ κονδύλοις
8. εἰς τὴν σιγματοειδῆ τοῦ πήχεος ἀναγλυφὴν ἐναρμόζεται
9. ὁ βραχίων. τῷ δὲ τετάρτῳ κονδύλῳ ὡς περὶ κνώδακα
10. ἡ κερκὶς περιστρέφεται. καρποῦ δὲ τὰ ὀστᾶ τρία μὲν ὄντα
11. πρὸς μὲν ἄλληλα συμφύσει δέδενται· πρὸς δὲ πῆχυν καὶ
12. κερκίδα κατ᾿ ἄρθρον διήρμοσται. τὰ δὲ τοῦ μετακαρπίου
13. πέντε ἐστὶν· ἄρθρον δὲ καὶ αὐτὰ ποιεῖ πρὸς τὰ τοῦ καρποῦ,
14. πρὸς ταῦτα γὰρ συμπέφυκε. τὰ δὲ τοῦ καρποῦ πρὸς
15. μὲν αὐτὰ καὶ πρὸς τὰ τοῦ μετακαρπίου συμφύσει συνέχεται,
16. πρὸς δὲ τὰς πρώτας τῶν δακτύλων σκυταλίδας κατ᾿
17. ἄρθρον συμβάλλονται. δακτύλων δὲ σκυταλίδες μὲν καθ᾿
18. ἕκαστον τρεῖς, κατ᾿ ἄρθρον δὲ ἡ σύνθεσις αὐτῶν. μηροῦ δὲ 
1. ἓν μὲν ὀστοῦν. συμβάλλει δὲ ἐπικεκαμμένῃ μετρίως τῇ κεφαλῇ
2. αὐτοῦ εἰς βαθεῖαν κοτύλην τοῦ ἰσχίου καὶ νεύρῳ
3. ἀπήρτηται ἐκφυομένῳ ἐκ μέσης τῆς κοτύλης καὶ ἐμφυομένῳ
4. εἰς μέσην τὴν κεφαλὴν τοῦ μηροῦ. τὰ δὲ ἰσχία δύο
5. ὄντα ὀστᾶ, ἐκ μὲν τῶν ὄπισθεν κατὰ σύμφυσιν παράκεινται
6. τῷ ἱερῷ ὀστῷ· ἐκ δὲ τῶν ἔμπροσθεν ἀλλήλοις, ἔνθα
7. καὶ ἥβης ὀστᾶ καλεῖται. κνήμης δὲ ἑκατέρας, δύο μὲν τὰ
8. ὀστᾶ, τότε τῆς κνήμης καὶ τὸ τῆς περόνης. οὐκ ἐξικνεῖται δὲ
9. ἡ περόνη πρὸς τὸ κατὰ γόνυ ἄρθρον, ἀλλὰ μόνον τὸ τῆς
10. κνήμης ἄκρον, τέσσαρας ἔχον ἐν αὐτῷ ἐπιπολαίους τύπους,
11. εἰς οὓς ὑποδέχεται τοὺς τοῦ μηροῦ κονδύλους δύο ὄντας.
12. ἐπίκειται δὲ αὐτοῖς ἡ ἐπιγονατὶς, ἐκ τῶν ἔμπροσθεν ὀστάριον
13. στρογγύλον, ὑπόπλατυ οἷον ἀσπιδίσκιον συνέχον αὐτῶν
14. τὴν συμβολὴν, διὰ τὸ ἐπιπολαίως συνηρθρῶσθαι. τῆς δὲ
15. περόνης τὸ μὲν ἄνω ἄκρον συμπέφυκε κατὰ τοῦ ἀντικνημίου
16. ὑπὸ τὴν ἐπίφυσιν, κατὰ δὲ τὰ σφυρὰ ἐπὶ πέρατα τοῦ ἀντικνημίου
17. καὶ τῆς περόνης, πρὸς μὲν ἄλληλα συνδεῖται νευροχονδρώδει
18. δεσμῷ. ἐπιβέβηκε δὲ τῷ ἀστραγάλῳ, ἐντὸς
19. αὐτοῦ συνέχον τὰ ὀστᾶ. ὁ δὲ ἀστράγαλος κατὰ μῆκος τοῦ
1. ποδὸς κείμενος τῇ μὲν περόνῃ ἐπιβέβηκε καὶ συνήρμοσται
2. ἀκινήτως. τοῖς δὲ τῆς κνήμης ὀστοῖς καὶ τῷ σκαφοειδεῖ κατὰ
3. τὰ ἐμπρόσθια αὐτοῦ μέρη συμβάλλει κατὰ ἄρθρον. τὸ
4. δὲ σκαφοειδὲς καθὰ μὲν συμβάλλει τῷ ἀστραγάλῳ κεκοίλωται,
5. ὡς σκαφοειδὲς δοκεῖν εἶναι. ἐκ δὲ τοῦ ἀντικειμένου
6. κυρτὸν ὂν ἔχει τρίβους τρεῖς, αἷς δέχεται τὰ χαλκοειδῆ
7. ὀστᾶ τρία ὄντα· τὸ δὲ κυβοειδὲς ἔξωθεν μὲν τὴν θέσιν
8. ἔχει· συνήρθρωται δὲ πρὸς τὸ σκαφοειδὲς καὶ τὴν πτέρναν.
9. ἔχει δὲ καὶ ἔκφυσιν ἐκ τῶν κάτω εἰς τὸ ἔμπροσθεν, ὑφ᾿ ἣν
10. ὑπελήλυθε τοῦ ταρσοῦ τὸ ὀστοῦν, πρὸς τὸ ἀνέχειν αὐτό.
11. εἶτα τὸ καλούμενον πεδίον ἐκ πέντε καὶ αὐτὸ συγκείμενον
12. ὀστῶν· εἶτα ἐφεξῆς εἰσιν οἱ πέντε δάκτυλοι τοῦ ποδὸς, ἐκ
13. τριῶν ἅπαντες φαλάγγων, ὁμοίως τοῖς κατὰ τὰς χεῖρας συγκείμενοι
14. πλὴν τοῦ μεγάλου, μόνος γὰρ αὐτὸς ἐκ δύο ἐγένετο.
15. συνάγουσι δὲ τὰς μὲν τούτων διαρθρώσεις ὑμενώδεις τινὲς
16. σύνδεσμοι, τὰς δὲ κατὰ τὸν ἀστράγαλόν τε καὶ τὴν πτέρναν
17. ἰσχυροί τε πάνυ καί τινες ἐξ αὐτῶν στρογγύλοι τε ἅμα καὶ νευροχονδρώδεις.

Cliquer un n° de page pour en afficher l’image