Pseudo-Galenus. Introductio sive medicus (Medicus. Introd.) [n° 089 Fichtner] [GalLat]

Εἰσαγωγὴ ἢ ἰατρός
Médecin, Introduction
Introduction (Int.)
Introductio seu medicus, 1827, vol. 14, p. 674-797. urn:cts:greekLit:tlg0530.tlg012.verbatim-lat1
Petit, 2009 (fra).

Introductio seu medicus, 15, ed. Kühn, 1827, vol. 14, p. 761-766. urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1:15

11. [Περὶ διαιρέσεως τῆς διὰ φαρμάκων θεραπείας.]
12. Ἡ δὲ φαρμακεία διττή ἐστιν, ἡ μὲν πρὸς τὰ
13. ἐντὸς πάθη, ᾗ μάλιστα χρῆται ὁ διαιτητικός· ἡ δὲ πρὸς
14. τὰ ἐκτὸς, ἧς οὐκ ἄνευ συντελεῖται τὰ κατὰ χειρουργίαν. τῆς
15. μὲν οὖν πρὸς τὰ ἐντὸς φαρμακείας εἴδη ἐστὶ δεκαδύο. τὸ
16. μὲν τῶν ἐν τῇ κεφαλῇ παθῶν· τὸ δὲ τῶν στοματικῶν· τὸ
1. δὲ τῶν πεπτικῶν· τὸ δὲ τῶν βηχικῶν· τὸ δὲ τῶν ἀνωδύνων·
2. τὸ δὲ τῶν ἀλεξιφαρμάκων· τὸ δὲ τῶν καθαιρόντων.
3. καὶ τὰ μὲν ἡπατικὰ ἰδίως· τὰ δὲ σπληνικά· τὰ δὲ νεφριτικά·
4. τὰ δὲ πρὸς τοὺς ἐν τῇ κύστει λίθους καὶ ἕλκη· τὰ
5. δὲ πρὸς ὑστέραν· τὰ μὲν δὴ στοματικά ἐστι, τὰ δὲ πρὸς
6. οὖλα αἱμασσόμενα, σηπόμενα, βεβρωμένα καὶ ὀδόντας καὶ ὅσα
7. πρὸς ἄφθας καὶ ἐσχάρας, ὅσα τε πρὸς σταφυλὴν κεχαλασμένην.
8. τῶν δὲ πεττικῶν τὰ μέν ἐστι πρὸς ἀτονίαν στομάχου, ἢ
9. κοιλίας· τὰ δὲ πρὸς ἐμπνευμάτωσιν τούτων· τὰ δὲ πρὸς αἵματος
10. ἀναγωγήν· τὰ δὲ πρὸς πλευριτικοὺς, ἢ περιπνευματικούς·
11. τὰ δὲ πρὸς φθισικούς· τὰ δὲ πρὸς ἀσθματικοὺς, ἢ ὀρθοπνοϊκούς·
12. τὰ δὲ πρὸς τραχύτητά τε ἀρτηρίας καὶ φωνῆς
13. ἐκκοπήν. τῶν δὲ ἀνωδύνων τὰ μὲν πρὸς νεφριτικοὺς,
14. τὰ δὲ πρὸς κοιλίας ῥύσεις καὶ δυσεντερίας καὶ πρὸς κωλικοὺς
15. καὶ εἰλεώδεις. κοινῶς δὲ πάντα πρὸς πᾶσαν ὀδύνην.
16. τὰ δὲ ἀλεξιφάρμακα τὰ μὲν ἁπλᾶ, ἄλλα πρὸς ἄλλο δηλητήριον.
17. ἡ δὲ θηριακὴ πρὸς· πάντα καὶ προσλαμβανομένη
18. καὶ ἐπιδιδομένη. τῶν δὲ καθαιρόντων τὰ μὲν ἄνωθεν καθαίρει,
1. ὡς τὰ δι᾿ ἐλλεβόρου καὶ ἐμετικὰ πάντα, τὰ δὲ κάτωθεν
2. παραλαμβάνεται, ὡς τὰ διὰ σκαμμωνίας καὶ ἀλόης
3. καὶ ἐλατηρίου καὶ κολοκυνθίδος καὶ εὐφορβίου καὶ κόκκου
4. κνιδίου καὶ τῶν τοιούτων. τρίτα δὲ τούτοις τετάχθω καὶ τὰ
5. πρὸς ἕλμινθας πλατείας, οἷά ἐστι τὸ διὰ κέρατος ἐλαφείου
6. καὶ ἡδυόσμου καὶ πεπέρεως. ἔστι δὲ καὶ τέταρτον εἶδος τῶν
7. κεφαλὴν μόνην καθαιρόντων διὰ στόματος καὶ ῥινῶν ἃ
8. παραλαμβάνεται ἰδίως. ἐπί τε τῶν ἐν τῇ κεφαλῇ καὶ τοῖς
9. ὀφθαλμοῖς παθῶν καὶ τὰ πλεῖστα ἐπὶ ἰκτέρων. ἁρμόζουσι
10. δὲ αἱ μὲν διὰ τῶν ἄνω καθάρσεις πρὸς ἀνασκευὴν τῶν
11. χρονίων. καιρὸς δὲ αὐτῶν τὰ διαλείμματα. αἱ δὲ κάτωθεν,
12. πρὸς τὰ ὀξέα νοσήματα κατάλληλοι, πλευρίτιδας καὶ περιπνευμονίας.
13. καιρὸς δὲ αὐτῶν πάντων ἡ ἄνεσις τῶν ἐπὶ
14. μέρους παροξυσμῶν. τῆς δὲ πρὸς τὰ ἐκτὸς φαρμακείας εἴδη
15. ἐστὶν ἕνδεκα. τὰ μὲν γὰρ αὐτῶν διαφορητικὰ, τὰ δὲ συμπεπτικὰ,
16. τὰ δὲ ἔναιμα, τὰ δὲ πυοποιὰ, τὰ δὲ ἀνακαθαρτικὰ,
17. τὰ δὲ ἀναπληρωτικὰ, τὰ δὲ κατασταλτικὰ, τὰ δὲ 
1. ἐπουλωτικὰ, τὰ δὲ ὀφθαλμικὰ, τὰ δὲ ἐν ὅλῳ τῷ σώματι,
2. τὰ δὲ καυστικὰ ἐπὶ ἐρυσιπέλατα καὶ ἕρπητας καὶ ἄνθρακας·
3. τὰ δέ εἰσιν ἀλείμματα ἄκοπά τε καὶ θερμαντικὰ πρὸς παραλύσεις
4. ποιοῦντα καὶ ἀρθριτικοὺς καὶ ποδαγρικοὺς καὶ
5. πᾶσαν νεύρων πῆξιν καὶ τετανικοὺς καὶ ὀπισθοτονικούς. τὰ
6. δὲ σμηκτικὰ τῶν εἰς τὴν ἐπιφάνειαν ἐξανθούντων, λεύκης,
7. ἀλφοῦ, λειχῆνος καὶ λέπρας. τὰ οὖν διαφορητικὰ καὶ συμπεπτικὰ
8. ἐπὶ φυμάτων καὶ παντὸς ἀποστήματος τοιούτου
9. ἁρμόζει. διαφορητικαὶ δέ εἰσιν αἱ διὰ ἁλῶν πᾶσαι
10. καὶ ὅσαι διὰ νίτρου, ὡς τὸ Κτησιφῶντος. συμπεπτικὰ δὲ
11. τὰ διὰ ῥητίνης καὶ χαλβάνης καὶ ἀμμωνιακοῦ θυμιάματος·
12. τῶν δὲ ἐναίμων φαρμάκων αἱ μὲν φαιαὶ ἐπὶ τῶν κατὰ τοῦ
13. σώματος προσφάτων τραυμάτων ἁρμόζουσιν. αἱ δὲ ἰδίως
14. χλωραὶ καὶ μέλαιναι, ὡς ἡ βάρβαρος, πρός τε τὰ ἐν τῇ κεφαλῇ
15. καὶ πρὸς τὰ κυνόδηκτα. ἐπὶ δὲ ἑλκῶν τοῖς μὲν πυοποιοῖς
16. ἐπὶ τῶν φλεγμαινόντων χρηστέον, ὡς τῇ τετραφαρμάκῳ.
17. τοῖς δὲ ἀνακαθαίρουσιν ἐπὶ τῶν ῥυπαρῶν, ὡς τῇ
18. χλωρᾷ ἀνειμένῃ. τοῖς δὲ ἀναπληροῦσιν ἐπὶ τῶν κοίλων. τοῖς
1. δὲ καταστέλλουσιν ὡς ἐπὶ τῶν ὑπερσαρκούντων, ὡς τοῖς διὰ
2. μίσυος καὶ λεπίδος, ἃ καὶ ἐπὶ τῶν δυσεπισχέτων αἱμοῤῥαγιῶν
3. ἁρμόζει. τοῖς δὲ καυστικοῖς ὁτὲ μὲν πρὸς τὸ διελεῖν
4. καὶ ἀναπτύξαι σώματα χρώμεθα, ὡς ἐπὶ τῶν ἀποστημάτων
5. τὴν περιοχὴν, ὁτὲ δὲ ἐπὶ τῶν κεχαλασμένων βλεφάρων
6. ἀντὶ ἀναῤῥαφῆς, ἀφαιροῦντες τὸ σύμμετρον τῆς
7. οὐλῆς, ἀνασπῶμεν τὸ κεχαλασμένον. ὁτὲ δὲ ἐπὶ κεφαλαίας
8. δυσιάτου παραλαμβάνομεν, διὰ βαθείας ἐσχάρας μεταβάλλοντες
9. εἰς τὰ ἐκτὸς ῥεύματα. ὕλη δὲ τῶν καυστικῶν κονία,
10. ἄσβεστος ζῶσα καὶ ἀρσενικὸν καὶ σανδαράχη καὶ φέκλα καὶ
11. τὰ τοιαῦτα. τῶν δὲ κεφαλικῶν τὰ μὲν πρὸς ἀχῶρας καὶ
12. πίτυρα καὶ ἐκβράσματα ἁρμόζει, τὰ δὲ πρὸς κεφαλαλγίαν καὶ
13. ἑτεροκρανίαν. τῶν δὲ ὠτικῶν τὰ μὲν πρὸς φλεγμονὴν ὤτων,
14. τὰ δὲ πρὸς ἕλκωσιν· τὰ δὲ πρὸς πυοῤῥοοῦντα· τὰ δὲ πρὸς·
15. δυσηκοΐαν· τὰ δὲ πρὸς ὦτα τεθλασμένα. τῶν δὲ ὀφθαλμικῶν
16. φαρμάκων εἴδη εἰσὶν ἑπτά. τὰ μὲν γὰρ πρὸς ἀρχομένας ὀφθαλμίας
17. ἁρμόζει, ὡς τὰ διὰ γλαυκίου καὶ τὰ διὰ κρόκου καὶ τὰ
18. κυκνάρια· τὰ δὲ πρὸς τὰς διαθέσεις, ὡς τὰ νάρδινα καὶ τὰ θεοδότια
1. καλούμενα, τὰ δὲ πρὸς ῥεύματα, ὡς τὰ διὰ λιβάνου καὶ ἀκακίας
2. καὶ ἐρείκης καρποῦ. τὰ δὲ πρὸς τραχώματα, ὡς τὰ
3. διὰ τῶν μεταλλικῶν, οἷον κεκαυμένου χαλκοῦ καὶ χαλκίτεως
4. καὶ λεπίδος χαλκοῦ. πέμπτον δέ ἐστι τὸ πρὸς ξηροφθαλμίας
5. καὶ ψωροφθαλμίας εἶδος τῶν κολλυρίων καὶ ξηρῶν
6. ὀξυδερκικῶν, ἃ τῆς αὐτῆς ὕλης ἐστὶ τοῖς προγεγραμμένοις.
7. ἕκτον δὲ τῶν ὑγρῶν εἶδος, τῶν πρὸς ὑποχύσεις ἀναγεγραμμένων,
8. ἃ διὰ χολῶν σκευάζονται καὶ μάλιστα δι᾿ ὑαίνης.
9. ἕβδομον δὲ τὸ τῶν καταπλασμάτων εἶδος, ἃ παραλαμβάνεται
10. ἐπὶ τῶν ἄκρως φλεγμαινόντων ὀφθαλμῶν καὶ περιοδυνώντων.
11. ἔστι δὲ τάδε διὰ μελιλώτων καὶ γλυκέος καὶ τήλεως
12. καὶ τὰ τοιαύτης ὕλης. περιχρίομεν δὲ τὰ βλέφαρα ἐν ἀρχῇ
13. μὲν τοῖς ἀποκρουστικοῖς, οἶά ἐστι τὰ διὰ γλαυκίου καὶ τοῖς
14. διὰ κρόκου καὶ αὐτῷ μόνῳ γλαυκίῳ. ἐπὶ δὲ τῶν ἐνδιαθέτων
15. τοῖς ἀναξηραίνουσι καὶ παραμυθουμένοις, οἷον ναρδίνοις
16. καὶ θεοδοτίοις. ὅσα δὲ πρὸς εὐμορφίαν ἐπιχρίεται, ὡς
17. τὰ διὰ σάνδυκος καὶ ἡδυχρόου, οὐκ ἰατρικῆς, ἀλλὰ καλλωπιστικῆς
18. ἐστιν ἴδια.

Cliquer un n° de page pour en afficher l’image