Pseudo-Galenus. Introductio sive medicus (Medicus. Introd.) [n° 089 Fichtner] [GalLat]

Εἰσαγωγὴ ἢ ἰατρός
Médecin, Introduction
Introduction (Int.)
Introductio seu medicus, 1827, vol. 14, p. 674-797. urn:cts:greekLit:tlg0530.tlg012.verbatim-lat1
Petit, 2009 (fra).

Introductio seu medicus, 13, ed. Kühn, 1827, vol. 14, p. 725-759. urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1:13

18. [Περὶ χυμῶν τε καὶ δυνάμεων καὶ
1. νόσων καὶ διαφορῶν αὐτῶν καὶ αἰτιῶν καὶ θεραπειῶν.]
2. Οἱ δὲ ἐν τῷ σώματι χυμοὶ ἐκ πρώτης γενέσεως τέσσαρες
3. ὄντες συμμιγεῖς μέν εἰσιν ἀλλήλοις καὶ ἀνακεκραμένοι τῷ
4. σώματι. πλεονάζει δὲ ἄλλος ἐν ἄλλῳ μᾶλλον τόπῳ, τὸ μὲν
5. αἷμα ἐν καρδίᾳ, τὸ δὲ φλέγμα ἐν τῇ κεφαλῇ· ἡ ξανθὴ δὲ
6. χολὴ ἐν ἥπατι· καὶ ἡ μέλαινα ἐν σπληνὶ. τοῦ δὲ ἐμφύτου
7. πνεύματος διττὸν εἶδος. τὸ μὲν φυσικὸν, τὸ δὲ ψυχικόν. εἰσὶ
8. δὲ οἳ καὶ τρίτον εἰσάγουσι, τὸ ἑκτικόν. ἑκτικὸν μὲν οὖν
9. ἐστι πνεῦμα, τὸ συνέχον τοὺς λίθους. φυσικὸν δὲ τὸ τρέφον
10. τὰ ζῶα καὶ τὰ φυτά. ψυχικὸν δὲ τὸ ἐπὶ τῶν ἐμψύχων
11. αἰσθητικά τε ποιοῦν τὰ ζῶα καὶ κινούμενα πᾶσαν κίνησιν.
12. ἵδρυται δὲ ἐν τοῖς ζώοις· ἐκ γὰρ τῶν τριῶν συνέστηκε τὰ
13. ζῶα. τὸ μὲν οὖν ψυχικὸν ἐν τῇ κεφαλῇ κατῴκισται. τὸ δὲ
14. φυσικὸν ἐν καρδίᾳ. τὸ δὲ ἑκτικὸν ἐν παντὶ τῷ σώματι. φυσικαὶ
15. μὲν οὖν εἰσιν ἐνέργειαι, ἀπὸ πρώτης γενέσεως κύησις
16. καὶ διάπλασις, ἐπὶ δὲ τῶν ἀποτεχθέντων ὄρεξις καὶ κατάποσις,
17. ἡ ἐν τῷ στομάχῳ πέψις, ἀνάδοσις, ἐξαιμάτωσις, διάκρισις,
18. θρέψις, αὔξησις. διακρίνεται δὲ ἐν τῷ σώματι σκύβαλον,
1. φλέγμα, χολαὶ, οὖρον, ἱδρῶτες, μύξαι, σίαλον, γάλα.
2. ψυχικαὶ δὲ δυνάμεις, αἴσθησίς τε καὶ προαίρεσις. αἰσθήσεις
3. μὲν οὖν εἰσι πέντε, ἃς τὰ ζῶα παρέχει διὰ τῶν τοῦ σώματος
4. ὀργάνων, ὅρασις, ἀκοὴ, γεῦσις, ὄσφρησις καὶ ἁφή. προαιρεῖται
5. δὲ ἡ ψυχὴ, τὰ μὲν ἄνευ τοῦ σώματος λογιζομένη,
6. ἢ ἐνθυμουμένη· μετὰ δὲ τοῦ σώματος προαιρεῖται, κινοῦσα
7. αὐτὸ πρὸς ὑποδοχήν τινων, ἢ ἔκκρισιν, ἢ τὴν κατὰ τόπους
8. κίνησιν· ἡ δὲ ἀναπνοὴ σύνθετός τις ἐνέργεια δοκεῖ εἶναι,
9. πὴ μὲν κατὰ προαίρεσιν, πὴ δὲ ἀπροαιρέτως καὶ φυσικῶς
10. γενομένη, ὡς ἐν τοῖς ὕπνοις. ὑγιαίνει τοίνυν ὁ ἄνθρωπος,
11. τῶν μὲν πρώτων ἐξ ὧν συνέστηκε τῶν στοιχείων καὶ τῶν
12. δευτέρων ἐξ ὧν διεπλάσθη τῶν τεσσάρων χυμῶν, ποσότητός
13. τε συμμέτρως ἐχόντων πρὸς ἄλληλα καὶ ταῖς ποιότησιν
14. εὐαρμόστως· τῶν δὲ στερεῶν σωμάτων, ἐξ ὧν σύγκειται,
15. μήτε διαιρουμένων, μήτε καταπυκνουμένων, μήτε
16. ἐξισταμένων ἐκ τῆς αὐτῶν χώρας. τῶν δὲ πνευμάτων μήτε
17. ἐπιτεινομένων ἄγαν, ὡς ἐπὶ τῶν φρενιτικῶν, μήτε ἐκλυομένων,
18. ὡς ἐπὶ τῶν ληθαργικῶν, ἢ ἐπὶ τῶν ἐν καρδιακῇ
1. διαθέσει ὄντων· τούτοις γὰρ τὸ ἑκτικὸν πνεῦμα ἔοικεν
2. ἐκλύεσθαι. ἐν ὑγείᾳ δὲ συντηρητέον τὸν ἄνθρωπον, τοῖς τε
3. συνήθεσι γυμνασίοις χρώμενον καὶ τροφαῖς ταῖς κατὰ χώραν
4. ἐν ἑκάστῃ ὥρᾳ τετηρημέναις, τὸ πλῆθος αὐτῶν μόνον
5. φυλαττόμενον, ἐξ οὗ ἀπεψίαι γίνονται, ἀφ᾿ ὧν αἱ νόσοι
6. συνίστανται. προφυλακτέον δὲ τὰς νόσους μελλούσας γίνεσθαι
7. ἢ ἔσεσθαι. εἰ μὲν ἐκ πλήθους, ἀποσιτίαν παραλαμβάνειν,
8. ἢ κάθαρσιν, ἢ φλεβοτομίαν· εἰ δὲ ἀπὸ καμάτου
9. καὶ ἐνδείας, ἀναπαῦσαι καὶ ὑποθρέψαι σύμφορον. αἱ δὲ
10. νόσοι γίνονται πᾶσαι καθ᾿ Ἱπποκράτην αἱ μὲν ἔξωθεν ἐκ
11. τοῦ περιέχοντος, αἱ δὲ ἔσωθεν ἐκ τῶν διαιτημάτων, ἃ
12. προσφερόμεθα, ὑφ᾿ ὧν ἢ πλεονάζει τις τῶν τεσσάρων χυμῶν,
13. ἢ ἐλλείπει, ἢ κατὰ ποιότητα μεταβάλλει. ὑπὸ δὲ τούτων
14. καὶ τὰ ἔμφυτα πνεύματα ἃ μὲν ἐπιτείνεται ἄγαν, ἃ
15. δὲ χαλᾶται εἰς ὑπερβολήν. τὰ δὲ στερεὰ σώματα καὶ ἔνδοθεν
16. καὶ ἔξωθεν πολλὰς αἰτίας ἔχει τοῦ ὑπομένειν πλείονα
17. πάθη. κατὰ δὲ Ἐρασίστρατον καὶ Ἀσκληπιάδην, ὡς ἐπίπαν
18. μίαν αἰτίαν ἐπὶ πάσης νόσου, καθ᾿ ὃν μὲν ἡ παρέμπτωσις 
1. εἰς τὰς ἀρτηρίας τοῦ αἵματος· καθ᾿ ὃν δὲ ἡ ἔκτασις
2. τῶν ὄγκων ἐν τοῖς ἀραιώμασιν. σημεῖα δὲ πλήθους νοσοποιοῦντος,
3. κύρτωσις ἀγγείων καὶ ἔρευθος ἐπὶ τὸ πρόσωπον
4. καὶ ὄγκος ὅλου τοῦ σώματος καὶ τῶν σφυγμῶν τὸ μέγεθος
5. μετὰ εὐτονίας. ἐνδείας δὲ οὔσης σύμπτωσις τοῦ ὄγκου
6. καὶ ἰσχνότης περὶ τὸ πρόσωπον καὶ μικροσφυξία μετ᾿
7. ἀτονίας. τὸν μὲν οὖν πυρετὸν οἱ παλαιοὶ πάθος, αὐτὸν
8. καθ᾿ αὑτὸν ἡγοῦνται. Ἐρασίστρατος δὲ καὶ τῶν νεωτέρων
9. τινὲς ἐπιγένημα. πυρετὸς δέ ἐστι τροπὴ ἐμφύτου θερμοῦ
10. ἐπὶ τὸ καυσωδέστερον, διὰ τὸ ἔνδον ἀποστρέφεσθαι καὶ ἐμποδίζεσθαι
11. διαπνεῖν. σημειούμεθα δὲ τοὺς πυρέττοντας ἐκ
12. τῆς θερμῆς τῆς ἐπιτεταμένης καὶ ἀπροΐτου οὔσης καὶ τῶν
13. σφυγμῶν ἐν ἀρχῇ μὲν εἰσβολῆς ἀμυδρᾶς καὶ ἀνωμάλου κινήσεως
14. μετὰ πυκνότητος, ἐν ἀκμῇ δὲ σφοδροτάτης μετὰ
15. ἐπάρσεως καὶ τάχους ὑπερβάλλοντος. κατὰ δὲ τοὺς νεωτέρους
16. ἡ ἐκ βάθους ἀναφερομένη θερμασία πλείων τῆς κατὰ
17. φύσιν, δακνώδης καὶ δριμεῖα καὶ ἐπίμονος, μετὰ τῆς τῶν
18. σφυγμῶν πυκνότητός τε καὶ σκληρότητος οὖσα, τὸν πυρετὸν
19. ἀφορίζει. εἴδη δὲ πυρετῶν κατὰ πάντας δύο, ὅ τε συνδεχὴς
1. καὶ διαλείπων. συνεχὴς μὲν οὖν ἐστιν ὁ εἰς ἀπυρεξίαν,
2. πρὶν τελέως λυθῆναι τὸ νόσημα, μὴ παυόμενος. πάλιν
3. δὲ τοῦ διαλείποντος εἴδη εἰσὶν ἓξ κατὰ τοὺς ἀρχαίους,
4. ἀμφημερινὸς, τριταῖος, τεταρταῖος, πεμπταῖος, ἑβδομαῖος,
5. ἐναταῖος. ἀμφημερινὸς μὲν οὖν ἐστιν ὁ καθ᾿ ἑκάστην ἢ
6. νύκτα, ἢ ἡμέραν ἐπισημαίνων, ἢ ἀνϊέμενος. τριταῖος δὲ ὁ
7. παρὰ μίαν. τεταρταῖος δὲ ὁ παρὰ δύο. πεμπταῖος δὲ ὁ παρὰ
8. τρεῖς. ἑβδομαῖος ὁ παρὰ πέντε. ἐναταῖος ὁ παρὰ ἑπτά. ὁ
9. ἡμιτριταῖος γὰρ ὅτε μὲν ἐν συνεχείᾳ ἐπιφαίνεται, ὅτε δὲ ἐν
10. τοῖς διαλείπουσι τάττεται. τῶν δὲ ἄλλων νοσημάτων εἴδη
11. δύο, εἴτε σὺν πυρετοῖς εἴη εἴτε ἄνευ πυρετοῦ. τὰ μὲν γάρ ἐστιν
12. ὀξέα, τὰ δὲ χρόνια. ὀξέα μὲν οὖν ἐστι τάδε, φρενῖτις, καῦσος,
13. συνάγχη, πλευρῖτις, περιπνευμονία, καρδιακὴ διάθεσις,
14. ἴκτερος, χολέρα, εἰλεὸς, κωλικὴ διάθεσις, ἀποπληξία, τέτανος,
15. ὀπισθότονος ἐμπροσθότονος. τὰ μὲν οὖν ὀξέα ὡς ἐπίπαν
16. ὑπό τε αἵματος καὶ χολῆς ξανθῆς συνίσταται, πλεοναζόντων
17. ἔν τισι μέρεσι τοῦ σώματος, ἐν οἷς νοσοποιοῦσιν ἐκτρεπομένων
18. ἐπὶ τὸ κάκιον, τὰ δὲ χρόνια ὑπὸ φλέγματος καὶ μελαίνης
1. χολῆς ὁμοίως, ἢ πληθυνόντων πολὺ παρὰ τὸ κατὰ
2. φύσιν, ἢ μεταβαλλόντων ἐπὶ τὸ δριμύτατον. θεραπευτέον δὲ
3. τοὺς ἐκ πλήθους νοσοῦντας, κατὰ μὲν δίαιταν ἀφαιροῦντά
4. τε τὸν ἐκ πλήθους νοσοῦντα, ἢ δι᾿ ἀσιτίας, ἢ διὰ καθάρσεως,
5. ἢ διὰ φλεβοτομίας. προστιθέντα δὲ καὶ προσφέροντα
6. τοῖς ἐξ ἐνδείας εἰς τὴν νόσον ἐμπεσοῦσιν, οἷς δὲ ἀπεψία
7. καὶ δριμύτης ὑγρῶν αἰτία ἐστὶ, συμπέττειν δεῖ ταῖς ἐπιβροχαῖς
8. καὶ τοῖς καταπλάσμασι, κατακεραννύναι δὲ τὰ δριμέα
9. καὶ εὐχύλοις καὶ ὑγραινούσαις τροφαῖς χρῆσθαι. οἱ δὲ
10. καιροὶ τῶν βοηθημάτων ἔν τε ὅλῳ τῷ νοσήματι καὶ ταῖς
11. μερικαῖς ἐπισημασίαις εἰσὶ τέσσαρες, ἀρχὴ, ἀνάβασις, ἀκμὴ,
12. παρακμή. ἐν ἀρχῇ μὲν ὅλου τοῦ νοσήματος ἀποσιτία ἁρμόζει
13. μέχρι τῆς διὰ τρίτης. ἐφ᾿ ὧν δὲ καὶ ἀρχὴ παντὸς μέχρι
14. τῆς διὰ τρίτης. φλεβοτομίαν δὲ ἐν ἀρχῇ μὲν κρίνουσιν
15. οἱ νεώτεροι, μέχρι τῆς διὰ τρίτης, οἱ δὲ παλαιοὶ καὶ μετὰ
16. τὴν τρίτην παραλαμβάνουσιν, ἐὰν τὰ τῆς δυνάμεως ὑφεστήκῃ
17. καὶ τὸ νόσημα ἀπαιτῇ. τροφῆς δὲ καιρὸς μετὰ τὴν
18. διάτριτον κατὰ τοὺς νεωτέρους, κατὰ δὲ τοὺς παλαιοὺς οὐκ
1. ἐπὶ πάντων, ἀλλ᾿ ἐπὶ τῶν ἐκ πλήθους νοσούντων καὶ ἐπὶ
2. νέων καὶ ἐπὶ πρεσβυτέρων. ἐπὶ δὲ παιδίων ἀπ᾿ ἀρχῆς τρέφουσιν
3. καὶ ἐφ᾿ ὦν ἔθος τοιοῦτον, ἢ διὰ χώραν, ἢ διὰ τὸ
4. περιέχον. πρὸ δὲ τῆς τροφῆς τῶν μετὰ τὴν πρώτην διάτριτον
5. ἐπιβροχαῖς χρηστέον τῆς κεφαλῆς καὶ τῶν μέσων.
6. ταῖς δὲ ἑξῆς καταπλάσμασι καὶ κλύσμασι. τὰς δὲ οὖν
7. ἐμβροχὰς ἀεὶ καὶ τὰς ἐπὶ τῶν μέσων θερμὰς παραληπτέον
8. καὶ ἁπλᾶς ἑψοῦντας κύμινον ἢ ξυλάνηθον, τὰς δὲ ἐπὶ κεφαλὴν
9. θερμὰς μὲν ἐπὶ ληθάργου καὶ πάσης καταφορᾶς, ἐμψυχούσας
10. δὲ ἐπὶ φρενιτίδων καὶ ἐπὶ παντὸς πυρετοῦ ὀξέος·
11. τῶν δὲ καταπλασμάτων τὰ μὲν διὰ μόνου μέλιτος καὶ
12. ἐλαίου κατασκευάζεται καὶ καλεῖται μαλακτικὰ, τὰ δὲ δι᾿
13. ὑδρελαίου, ἅπερ ὀνομάζουσιν ὠμὴν λύσιν, τὰ δὲ ἐμπασσόμενα
14. τούτοις, οἶά ἐστι γύρις καὶ λινόσπερμον καὶ τῆλις. οἱ
15. δὲ κλυσμοὶ δι᾿ ὑδρελαίου καὶ μέλιτος καὶ ἁλῶν καὶ νίτρου
16. βραχέος. καιρὸς δὲ τούτων ὁ πρὸ τῆς τροφῆς ἐν ἀνέσει
17. τῶν ἐπισημασιῶν καὶ παρακμῇ. ἐπὶ δὲ τῶν συνεχῶν ὁ
18. ὄρθρος. φρενῖτις μὲν οὖν ἐστιν ἔκστασις διανοίας μετὰ παρακοπῆς
19. σφοδρᾶς καὶ χειρῶν ἀλόγου περιφορᾶς καὶ κροκυδισμοῦ
1. καὶ καρφολογίας καὶ πυρετοῦ ὀξέος. γίνεται δὲ ἐξ
2. αἰτίας ὡς ἐπὶ πολὺ χολῆς. συνίσταται δὲ περὶ ἐγκέφαλον,
3. ἢ μήνιγγας, ἢ ὥς τινες λέγουσι περὶ φρένας, ὃ διάφραγμα
4. καλεῖται. θεραπεία δὲ ἁρμόδιος ἥδε. εἰ μὲν προγνοίη τις
5. ἐν ἀρχῇ διὰ φλεβοτομίας καὶ σικύας, ἀφαίρεσις δὲ καὶ
6. κλυσμὸς καὶ ἀποσιτία ἁρμόδιος. ἐνστάντος δὲ τοῦ πάθους
7. ἐπιβροχαὶ καρωτικαὶ τε καὶ ὑπνωτικὰ ἐπιχρίσματα καὶ τροφαὶ
8. ὑγραίνουσαι. ὁ δὲ καῦσος εἶδος μέν ἐστι πυρετοῦ, τέτακται
9. δὲ ὑπὸ μὲν Ἱπποκράτους ἐν τοῖς ὀξέσιν, ὡς τεταρταῖος
10. ἐν τοῖς χρονίοις, ὑπὸ δὲ τῶν νεωτέρων οὐκ ἔτι. συνίσταται
11. δὲ ἐκ χολῆς, οὐκ ἄγαν ξηρᾶς περὶ τὰ φλεβία, τὰ
12. κατὰ τὸ ἧπαρ. θεραπεύεται δὲ φλεβοτομίᾳ ἐν ἀρχῇ καὶ ψυχροῦ
13. δόσει ἐν ἀκμῇ, ἢ πόμασιν ἐμψύχουσιν, ἢ ἐπιθέσεσιν,
14. οἷόν ἐστι τὸ δι᾿ ὑδρελαίου ζεστοῦ. κυνάγχη δὲ καὶ συνάγκη
15. φλεγμοναί εἰσι περὶ τὸν τράχηλον, ἡ μὲν περὶ τὸ ἐντὸς αὐτοῦ
16. ὀξέως πνίγουσα, ἡ κυνάγκη· ἡ δὲ συνάγκη εἰς τὰ ἐκτὸς
17. μᾶλλον νεύουσα καὶ διὰ τοῦτο ἦττον πνίγουσα καὶ ἦττον
18. κινδυνώδης ἐστί. γίνεται δὲ ἑκάτερον πάθος ἢ ὑπὸ 
1. χολῆς, ἢ ὑπὸ φλέγματος ἁλμυροῦ. συνίσταται δὲ ὁτὲ
2. μὲν σὺν πυρετῷ ὀξεῖ, ὁτὲ δὲ χωρὶς πυρετοῦ. θεραπεία δὲ
3. ἡ μὲν γενναιοτάτη καὶ ὀξυτάτη εὐθὺς ἐν ἀρχῇ διὰ φλεβοτομίας,
4. μετὰ δὲ ταῦτα διὰ τῶν ἀποφλεγματιζόντων φαρμάκων
5. καὶ τῶν ἔξωθεν ἐπιτιθεμένων κηρωτῶν. Ἀσκληπιάδης
6. δὲ ἐπὶ τῶν ἄκρως πνιγομένων καὶ λαρυγγοτομεῖ. πλευρῖτις
7. δέ ἐστι φλεγμονὴ περὶ τὸ πλευρὸν ἐκ τῶν ἔνδον, μετὰ πυρετοῦ
8. ὀξέος καὶ ἀλγημάτων σφοδρῶν καὶ βηχός. γίνεται δὲ
9. ὑπὸ χολῆς μάλιστα. θεραπεία δὲ ἐν ἀρχῇ μὲν φλεβοτομία,
10. εἶτα ἡ διὰ τῶν καταπλασμάτων καὶ ξηρῶν πυριῶν, οἷον
11. κέγχρων καὶ ἁλῶν· τρίτη ἡ διὰ τῶν ἀνακαθαιρόντων ἔνδοθεν
12. φαρμάκων πλευριτικῶν ἐπιγραφομένων. φυλάττεσθαι δὲ
13. ἐπὶ τούτων τὰς τῆς κοιλίας ῥύσεις. ἡ δὲ περιπνευμονία
14. τοῖς μὲν δοκεῖ φλεγμονὴ βαρεῖα εἶναι περὶ πνεύμονα καὶ τῷ
15. βάρει τοῦτο διαδείκνυται. τοῖς δὲ οὐ δοκεῖ ὁ πνεύμων δύνασθαι
16. φλεγμαίνειν, τὰ πλησίον δὲ αὐτοῦ φασὶν ἐν τοιαύτῃ
17. διαθέσει γινόμενα οὕτως ὀνομάζεσθαι αὐτὴν ποιεῖ. συνίσταται
18. δὲ τὸ πάθος τοῦτο μετὰ πυρετοῦ ὀξέος καὶ ὑπὸ
1. τῶν αὐτῶν αἰτίων ὧν ἡ πλευρῖτις· κατὰ δέ τινας ὑπὸ
2. φλέγματος. θεραπεία δὲ τὰ πολλὰ ὁμοία τῇ πλευρίτιδι. ἡ
3. δὲ καρδιακὴ διάθεσις οὐκ ἀπὸ τοῦ περὶ καρδίαν εἶναι τὸ
4. πάθος οὕτως ὠνομάσθη, ἀλλ᾿ ἐπεὶ καρδίαν οἱ παλαιοὶ τὸν
5. στόμαχον ἐκάλουν. τούτου δὲ ἀναλυομένου ἐν πυρετῷ ὀξεῖ
6. συμβαίνει τοὺς κάμνοντας διαφορεῖσθαι. γίνεται δὲ τὸ πάθος
7. ὡς ἐπὶ τὸ πολὺ μὲν ἐκ τῶν ἀμέτρων ἀποσιτιῶν, ἢ
8. ἐκ φλεβοτομίας ἀκαίρου, ἤ τινος ἀφαιρέσεως ἀλόγου
9. παραληφθείσης. διὸ τροφῆς δέονται τῆς εὐαναδότου καὶ
10. ἀναθερμαινούσης, ὥσπερ δι᾿ οἴνου καὶ χιόνος καὶ τῶν στερεῶν
11. ὅσα τροφιμώτερα καὶ τὸν στόμαχον τονοῦν δυνάμενα.
12. ἔστι δὲ ὅτε καὶ φλεγμαινόντων τῶν ἔνδον, μάλιστα δὲ τοῦ
13. ἥπατος, τοῦτο γίνεται, ὅτε τοὐναντίον, ἀφαιρέσεως δεῖται
14. καὶ καταπλάσεως τῆς ἐπὶ τῶν φλεγμαινόντων. ἴκτερος δέ
15. ἐστιν ἀνάχυσις χολῆς εἰς τὴν ἐπιφάνειαν, ὁτὲ μὲν σὺν πυρετῷ
16. ὀξεῖ, ὁτὲ δὲ καὶ ἄνευ πυρετοῦ, μετὰ ἐγκαύσεως τῶν
17. ἔνδον καὶ κακοστομαχίας. δεῖται δὲ, εἰ μὲν τὰ μέσα φλεγμαίνει,
18. καταπλασμάτων πρῶτον καὶ εἰ πλῆθος ὑποκέοιτο φλεβοτομίας,
1. εἰ δὲ μὴ, τῶν τὴν χολὴν κενούντων ἢ διὰ κοιλίας
2. καὶ ἐντέρων, ἢ δι᾿ οὔρων, ἢ διὰ ῥινῶν, ἢ δι᾿ ἱδρώτων.
3. ἡ δὲ χολέρα διττή ἐστι καθ᾿ Ἱπποκράτην, ἡ μὲν ὑγρὰ, ἣν
4. καὶ πολλοὶ ἴσασι μετ᾿ ἐκκρίσεως σφοδρᾶς καὶ χολώδους καὶ
5. κάτωθέν τε καὶ ἄνωθεν καὶ στροφῶν χαλεπῶν μετὰ τῶν
6. ἐπιγινομένων σπασμῶν καὶ συνολκῶν κατὰ τὰς γαστροκνημίας
7. μάλιστα· ἐπιμέλεια δὲ ἐπιβροχῶν μὲν θερμῶν κατὰ
8. τῶν συνελκομένων· καὶ λουτροῦ μετὰ τὴν ἀποκάθαρσιν καὶ
9. τροφῆς εὐδιοικήτου τε καὶ εὐανοδότου καὶ εὐστομάχου. τὸ
10. δὲ ἕτερον εἶδος ξηρὰν χολέραν καλεῖ ὁ Ἱπποκράτης, ὑπὸ
11. μὲν τοῦ αὐτῷ αἰτίου γινομένην καὶ περὶ τὰ αὐτὰ συνισταμένην,
12. ἄνευ μέντοι ῥύσεως κοιλίας καὶ ἐμέτων. διὸ καὶ
13. δεῖται προανέσεως τε καὶ διὰ καταπλασμάτων καὶ οὐ προσφορᾶς,
14. ἀλλὰ τοὐναντίον ἐνδείας. εἰλεὸς δὲ καὶ κωλικὴ διάθεσις
15. φλεγμοναί εἰσιν ἐντέρων, ἡ μὲν τοῦ λεπτοῦ, ἡ δὲ
16. τοῦ κώλου. διὸ καὶ ἀποκλείεται τά τε διαχωρήματα καὶ αἱ
17. φῦσαι ἐνειλούμεναι τοῖς ἐντέροις, τῷ μὴ ἔχειν τὴν ἔξοδον,
1. ἀλγήματα σφοδρὰ παρέχουσι καὶ στρόφους. ὀξύτερον δὲ καὶ
2. τῇ διαθέσει καὶ τοῖς συμπτώμασιν ὁ εἰλεὸς καὶ κινδυνωδέστερος.
3. ἔμετοί τε γίνονται τῶν εἰλεωδῶν, τοῖς ἐσχάτως ἔχουσιν
4. ἑκάτερον τὸ πάθος. ἐν ἀρχῇ μὲν ·φλεβοτομίᾳ ὁ εἰλεὸς
5. μάλιστα ἰᾶται, τὰ πολλὰ δὲ ἀσιτίαις καὶ καταπλάσμασι τοῖς
6. ἀνιεῖσι καὶ λύουσι τὰς φλεγμονάς. ἐνεργέστερον δὲ βοηθεῖ
7. τὰ ἔνδοθεν ἐνιέμενα κωλικὰ φάρμακα. τῶν τε γὰρ ἀλγημάτων
8. ῥύεται καὶ ὕπνον ἐπάγει καὶ τὴν διαχώρησιν κινεῖ.
9. ἀποπληξία δὲ γίνεται μὲν διὰ πλῆθος ὑγρῶν παχέων, ἐμφραττόντων
10. τὰ ἀπὸ τῆς κεφαλῆς ἀγγεῖα, τὰ διαδιδόντα εἰς
11. πᾶν τὸ σῶμα τὴν αἴσθησιν καὶ τὴν κίνησιν, διὸ καὶ ἀναίσθητοι
12. καὶ ἄφωνοι καὶ ἀκίνητοι γίνονται ἀπόπληκτοι. λέγει
13. δὲ Ἱπποκράτης περὶ τοῦδε τοῦ πάθους. ἀποπληξίην ἰσχυρὴν
14. μὲν λύειν ἀδύνατον, ἀσθενέα δὲ οὐ ῥηΐδιον. φλεβοτομεῖν δὲ
15. εὐθὺς τοὺς κεκρατημένους, ἐὰν καὶ τὰ τῆς ἡλικίας συνᾴδῃ
16. καὶ ἡ δύναμις ὑπακούῃ. τέτανος δὲ καὶ ὀπισθότονος καὶ
17. ἐμπροσθότονος περὶ τὰ νεῦρα πάθη. εἶδος δέ ἐστιν ἑκάτερον
18. σπασμοῦ τῶν ἀπὸ τῆς κεφαλῆς νεύρων, δι᾿ ὧν τὴν
1. κίνησιν διαδίδωσιν εἰς τὸ σῶμα. γίνεται δὲ δι᾿ ἔμφραξιν
2. ὑγρῶν παχέων τῶν νεύρων, ὁτὲ μὲν εἰς τοὔπισθεν, ὥστε
3. μὴ συννεύειν, καὶ καλεῖται ὀπισθότονος, ὁτὲ δὲ τῶν εἰς τὸ
4. ἔμπροσθεν, ὥστε μὴ ἀνανεύειν, καὶ καλεῖται ἐμπροσθότονος,
5. ὁτὲ δὲ ἐπ᾿ εὐθείας, ὥστε μὴ συγκάμπτεσθαι, καὶ τέτανος
6. προσωνόμασται. θεραπεύεται δὲ ὑπὸ φλεβοτομίας, εἰ
7. πλῆθος ὑπόκειται, ὡς ὁ παρ᾿ Ἱπποκράτει καταπεσὼν καὶ
8. τὴν κεφαλὴν τραυματισθείς. ἰᾶται δὲ αὐτοὺς καὶ ψυχροῦ
9. πολλοῦ κατάχυσις, θέρους ὥρᾳ μάλιστα, εἰ μὴ ἰσχνὸς, ἀλλ᾿
10. εὔσαρκος εἴη ὁ πάσχων. θέρμης γὰρ ἐπανάκλησιν ποιεῖται.
11. ὡς δὲ οἱ πολλοὶ χρῶνται κηρώμασι τοῖς ἠρέμα θερμαίνουσι
12. καὶ χαλῶσι καὶ ἀλείμμασι τοῖς ὁμοίοις καὶ ἐρίων
13. ἠλαιωμένων ἐπιθέσει καὶ πυρίαις καὶ καταπλάσμασι θερμοῖς.
14. χρόνια δὲ πάθη περὶ τὰ ἐντὸς συνίσταται τάδε. κεφαλαία,
15. ἐπιληψία, ἴλιγγοι, σκοτώματα, μανία, μελαγχολία,
16. λήθαργος, κόρυζα, βράγχος, κατάῤῥους, αἵματος ἀναγωγὴ,
17. ἐμπύημα ἐν θώρακι, φθίσις, ἀπόστημα ἐν μεσοπλευρίῳ, ἀπόστημα
18. ἐν κατακλεῖσιν, ἡπατικὴ διάθεσις, τεινεσμὸς, δυσεντερία, 
1. ἕλμινθες αἱ πλατεῖαι, ἕλμινθες αἱ στρογγύλαι, ἀσκαρίδες,
2. ἰσχιὰς, ἀρθρῖτις, ποδάγρα, ἐλεφαντίασις. δοκεῖ δὲ τῶν
3. ἐκτὸς εἶναι. τῶν οὖν χρονίων κεφαλαία ἐστὶ κεφαλῆς ἄλγημα
4. ἐνδιάθετον περιοδικῶς ἐνίοτε, τὰ πολλὰ κινούμενον, ὑπὸ
5. φλέγματος γινόμενον, ὁτὲ δὲ εἰς ἕν μέρος τῆς κεφαλῆς τὸ
6. ἄλγημά ἐστι καὶ καλεῖται ἑτεροκρανία· ἴασις δὲ ἀμφοτέρων
7. δι᾿ ἀφαιρέσεως αἵματος, ἢ διὰ σικύας ἐπὶ τὸ ἰνίον καὶ
8. ἀποφλεγματισμοῦ καὶ διὰ κοιλίας κάθαρσιν καὶ ἐπιθεμάτων,
9. ὅσα ἀναγράφεται ἐν καταπλάσματος τρόπῳ, ἢ ἐν μαλάγμασιν,
10. ἢ ἐπιχρίσμασιν, τὸ δὲ τελευταῖον σιναπισμῷ ἀναξηραίνεται
11. τὸ αἴτιον. ἐπιληψία δὲ, ἣν καὶ ἱερὰν νόσον καλοῦσι,
12. συνίσταται μὲν περὶ τὰς ἀρχὰς τῶν ἀπὸ κεφαλῆς νεύρων,
13. δι᾿ ὧν ἡ αἴσθησις καὶ ἡ κίνησις εἰς πᾶν τὸ σῶμα διαδίδοται.
14. αἰτία δὲ τοῦ πάθους, ὡς ὁ Πλάτων καὶ Ἱπποκράτης
15. φασὶ, φλέγμα καὶ χολὴ μέλαινα, διὸ καταπίπτουσιν οἱ τῷ
16. πάθει ἐχόμενοι, ἐμφραττομένων αὐτοῖς τῶν ὁδῶν τῆς τε
17. αἰσθήσεως καὶ τῆς κινήσεως, ἀφρῶσι δὲ διὰ τὸν κλόνον
18. τῶν ὑγρῶν, ὃς γίνεται ἀπὸ τοῦ σπασμοῦ τῶν νεύρων, διὸ
1. ἔστιν ὅτε καὶ οὖρον ἐκκρίνουσιν ἀπροαιρέτως. ἰᾶται δὲ τὸ
2. πάθος ἐπὶ μὲν τῶν πρὸ ἥβης παίδων, ἡ φύσις ἐκλάμψασα
3. περὶ ἥβην καὶ κρίσιν τοῦ νοσήματος ἐργασαμένη, τῷ ἐμφύτῳ
4. θερμῷ ἀναξηράνασα τὰ αἴτια. τοῖς δὲ μετὰ τὴν ἥβην
5. δυσίατον, ἢ καὶ ἀνίατον τὸ πάθημα. τὰ δὲ σκοτώματα καὶ
6. αἱ ἴλιγγες συγγενῆ ἐστιν τῆς ἐπιληψίας καὶ ὑπὸ
7. τῶν αὐτῶν αἰτίων γινόμενα καὶ περὶ τὰ αὐτὰ χωρία συνιστάμενα.
8. ἐπιπολαία μέντοι ἡ κατασκευὴ αὐτῶν καὶ οὐκ ἐνδιάθετος,
9. διὸ καὶ εὐιατοτέρα καθάρσεσι ταῖς ἀπὸ κοιλίας,
10. μάλιστα τῇ ἱερᾷ, ἔπειτα ἀποφλεγματισμοῖς καὶ ἐμέτοις ἐν
11. κύκλῳ παραλαμβανομένοις, τοῖς μὲν ἀπὸ δείπνου, τοῖς δὲ
12. νήστεσιν. ἐπὶ πᾶσι δὲ κατορθοῦται ἑλλεβόρῳ. τῆς δὲ περὶ
13. τὴν διάνοιαν ἐκστάσεως, δύο μὲν τὰ ἐξέχοντα εἴδη μανία
14. τε καὶ μελαγχολία. πολλαὶ δὲ καὶ ἐν τούτοις αἱ διαφοραὶ,
15. ἀκατωνόμαστοι οὖσαι. συνίσταται μὲν οὖν περὶ κεφαλὴν πᾶσαν
16. ἔκστασις διανοίας. αἰτία δὲ τῆς μὲν μανίας ξανθὴ
17. χολή. διὰ τοῦτο ταραχώδεις καὶ ἔκφοροι καὶ πρόχειροι ὑβρισταί
18. τε οἱ τούτῳ ἐχόμενοι τῷ πάθει. τῆς δὲ μελαγχολίας
1. αἰτία μέλαινα χολὴ, ψυχρότερος χυμὸς καὶ ζοφώδης. διὸ
2. ζοφοειδεῖς τέ εἰσι καὶ δύσθυμοι οἱ τοιοῦτοι. ὕποπτοι δὲ εἰς
3. πάντα καὶ μισάνθρωποί τε καὶ ἐρημίαις χαίροντες, οἷος ὁ
4. Βελλοροφόντης ἱστορεῖται.
5. Ἤ τοι ὁ καππεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο,
6. Ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων.
7. ἴασις δὲ διὰ καθάρσεως τῶν ἀπὸ κοιλίας καὶ μάλιστα ἡ δι᾿
8. ἐμέτων. ἐπὶ πᾶσι δὲ ἑλλέβορος ἑκάτερος λύσις. ὁ δὲ λήθαργος
9. ἐναντίον πάθος ἐστὶ τῇ φρενίτιδι. καταφορὰ γάρ ἐστι
10. βαθεῖα καὶ δυσανάκλιτος. οἱ κάμνοντες ἐπιλανθανόμενοι πάντων
11. ὅσα λέγουσι. ταῦτα δὲ ἐν πυρετῷ αὐτοῖς συνεδρεύει.
12. τόπος μὲν οὖν τοῦ πάθους ἡ κεφαλή. περὶ γὰρ μήνιγγας
13. αὐτῆς συνίσταται. αἴτιον δὲ τούτου φλέγμα, χυμὸς ψυχρὸς,
14. καὶ τῇ ψύξει καὶ τῇ ὑγρότητι εἰς ὕπνον αὐτοὺς κατάγον.
15. θεραπεία δὲ ἁρμόδιος, ἡ ὑπεναντία τῇ φρενίτιδι,
16. ἀνάτριψις τῶν ἄκρων, διά τινων δριμέων καὶ νυσσόντων,
17. ὀσφραντῶν τε προσαγωγαὶ ἀνεγειρόντων. τροφαί τε ὁμοίως
1. διαχέουσαι καὶ τέμνουσαι τὸ φλέγμα, ἐπιβροχαί τε τῆς
2. κεφαλῆς διὰ τῶν ἀναξηραινόντων καὶ καταπλάσματά ἐστιν
3. ὅπου κατὰ τῶν μέσων. πολλάκις γὰρ ταῦτα φλεγμαίνοντα
4. πιέζει καὶ τὴν ἐν τῇ κεφαλῇ ἀρχὴν εἶναι νεύρων. κόρυζα δὲ
5. καὶ βράγχος καὶ κατάῤῥους ἀπὸ κεφαλῆς μὲν ἄρχεται τὰ
6. πάθη πληρουμένης, εἶτα κατασταζούσης, ὁτὲ μὲν εἰς ῥῖνας,
7. καὶ καλεῖται κόρυζα, ὁτὲ δὲ εἰς βρόγχον, καὶ βράγχος ὀνομάζεται
8. τὸ πάθος, ὁτὲ δὲ εἰς θώρακα, καὶ κατάῤῥους λέγεται.
9. εὐίατον μὲν οὖν καὶ πρόσκαιρον ἡ κόρυζα· δεύτερον ὁ
10. βράγχος. ὀλιγοσιτίαι γὰρ καὶ θερμαὶ τροφαὶ καὶ σιτώδεις
11. ἐρύσαντο πολλάκις τῶν παθῶν. δυσίατον δὲ ὁ κατάῤῥους καὶ
12. πολλάκις ἀνίατος. ἐκ γὰρ κατάῤῥου δριμέος καὶ ἁλμυροῦ
13. διεσθιομένων τῶν σωμάτων αἵματος ἀναγωγὴ γίνεται. αἰτίαι
14. δὲ αἵματος ἀναγωγῆς τρεῖς· ἢ γὰρ κατ᾿ ἀνάβρωσιν τῶν
15. ἀγγείων, παραῤῥέοντος τοῦ αἵματος εἰς τὴν τραχεῖαν ἀρτηρίαν,
16. ἀνάγεται διὰ τοῦ στόματος, ἢ διὰ δύναμιν ῥήξεως
17. γενομένης, ἢ δι᾿ ἀσθένειαν καὶ ἀτονίαν τῶν ἀγγείων οὐ
18. στεγόντων, ἀλλ᾿ ἀνεστομωμένων διαπηδῶντος τοῦ αἵματος.
1. διαφέρει δὲ αἵματος ἔκκρισις καὶ αἵματος ἀναγωγή. ἡ μὲν
2. γὰρ ἢ ἀπὸ πνεύμονος ἢ ἀπὸ τῆς τραχείας ἀρτηρίας γίνεται·
3. ἡ δὲ ἀπὸ στομάχου καὶ τὸ αἷμα μελάντερον φαίνεται,
4. τὸ δὲ ἀπὸ θώρακος ξανθότερον καὶ ἀφρίζον, ἔπειτα τῷ τὸ
5. μὲν μετὰ βηχὸς ἀνάγεσθαι, τὸ δὲ ἄνευ βηχός. πολλάκις δὲ
6. καὶ ἀπὸ κεφαλῆς διὰ τῶν τῆς ὑπερώας τρημάτων εἰς τὸ
7. στόμα καταφερόμενον τὸ αἷμα, ἀναγωγῆς φαντασίαν παρέχει
8. οὐκ οὖσαν. τόποι δὲ ἔξ ὧν κυρίως τὸ αἷμα ἀνάγεται
9. τρεῖς, πρῶτος μὲν τὸ φαρύγετρον, καὶ ἀκινδυνοτέρα καὶ εὐιατοτέρα
10. ἐντεῦθεν ἡ τοῦ αἵματος ἀναγωγή, δεύτερος ἀπὸ
11. τῆς τραχείας ἀρτηρίας, καὶ δυσίατος αὕτη ἡ διαφορὰ καὶ
12. κινδυνώδης, τρίτος ἡ ἀπὸ τοῦ πνεύμονος πασῶν δυσιατοτέρα
13. καὶ κινδυνωδεστέρα, ἐφ᾿ ἧ μάλιστα καὶ τὸ ἐμπύημα
14. καὶ ἡ φθίσις, ὥς φησιν Ἱπποκράτης. ἐφ᾿ αἵματος πτύσει
15. πύου πτύσις· ἐπὶ πύου πτύσει φθίσις· ἐπὶ φθίσει θάνατος.
16. δοκεῖ δέ τισι καὶ ἀπὸ πλευροῦ αἷμα ἀνάγεσθαι. ἀμφίβολος
17. δὲ οὗτος ὁ τρόπος. ἴασις δὲ αἵματος ἀναγωγῆς ἐπισχεθῆναι
18. τὸ αἷμα, ἢ διὰ φλεβοτομίας μετοχετεύσαντα καὶ 
1. μάλιστα ἐπὶ τῶν νέων, ἢ διὰ ὀξυκράτου στήσαντα, ἢ
2. ἀποσιτίᾳ μειώσαντα τὸ πλῆθος, ἢ διά τινος τῶν ἁπλῶν
3. φαρμάκων, οἷον ἀκακίας, ὑποκυστίδος, βαλαυστίου, ἀρνωγλώσσου
4. χυλοῦ καὶ τῶν ὁμοίων. ἐμπυήματος δὲ ἴασις
5. ἡ μὲν παλαιὰ διὰ καυστηρίων ἀναξηραινόντων τὸν
6. θώρακα καὶ εἰς τὰ ἐκτὸς μεταῤῥευματίσαι, ἡ δὲ νεωτέρα
7. συμπεπᾶναι τοῖς τε καταπλάσμασι καὶ τοῖς ἐκλεικτοῖς,
8. ἔπειτα ἀνακαθᾶραι ταχέως τοῖς διὰ στόματος
9. διδομένοις φαρμάκοις, πρὶν ἢ καθαιρεθῆναι τὸ σῶμα. ἐπιγράφεται
10. δὲ τὰ φάρμακα ἰδίως, πρὸς ἐμπυικούς. τὰ δὲ ἐν
11. μεσοπλευρίοις συνιστάμενα ἐμπυήματα τεμνόμενα ἰδίως
12. πρὸς μοτὸν ἔχει τὴν ἔκκρισιν τοῦ ὑγροῦ· ἡ γὰρ ἀθρόα
13. ἀναιρεῖ. γίγνεται δὲ ἐμπυήματα καὶ ὑπὸ τὸ διάφραγμα, ἃ
14. λέγουσιν ἐν κατακαλύψει ἀποστήματα, οὐχ ὁμοίως κινδυνώδη,
15. οὐδὲ δυσίατα, τὰ πολλὰ ἐντὸς ῥηγνύμενα ταύτῃ ἐκκρίνεται,
16. ἢ διαιρουμένων τῶν ἐκτὸς σωμάτων. ἱστορεῖ δὲ Διοκλῆς
17. καὶ τὰ ἐν θώρακι ἐμπυήματα, ἔστιν ὅτε συῤῥηγνύμενα
18. εἰς τὴν ἐπὶ νεφροὺς καὶ κύστιν φέρουσαν ἀρτηρίαν, ταύτῃ
1. ἀποκρίνεσθαι σὺν τοῖς οὔροις. φθίσις μὲν κυρίως
2. λέγεται ἡ ἐν πνεύμονι, ἢ εἰς τὸν θώρακα ἐπὶ τῶν ἐμπυημάτων
3. σύντηξις τοῦ σώματος. δυσίατον δὲ τὸ πάθος, ἢ
4. καὶ ἀνίατον. γαλακτοποσία τε ἐν αὐτῇ τῇ ἀκμῇ καὶ τόποι
5. ξηρότεροι καὶ τῆς Αἰγύπτου τὰ ἄνω καὶ ἡ Λιβύα ἰῶνται
6. μάλιστα τὸ πάθος. λέγεται δὲ καὶ ἰσχιαδική τις φθίσις ὑπὸ
7. Ἱπποκράτους, ἡ ἐπὶ τοῖς περὶ τὸ ἱερὸν ὀστοῦν ἐμπυήμασι
8. σύντηξις τοῦ σώματος. ὁμοίως δὲ καὶ ἡ νεφριτική. αἱ δὲ
9. περὶ τὸ ἧπαρ καὶ σπλῆνα φλεγμοναὶ, εἰ μὲν εἰς ἐμπύημα
10. μεταβάλλοιεν, συντήκουσι καὶ αὗται μετρίως τὸ σῶμα. εὐιατότερα
11. δὲ ταῦτα τὰ ἐμπυήματα τῶν ἐν πνεύμονι καὶ
12. ἀκινδυνότερα. εἰ δὲ μὴ μεταβάλλοιεν, ἀλλ᾿ ἄπεπτοι μένοιεν
13. αἱ φλεγμοναὶ καὶ σκιῤῥώδεις καχεξίας ἐπιφέρουσαι τῷ σώματι
14. καὶ τελευτῶσαι ὕδρωπας ἐπιφέρουσι. μέχρι δὲ ἁπλαῖ
15. φλεγμοναί εἰσιν, ἡ μὲν περὶ ἧπαρ πυρετοὺς ἐπιφέρει συνεχεῖς,
16. ἡ δὲ περὶ σπλῆνα τεταρταίους ὡς ἐπὶ τὸ πολύ.
17. αἰτία γὰρ τοῦ τύπου τούτου μέλαινα χολὴ, ἧς ἀγγεῖον ὁ
18. σπλὴν, ὅθεν ἴαμα τεταρταίου, πρὸ μὲν τοῦ ῥίγους, πυριῶντα
1. τὰ ἄκρα διὰ τὴν ψυχρότητα τοῦ χυμοῦ, ἐν δὲ τοῖς
2. διαλείμμασιν ἡ δι᾿ ἐμέτων ἀγωγή. ὑδρώπων δὲ τριττὸν
3. εἶδος κατὰ τοὺς νεωτέρους, ὁ μὲν ἀσκίτης, ὁ δὲ τυμπανίτης,
4. ὁ δὲ ὑποσαρκίδιος. κατὰ δὲ Ἱπποκράτην δύο φύσεις.
5. ὁ γὰρ ἀσκίτης καὶ ὁ τυμπανίτης τῆς αὐτῆς ἰδέας ἐστί. ἐφ᾿
6. ἑκατέρᾳ γὰρ παρέγχυσίς ἐστιν τῆς ἐξυδαρουμένης τροφῆς
7. εἰς τὸν μεταξὺ τόπον τῶν τε ἐντέρων καὶ τοῦ περιτοναίου·
8. ἀλλ᾿ ἐπὶ μὲν τοῦ ἀσκίτου πλεῖον τὸ ὕδωρ, ἔλαττον τὸ
9. πνεῦμα. ἐπὶ δὲ τοῦ τυμπανίτου πλεῖον τὸ πνεῦμα, ἔλαττον
10. τὸ ὑγρόν. ὁ δὲ ὑποσαρκίδιος κατὰ πᾶν ἐστὶ τὸ σῶμα ἀνάλυσις
11. τῶν στερεῶν σωμάτων εἰς ὕδατος φύσιν. τοῦτον καὶ
12. Ἱπποκράτης ἀνίατόν φησιν. καλεῖται δὲ καὶ λευκοφλεγματίας.
13. αἰτία δὲ παντὸς ὑδέρου, ὡς μὲν Ἐρασίστρατός φησιν,
14. φλεγμονὴ ἥπατος, ἢ σπληνὸς χρονισθεῖσα καὶ σκιῤῥωθεῖσα.
15. ἐμποδίζουσα γὰρ τῆς τροφῆς τὴν ἐν τοῖς σπλάγχνοις
16. τούτοις κατεργασίαν τε καὶ ἀνάδοσιν εἰς πᾶν τὸ σῶμα
17. ἐξυδαρεῖ αὐτὴν, καταψυχθεῖσα δὲ παρεγχεῖται μεταξὺ ἐντέρων
18. καὶ περιτοναίου. κατὰ δὲ Ἱπποκράτην καὶ αὐτὴ μὲν
1. ἀνίατος· εἰ δὲ καὶ ἄνευ φλεγμονῆς γινόμενον ὕδερον καὶ
2. μάλιστα τὸν ὑποσαρκίδιον τοῦ ἐμφύτου θερμοῦ καταψυχομένου
3. καὶ οὐκ ἔτι κρατοῦντος τὴν ἐν τοῖς ἀγγείοις τροφὴν,
4. διὸ καταψυχόμενον τὸ αἷμα ἐξυδαροῦται καὶ παραῤῥεῖ διὰ
5. τῶν φλεβῶν, ὡς ἐκ τῶν ἀσκῶν, τὸ ἔλαιον διαπηδήσει. μέχρι
6. μὲν γὰρ ἐν ταῖς φλεψὶν αἷμά ἐστιν, ἀκριβῶς ὑπὸ τοῦ
7. σώματος τῶν φλεβῶν συνέχεται. ὅταν δὲ ἡ ἐν αὐτῷ λιπαρότης
8. πλεονάσῃ, ὡς ἐπὶ τῶν πιμελῶν, παρεγχεόμενον τοῦτο
9. πιμελὴν ποιεῖ. ἢ ἐξυδαρούμενον τὸ αἷμα, ἢ μὴ στεγνόμενον
10. διαῤῥεῖ, ἢ εἰς τὸν μεταξὺ τόπον τῶν ἐντέρων καὶ τοῦ περιτοναίου,
11. ἢ κατὰ πᾶν τὸ σῶμα. ἴασις δὲ τῶν δύο ἑτέρων
12. ὑδρώπων, ἢ διὰ μαλαγμάτων ἀναξηραινόντων, ἢ διὰ φαρμάκων
13. διουρητικῶν, ἢ διὰ καθαρτικῶν ὑπηλάτων. νεφροὶ δὲ
14. πεπονθότες ἀλγήματα μὲν σφοδρὰ ἐπιφέρουσιν, δυσδιάκριτος
15. δὲ ἐπ᾿ αὐτῶν ὁ πεπονθὼς τόπος διὰ τὸ συμπεφυκέναι
16. αὐτὸν τοῖς ἔξωθεν σώμασι καὶ ἐπικεῖσθαι τὸ κῶλον αὐτοῖς·
17. διὸ ἐν πυήσει γινόμενοι φαντασίαν παρέχουσι φλεγμονῆς,
18. ἤ τοι περὶ τὰ ἐκτὸς ἢ κωλικῆς διαθέσεως. πολλάκις δὲ
1. καὶ κώλῳ συμπάσχουσιν οἱ νεφροί. πάθη δὲ συνίστανται
2. περὶ νεφροὺς ταῦτα, φλεγμονὴ, ἕλκωσις, λιθίασις, πάρεσις.
3. φλεγμονῆς μὲν οὔσης, οὐδὲν διασημαίνει δι᾿ οὔρων·
4. ἀλλὰ μᾶλλον ἀλγήματα ἐπιφέρει, οὐκ ἀκριβῶς ἐπιφαίνοντα
5. τὸν πρωτοπαθοῦντα τόπον δι᾿ ἃ ἔφαμεν. δυσπαραμύθητοι
6. δὲ αἱ ὀδύναι, οὔτε καταπλάσμασιν εἴκουσαι, οὔτε τῇ διὰ
7. σικύας ἀφαιρέσει ἐνδιδοῦσαι, μόνον δὲ εἴπερ τοῖς ἔνδοθεν
8. διδομένοις τισὶ νεφριτικοῖς φαρμάκοις. εἰ δὲ ἕλκωσις εἴη,
9. ὅτε μὲν πυώδη διὰ τῶν οὔρων ἀποκρίνεται, ὅτε δὲ αἱματώδη.
10. λιθιάσεως δὲ οὔσης, ὁτὲ μὲν αἱματώδη ἀποκρίνεται,
11. τραχυνομένων τῶν σωμάτων ὑπὸ τοῦ λίθου, ὁτὲ δὲ ψαμμία
12. ὑφίστανται τῷ οὔρῳ, εἰ εὔθρυπτος εἴη ὁ λίθος, ἢ καὶ
13. γενέσεως ἀρχὴν ἔχοι. ἐπὶ δὲ παρέσεως αἱματῶδες τὸ οὖρον
14. ἀποδίδοται, ὡς ἂν οὐ διακρινόμενον. περὶ δὲ τὴν κύστιν
15. ταῦτα συνίσταται τὰ πάθη, πάρεσις, πιτυρίασις, λιθίασις,
16. ἕλκωσις, περὶ τὸν τράχηλον μάλιστα. ἐπισυμβαίνει δὲ τούτοις
17. ἰσχουρία, στραγγουρία, δυσουρία, ἀπό τε τούτων καὶ
18. ἐξ ἄλλων αἰτίων. φλεγμονὴν μὲν οὖν δηλοῖ τὰ περὶ τὸ ἐφήβαιον 
1. ἀλγήματα καὶ δυσχέρεια περὶ τὴν τοῦ οὔρου ἔκκρισιν.
2. λύει δὲ φλεγμονὴν κύστεως κατάπλασμα καὶ ἐπιβροχαὶ καὶ
3. ἔνδεια τροφῆς. εἰ δὲ ὑπερβάλλοι καὶ ἀφαίρεσις αἵματος διὰ
4. φλεβοτομίας. ἕλκωσιν δὲ σημαίνει, ποτὲ μὲν αἱματώδη ἐκκρινόμενα,
5. ποτὲ δὲ πυώδη, ἔστι δὲ ὅτε μυξώδη καὶ τὰ περὶ
6. τὸ ἐφήβαιον ἀλγήματα. ἴασις δὲ διὰ τῶν ἐπιθεμάτων καὶ
7. μάλιστα γλυκυχυμία καὶ εὔχυμος τροφὴ προσφερομένη. καὶ
8. τὰ ἔνδοθεν διδόμενα πρὸς ἕλκωσιν κύστεως καὶ τὸ Βισσίνου
9. φάρμακον. πάρεσιν δὲ κύστεως, δηλοῖ μὲν καὶ ἡ τῶν οὔρων
10. ἀπροαίρετος ἔκκρισις. δυσίατον δὲ, ἢ καὶ ἀνίατον τὸ πάθος.
11. λίθον δὲ ἐν κύστει ὄντα, σημειοῦνται μὲν ἀκριβέστατα
12. οἱ δάκτυλοι καθιέμενοι εἰς τὸ ἀπευθυσμένον ἐπὶ τῆς
13. ἕδρας, ὥς τε ἐπικάμπτεσθαι τὸν λιχανὸν δάκτυλον ἐπὶ τὸν
14. μέσον τοῖς ἄκροις καὶ ἐπὶ τὸ ἔμπροσθεν ἐπὶ τὴν κύστιν,
15. ἔνθα καὶ ἐντυγχάνουσι τῷ λίθῳ ἐμπλέοντι καὶ ἀναφέρουσιν
16. αὐτὸν εἰς τὸν τράχηλον τῆς κύστεως. λίθων δὲ διαφοραὶ
17. πλείονες· οἱ μὲν γὰρ αὐτῶν προσφυεῖς, οἱ δὲ ἀπόλυτοι, καὶ
18. οἱ μὲν εὔθραυστοι, οἱ δὲ δύσθραυστοι. δυσίατοι μὲν οὖν
1. ὡς ἐπὶ τὸ πολὺ οἱ προσφυεῖς. τῶν δὲ ἄλλων τοὺς μὲν εὐθραύστους,
2. τὰ φάρμακα δύνανται διαλύοντα ἐκκρίνειν. τοὺς
3. δὲ στερεοὺς καὶ δυσλύτους οἱ χειρουργοὶ κομίζονται, διαιροῦντες
4. τῆς κύστεως τὸ σαρκοειδὲς τοῦ τραχήλου. ἰσχουρία
5. μὲν οὗν ἐστιν ἡ τελεία ἐποχὴ τῶν οὔρων. στραγγουρία δὲ,
6. ἡ κατὰ στράγγα οὔρησις. καὶ δυσουρία τὸ αὐτὸ τοῦτο μόνον
7. ποιοῦσα, δυσχέρειαν τοῦ ἀπουρεῖν. γίνεται δὲ ταῦτα
8. διὰ πολλὰς αἰτίας, ὁτὲ μὲν διὰ τὸν λίθον ἐσφηνωμένον τῷ
9. τραχήλῳ τῆς κύστεως καὶ τελέως ἐμφράττοντα τὸν πόρον
10. ἢ ἔνδον τι καταλιπόντα ἢ ἐννηχόμενον τῇ κύστει. γίνεται
11. δὲ ἰσχουρία διὰ φλεγμονὴν κύστεως ὑπερβάλλουσαν καὶ διὰ
12. πλήρωσιν ἄμετρον, οὐ δυναμένης περισταλῆναι τῆς κύστεως
13. καὶ διὰ δριμύτητα τῶν οὔρων τοῦ τραχήλου ἀκριβῶς συστελλομένου
14. τῇ δήξει καὶ διὰ θρόμβον αἵματος ἀποκλείοντα
15. τὴν δίοδον καὶ διὰ παχύτητα οὔρων προσισχομένων. πεπεμμένων
16. οὖν τῶν ἐκκρινομένων ὄντων, τὴν τοιαύτην παχύτητα
17. ἀποσπᾶσθαι χρὴ, τὸν δὲ θρόμβον διαλύειν τοῖς δυναμένοις
1. τήκειν. τὴν δὲ πλήρωσιν κενοῦν τῷ Ἐρασιστρατείῳ
2. καθετῆρι. ἔστι δὲ οὗτος προσεοικὼς τῷ ῥωμαϊκῷ σίγμα
3. σ, ἡ δὲ περὶ κοιλίαν καὶ ἔντερα ἀρχὴ, ὁ στόμαχός ἐστι
4. καὶ κατὰ φύσιν ἐχόντων καὶ παρὰ φύσιν διατιθεμένων.
5. στομάχου τοίνυν παθήματα φλεγμονὴ, ἕλκωσις, αἵματος
6. ἀναγωγὴ, ἐμπνευμάτωσις, πλάδος, ἀνορεξία, ἀκράτεια τῶν
7. προσφερομένων. φλεγμονὴν μὲν οὖν σημαίνει τὸ ἄλγημα
8. ἐγκείμενον. ἐπιμέλεια δὲ δι᾿ ἐπιβροχῶν καὶ καταπλασμάτων
9. καὶ τροφῶν σιτωδῶν καὶ εὐδιοικήτων. ἕλκωσιν
10. δὲ ἐν στομάχῳ δηλοῖ ἰδίως σῆψις καὶ δῆξις καὶ δυσκαταποσία.
11. ἴασις δὲ διά τε τῶν ἔξωθεν ἐπιτιθεμένων καὶ διὰ
12. τροφῶν εὐχύλων, αἷμα δὲ ἀπὸ στομάχου ἀναγόμενον ἐπέχει
13. διδόμενα, τὰ πρὸς αἵματος ἀναγωγὴν τὴν ἀπὸ θώρακος, τὰ
14. προγεγραμμένα. ἐμπνευμάτωσιν δὲ διαλύουσι στομάχου αἱ
15. ἐξόποροι καὶ ὅσα ἐρυγὴν κινεῖ. πλάδον δὲ ἀναξηραίνει, ξηροφαγία
16. τε καὶ ἀψινθίου πόσις. ἀνορεξία δὲ ἡ μέν τις γίνεται
17. διὰ φλέγμα παρακείμενον καὶ δεῖ ἀναξηραίνειν τὸ
18. αἴτιον, ἢ διὰ χολὴν ἐπιπολάζουσαν καὶ δεῖ ἀνακαθαίρειν
1. τὸν στόμαχον, ἢ ἀδυνατοῦντα τὴν φυσικὴν ἐνέργειαν ἀποδιδόναι
2. τὴν ὀρεκτικὴν, ὡς καὶ ὀφθαλμοὺς ἀμβλυωπεῖν δι᾿
3. ἀτονίαν τοῦ ὁρατικοῦ πνεύματος. πρὸς δὲ τὴν τοιαύτην ἀνορεξίαν
4. χρὴ τὰ προκλητικὰ καὶ ὑπομνηστικὰ τῆς ὀρέξεως
5. προσφέρειν. ἀκρατὴς δὲ γίνεται ὁ στόμαχος τῶν προσφερομένων
6. καὶ διὰ πλάδον, μάλιστα δὲ δι᾿ ἀτονίαν καὶ ἀσθένειαν,
7. ὡς καὶ χεὶρ παρειμένη οὐκ ἴσχει ὧν ἂν ἐφάπτηται.
8. χρὴ οὖν τονοῦν αὐτὸν καὶ ἰσχυροποιεῖν, τότε ὅλον τὸ σῶμα
9. ἀνατρέφειν. περὶ δὲ κοιλίαν γίνεται μὲν πολλὰ τῶν περὶ
10. τὸν στόμαχον πλὴν τῆς ἀνορεξίας. τὸ δὲ μὴ πέπτειν τὰ
11. σιτία ἴδιον αὐτῆς καὶ τὰ πλεῖστα περὶ αὐτὴν γίνεται, ᾧ
12. πάθος ἕπεται ἡ διάῤῥοια. τὰ μὲν οὖν ἄλλα ὁμοίως ἰατέον
13. τοῖς περὶ τὸν στόμαχον. τὴν δὲ διάῤῥοιαν ἀκριβῶς ἐξεταστέον,
14. δι᾿ ἣν αἰτίαν ἀπεπτηθείσης τῆς τροφῆς γίνεται. καὶ
15. εἰ μὲν διὰ φλεγμονὴν, καταπλάττειν καὶ ἐπιβρέχειν, εἰ δὲ
16. διὰ φλέγμα παρακείμενον ποιοῦν τὸν πλάδον, ἀναξηραίνειν
17. τῇ διαίτῃ τὴν ὑγρότητα, εἰ δὲ παρὰ χολῆς πλῆθος, τὴν
18. χολὴν καθαίρειν, εἰ δὲ δι᾿ ἀτονίαν, ὡς τοῖς ἀτονοῦσι τόνον
1. ἐμποιεῖν τῷ σώματι. εἰ δὲ παρ᾿ αὐτὴν τὴν ποιότητα τῶν
2. προσενεχθέντων δυσπέπτων ὄντων, ἢ εὐφθάρτων, ἤ τι
3. ἐχόντων ἀλλότριον, ἀποθεραπεύσαντα παραιτεῖσθαι
4. τὰ τοιαῦτα. δυσεντερία δέ ἐστι πάθος περὶ τὰ ἔντερα·
5. γίνεται δὲ ἐπὶ διαῤῥοίᾳ χρονιζόντων τῶν διεφθαρμένων καὶ
6. διεσθιόντων καὶ ἑλκούντων τὰ ἔντερα. γίνεται δὲ καὶ ἄνευ
7. διαῤῥοίας ἐξ ἀρχῆς, ὑπὸ χυμοῦ τινος δριμέος διαφαγόντος
8. τὸ ἔντερον. ἔστι δὲ ὅτε καὶ ἐπὶ λύσει νοσήματος γίνεται ἡ
9. δυσεντερία, ἣν ἀπαγορεύει ὁ Ἱπποκράτης ἰᾶσθαι, μὴ ἐκ
10. τῆς ἐποχῆς ἕτερόν τι μεῖζον ἐπιγίνηται νόσημα. τὴν μὲν
11. οὖν ἐκ διαῤῥοίας γενομένην ἰᾶται τοῖς στέλλουσι καὶ ἱστᾶσι
12. τὸ ῥεῦμα, τὴν δὲ ἔκ τινος δήξεως χυμοῦ δριμέος ἰᾶται τοῖς
13. καταγλυκαίνουσι καὶ κατακεράσαι δυναμένοις, ἐκκλύζων τε
14. τὰ αὐτὰ τὰ ἡλκωμένα τοῖς ὁμοίοις. χρονίζοντος μέντοι τοῦ
15. πάθους νομώδη καὶ σεσηκότα εἴωθεν διαχωρεῖν, ὅτε ἁρμόζουσιν
16. οἱ ἐνιέμενοι τροχίσκοι, οἱ διὰ σανδαράχης καὶ τιτάνου
17. καὶ ἀρσενικοῦ καὶ τῶν τοιούτων συντιθέμενοι. μὴ 
1. ὄντων δὲ νομωδῶν τῶν διαχωρουμένων, μὴ χρῆσθαι τούτοις,
2. ἐπεὶ σπασμὸν ἐπιφέρουσιν. εἰ δὲ καὶ ἀνωτέρω ἡ τοιαύτη
3. ἕλκωσις τῶν ἐντέρων εἴη, οὐδὲ οὕτως χρηστέον τοῖς
4. τροχίσκοις. οὐ γὰρ φθάνουσιν ἐπὶ τὰ πεπονθότα ἐξικνεῖσθαι.
5. τῶν γὰρ ὑγιεινῶν καθαπτόμενοι ὄλεθρον ἐργάζονται, ἀνωτερικοῖς
6. δὲ φαρμάκοις χρῆσθαι, τοῖς πρὸς δυσεντερίαν ἀναγεγραμμένοις.
7. λειεντερία δὲ γίνεται μὲν ἀπὸ τῆς δυσεντερίας,
8. ὅταν πολλῆς ἑλκώσεως οὔσης ἐπὶ τὰ ἔντερα οὐλαὶ
9. πολλαὶ ἐπιγένωνται, δι᾿ ἃς οὐ κρατεῖ τὰ ἔντερα τῆς τροφῆς,
10. ὅθεν λειεντερία εἴρηται ἐκ τῆς περὶ τὰ ἔντερα λειότητος.
11. διὸ καὶ ἀνίατος ἡ τοιαύτη λειεντερία. οὐλὰς γὰρ οὐκ
12. ἔστιν ἰᾷν. χαλεπὴ δὲ καὶ δυσίατος ἡ δι᾿ ἀτονίαν ἐντέρου
13. γινομένη. ἐγχειρεῖν δὲ τῇ θεραπείᾳ, τόνον ἐντιθέντα τῷ τε
14. ὅλῳ τῷ σώματι καὶ τοῖς ἐντέροις. γίνεται δὲ καὶ
15. λειεντερία καὶ διὰ φλέγμα ἐπικλύσαν τὰ ἔντερα καὶ ὄλισθον
16. ἐμποιοῦν αὐτοῖς. καὶ δεῖ ἀναξηραίνειν ἀποσιτίᾳ τε καὶ τροφῇ
17. τῇ πρὸς φλέγμα ἀντιτασσομένῃ. τεινεσμὸς δὲ ἰδίως περὶ
18. τὸ ἀπευθυσμένον γίνεται. φλεγμαῖνον γὰρ τοῦτο συνεχεῖς
1. ἐντάσεις καὶ προθυμίας πρὸς διαχώρησιν ἐμποιεῖ καὶ τοῦτό
2. ἐστιν ὁ τεινεσμός. ἴασις δὲ διὰ πυριαμάτων κάτωθεν τῶν
3. στυφόντων καὶ τροφὴ σιτώδης καὶ σταλτική. εἰ δὲ ἐπιμένει
4. καὶ ἐνέματα διὰ πτισάνης χυλοῦ καὶ στέατος τραγείου χρηστέον.
5. ἕλμινθες δὲ πάθος ἐντέρων. τρισσὸν δὲ εἶδος ἑλμίνθων·
6. αἱ μὲν γὰρ στρογγύλαι σπιθαμιαῖαι τὸ μῆκος, ἢ καὶ μείζους,
7. αἳ καὶ μέχρι στομάχου νέμονται. αἱ δὲ βραχεῖαι καὶ ἐμφερεῖς
8. σκώληξι μακροτέροις, καλοῦνται δὲ ἀσκαρίδες, συνίστανται
9. δὲ περὶ τὸ ἀπευθυσμένον. αἱ δὲ πλατεῖαι καὶ ἐπιμήκεις, ὥστε
10. ὅλῳ τῷ ἐντέρῳ παρατείνονται. λέγονται δὲ καὶ κειρίαι
11. ἐκ τοῦ ἐμφερεῖς εἶναι κειρίαις. ὁμοίως δὲ καὶ ταινίαι, εὐίατοι
12. μὲν οὖν στρογγύλαι. πληθύνουσι γὰρ ἐπὶ παιδίων. αἱ
13. δὲ ἀσκαρίδες πλεονάζουσιν ἐπὶ τῶν παρηβώντων, δυσίατοι
14. δὲ καὶ δυσέκκριτοι, μόνον ὑπὸ τῶν δριμυφαγιῶν καὶ φαρμάκων
15. τῶν διὰ πικρᾶς συντεθειμένων καὶ ἑλενίου, ὡς ἐπὶ
16. τὸ πλεῖστον ἐμβαλλομένων. ἰσχίας δὲ καὶ ἀρθρῖτις καὶ ποδάγρα
17. μεγέθει μόνον ἀλλήλων διαφέρουσι, ταῖς δὲ αἰτίαις
1. καὶ τοῖς τόποις τοῖς πρωτοπαθοῦσι τὰ αὐτά ἐστιν. ὑπό τε
2. γὰρ φλέγματος ὡς ἐπὶ πολὺ γίνονται καὶ περὶ τὰ νεῦρα
3. συνίστανται, τὰ συνέχοντα τὰ ἄρθρα καὶ τὴν κίνησιν αὐτοῖς
4. παρέχοντα. ἀλλ᾿ ἡ μὲν ἰσχίας περὶ τὸ ἄρθρον τὸ κατὰ
5. ἰσχίον γίνεται. διατείνεται δὲ πολλάκις μέχρι σφυρῶν. ἴασις
6. δὲ διὰ φλεβοτομίας ἀπὸ σφυροῦ. καὶ διὰ σικύας ἀπὸ τοῦ
7. ἰσχίου καὶ διὰ κλυσμῶν δριμέων καὶ δι᾿ ἃ δυσεντερίας τρόπον
8. τινὰ ποιοῦσι καὶ τὰ ἔξωθεν καταπλάσματα ἄκοπα καὶ
9. μαλάγματα. ποδάγρα δὲ περὶ μόνους τοὺς πόδας συνίσταται
10. καὶ ἐπισημαίνει ἐν ἀκμῇ μὲν πυρετῶδες ἄλγημα, διὸ τῶν
11. ἐμψυχόντων δεῖται, παρακμῇ δὲ ναρκῶδες καὶ μετὰ ψύξεως,
12. ὅθεν τῶν θερμαινόντων δεῖται. ἀρθρῖτις δὲ ταὐτὸν πάθος
13. τοῖς προειρημένοις περὶ πάντα τὰ ἄρθρα συνιστάμενον. φαρμάκων
14. δὲ δεῖται θεραπευτικῶν τῶν ἀλεαινόντων κηρωμάτων
15. καὶ τῆς καταλλήλου διαίτης. ἡ δὲ ἐλεφαντίασις τὸ πάθος
16. ἔσχε τὸ ὄνομα ἀπὸ ὁμοιότητος τῆς πρὸς τὸν ἐλέφαντα. τὸ
17. γὰρ δέρμα τῶν ἐν τῷ πάθει τούτῳ κατεσχημένων παχύτερόν
18. τε καὶ σκληρότερόν ἐστιν, ἐμφέρειαν ἔχον πρὸς τὸ τῶν
1. ἐλεφάντων δέρμα. αἴτιον δὲ τοῦ πάθους φλέγμα παχὺ καὶ
2. χολὴ μέλαινα, ἢ βλεννώδης μάλιστα ἐνσπειρομένη. οἱ γὰρ
3. χυμοὶ οὗτοι θηριῶδες αὐτὸ ἀποφαίνουσιν. διὸ καὶ μόνη θεραπεία
4. ἀνύσιμος ἐπὶ τῶν ἐλεφαντιώντων, ἡ δι᾿ ἑλλεβόρου
5. λευκοῦ καὶ μέλανος. τινὲς δὲ τῶν παλαιοτέρων εἰς ἓξ διαιροῦσι
6. τὸ πάθος αὐτὸ, εἰς ἐλεφαντίασιν, λεοντίασιν, ὀφίασιν,
7. λέπραν καὶ ἀλωπεκίαν καὶ λώβην. ἐλεφαντίασιν μὲν
8. οὖν λέγουσι τὴν ἐμφερῆ κατὰ τὸ δέρμα καὶ κατὰ τοὺς πόδας
9. ἐλέφαντι· παχεῖς γὰρ καὶ οὗτοι τοὺς πόδας ἔχουσιν οἱ
10. τῷ πάθει τούτῳ περιπεσόντες δηλονότι, ὥσπερ ἐκεῖνοι·
11. λεοντιᾷν δέ φασι τοὺς ὀχθώδεις ἐπαναστάσεις ἔχοντας, ἢ
12. καὶ οἰδηματώδεις καὶ πυῤῥοτέρους ὄντας δίκην λεόντων. ὀφίασιν
13. δὲ τὴν ἐκδέρουσαν τοὺς ἁλόντας ὡς ὄφεις. ἀλωπεκίαν
14. δὲ ἀπὸ μεταφορᾶς τῶν ζώων ἐκείνων· λώβην δὲ, τὴν τὰ
15. ἄκρα χειρῶν τε καὶ ποδῶν διαφθείρουσαν καὶ τοὺς τῶν τοιούτων
16. μελῶν ἐστερημένους, λελωβημένους. λέπραν δὲ τὴν
17. τραχύνουσαν τὸ δέρμα καὶ οἷον ὁρᾶται ἐπὶ τῶν λεπρῶν,
18. ποιουμένην. ὁ δὲ λειχὴν πάθος μὲν καὶ αὐτὸς δέρματος.
1. διττὸν δὲ εἶδος λειχῆνος, ὁ μὲν ἥμερος καὶ πρᾳότερος, ὁ δὲ
2. ἄγριος καὶ χαλεπώτερος. ἀφίστανται δὲ ἐπὶ τούτων καὶ λεπίδες
3. τοῦ δέρματος καὶ ὁ ὑπὸ τὰς λεπίδας τόπος
4. ἐνερευθέστερος καὶ ἐγγὺς ἡλκωμένου φαίνεται. γίνεται δὲ τὸ
5. πάθος ὑπὸ φλέγματος ἁλμυροῦ καὶ χολῆς τῆς ξανθῆς· ἔνθεν
6. ὡς ἐπὶ τῶν ἁλμῶν τῶν κεραμίων ἀφίστανται τοῦ δέρματος
7. αἱ λεπίδες. ἴασις δὲ ἥ τε διὰ φαρμάκων φλεγμαγωγῶν καὶ
8. τῶν ἔξωθεν ἐπιχρίστων. λέπρα δὲ πάθος μὲν καὶ αὐτὴ
9. δέρματος ἐπὶ τὸ λευκότερον καὶ τραχύτερον τρεπόμενον. ἡ
10. δὲ τραχύτης οἷον ψυδρακίων ἐπανεστώτων. ἡ δὲ ψώρα
11. ἐστὶν ἑλκωδεστέρα. γίνεται δὲ ἑκάτερον ἰδίως ὑπὸ φλέγματος
12. ἁλμυροῦ. ἴασις δὲ ἥδε διὰ φλεγμαγωγῶν φαρμάκων καὶ
13. τῶν ἔξωθεν ἐπιχρισμάτων, ὅσα πρὸς λέπραν καὶ ψώραν ἀναγέγραπται.
14. ὁ δὲ ἀλφὸς διττόν ἐστι πάθος, ὁ μὲν λευκὸς, ὁ
15. δὲ μέλας. γίνεται δὲ ὁ μὲν μέλας ὑπὸ μελαίνης χολῆς·
16. διὸ καὶ μελαγχολικὰ τὰ πολλὰ ῥύεται. ὁ δὲ λευκὸς ὑπὸ φλέγματος
17. γίνεται, οὐχ ἁλυκοῦ. ἡ δὲ λεύκη ὅμοιον μὲν τὸ πάθος
18. ἀλφῷ λευκῷ, μᾶλλον δὲ ἐπισημαίνει γῆν λευκοτάτην. 
1. λέπρας δὲ διαφέρει τῷ λεῖον εἶναι καὶ μὴ τραχύνεσθαι τὸ
2. δέρμα, ὡς ἐπὶ λέπρας. ῥύεται δὲ τούτων ἁπάντων τὰ φλεγμαγωγὰ
3. φάρμακα καὶ τὰ ἔξωθεν σμήγματα.

Cliquer un n° de page pour en afficher l’image