Pseudo-Galenus. Introductio sive medicus (Medicus. Introd.) [n° 089 Fichtner] [GalLat]

Εἰσαγωγὴ ἢ ἰατρός
Médecin, Introduction
Introduction (Int.)
Introductio seu medicus, 1827, vol. 14, p. 674-797. urn:cts:greekLit:tlg0530.tlg012.verbatim-lat1
Petit, 2009 (fra).

Introductio seu medicus, 14, ed. Kühn, 1827, vol. 14, p. 759-761. urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1:14

4. [Περὶ συνθέσεως ἀρίστης καθαρσίου.]
5. Συντίθεται δὲ ἡ πρὸς τὰ ἐντὸς φαρμακεία ἀπό τε ἀποφρακτικῶν
6. καὶ τμητικῶν καὶ λεπτυντικῶν καὶ προοδοποιητικῶν
7. καὶ προτρεπτικῶν καὶ καθαρτικῶν καὶ κολαστικῶν
8. τῆς τῶν φαρμάκων κακίας, εὐστομάχων τε καὶ ἐφεκτικῶν
9. τῆς ἀλόγου φορᾶς. ἀποφρακτικὰ μὲν οὖν ὅσα τοὺς πόρους
10. ἀραιοῖ καὶ τὰ σώματα εὔροα ποιεῖ· τμητικὰ δὲ ὅσα τέμνει
11. τοὺς χυμοὺς καὶ πέπτει τοὺς μὲν παχύνοντα, τοὺς δὲ λεπτύνοντα.
12. προοδοποιητικὰ δὲ ὅσα προάγει καὶ προπέμπει
13. τὰ φάρμακα εἰς ἃ βουλόμεθα μόρια, ὡς ἐπὶ μὲν τῶν ἧπαρ
14. καθαίρειν βουλομένων, σάνδαλα· τῶν δὲ σπλῆνα, σκολοπένδριον·
15. νεφροὺς δὲ καὶ ἰσχία, κενταύριόν τε καὶ θλάσπι· τὰ
16. ὄπισθεν τῆς κεφαλῆς, παιωνία καὶ στοιχάς· τὰ ἐμπρόσθιά
17. τε καὶ σάμψυχον καὶ τὰ τοιαῦτα· στήθη καὶ πνεύμονα καὶ
18. θώρακα καὶ καρδίαν καὶ μετάφρενα καὶ ἔντερα, γλυκύῤῥιζον
1. καὶ στύραξ καὶ σπέρμα τήλεως· ἀμύγδαλά τε καὶ κρόκος καὶ
2. σπέρμα λινοζώστεως καὶ τοὺς ἁρμοὺς καὶ τὰ ἄρθρα, ἑκάτερον
3. ἑρμοδάκτυλον καὶ ἄλλοις ἄλλα, ἅπερ ἐκ τῶν εἰρημένων
4. δεῖ συντεκμαίρεσθαι. προτρεπτικὰ δὲ ὅσα κινεῖ καὶ προτρέπει
5. τὰ φάρμακα, ὡς μὲν ἀγαρικὸν, ἔρις, ῥέον δὲ Ἰνδικὸν,
6. στάχυς· ἐντεριώνην δὲ κολοκυνθίδος, τραγάκανθα·
7. σκαμμωνίαν δὲ, ἀλόη, ἢ χυλὸς κράμβης, ἢ ῥόδων, ἢ σπέρματα.
8. ὡσαύτως ἅλας ὀρυκτόν· τὸ ἐπίθυμον, ὥσπερ εὐφόρβιον,
9. βδέλλιον καὶ τὸν ἑλλέβορον· ῥαφανῖδος σπέρμα καὶ
10. τὴν ἀλυπαίαν· ὄξος ἢ χρυσοβάλανος καὶ τὰ μυροβάλανα·
11. βρυωνία καὶ τὸ ἐλατήριον ἅλας. καὶ μὲν δὴ καὶ τῆς πτυούσης
12. τὴν ῥίζαν, ἑρμοδάκτυλον τὸ στογγύλον καὶ τοῖς ἄλλοις
13. ὡσαύτως τὰ παραπλήσια, ἅπερ ἐν τῷ περὶ ἀρίστης συνθέσεως
14. φαρμάκων κατὰ μέρος διήλθομεν καὶ δεῖ ἐκεῖθεν νομίζεσθαι
15. τὰ ἐλλείποντα. καθαρτικὰ δὲ ὅσα καθαίρει κᾀνταῦθα
16. κᾀν τῷ περὶ ἁπλῶν φαρμάκων ἡμῖν γέγραπται. κολαστικὰ
17. δὲ τῆς κακίας ὅσα τοῖς δηλητηρίοις τῶν φαρμάκων
1. ἀντικεῖσθαι ἰδίωμα, ὡς ἀγαρικοῦ μὲν ζίγγιβερ, σκαμμωνίας
2. δὲ ὀποῦ, μαστίχη ἢ κόμμι Ἀραβικὸν, ἢ καφουρὰ, κυδωνίων
3. μήλων χυλός· κολοκυνθίδος δὲ ἀμυγδάλων ἔλαιον· ἀλυπαίας
4. δὲ νᾶπυ· ὥσπερ ἑλλεβόρου καστόριον, ἢ ὑδρόμελι·
5. καὶ εὐφορβίου κιννάμωμον. ἀλόης δέ γε μαστίχη· ὥσπερ
6. αὐτὴν προτρέπει τὸ σμύρνιον· καὶ τἄλλα ὅσα ἡμῖν ἐν τῷ
7. περὶ ἀρίστης συνθέσεως εἴρηται. εὐστόμαχα δὲ καὶ
8. ἐφεκτικὰ τῆς ἀλόγου τῶν φαρμάκων φορᾶς, ὅσα τονοῖ καὶ
9. συνέχει καὶ τὰς φυσικὰς διεγείρει ἐνεργείας. τὸ δὲ
10. κατὰ μέρος ταῦτα ἐπεξεργάσασθαι περισσὸν νῦν ἡμῖν ἔδοξε.

Cliquer un n° de page pour en afficher l’image