Pseudo-Galenus. Introductio sive medicus (Medicus. Introd.) [n° 089 Fichtner] [GalLat]

Εἰσαγωγὴ ἢ ἰατρός
Médecin, Introduction
Introduction (Int.)
Introductio seu medicus, 1827, vol. 14, p. 674-797. urn:cts:greekLit:tlg0530.tlg012.verbatim-lat1
Petit, 2009 (fra).

Introductio seu medicus, 16, ed. Kühn, 1827, vol. 14, p. 767-777. urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1:16

1. [Περὶ τῶν ἐν ὀφθαλμοῖς συνισταμένων
2. παθῶν.] Πάθη δὲ περὶ μὲν τὸν ὅλον ὀφθαλμὸν συνίσταται
3. τάδε. τάραξις, ὀφθαλμία, ἐπιφορὰ, φλεγμονὴ, οἴδημα,
4. ἐμφύσημα, σκίῤῥωσις, χήμωσις, ἄνθραξ, στραβισμὸς, σπασμὸς,
5. παλμὸς, μυωπίασις, γάγγραινα, σηπεδὼν, ἕλκος, σῦριγξ,
6. ξηροφθαλμία, ψωροφθαλμία, σκληροφθαλμία, πρόπτωσις,
7. ἀτροφία. περὶ δὲ τοὺς ὑμένας τάδε ῥῆξις, διάβρωσις,
8. διάτασις, ἀναστόμωσις, παχύτης, πυκνότης, ῥύσωσις, ἔκτασις,
9. ἀραιότης. περὶ δὲ τὰ ἐντὸς μὲν βλεφάρων τραχύτης,
10. παχύτης, σύκωσις, τύλωσις, σκληρία, χαλάζωσις, πλαδαρότης,
11. μύδησις, σάρκωσις, πωρίασις. περὶ δὲ τὰ ἐκτὸς τῶν
12. βλεφάρων ὑδατίδες, λιθίασις, φθειρίασις, μελικηρὶς,
13. γάγγραινα, φύματα, κολοβώματα. περὶ δὲ τὴν στεφάνην
14. κριθὴ καὶ ποσθία, τριχίασις, διστιχία, τριστιχία, φαλάγγωσις,
15. πύρωσις, πτίλωσις, ψωρίασις, μαδαρότης, παράλυσις.
16. κοινῶς δὲ πρὸς ὅλα τὰ βλέφαρα, παράλυσις, πρόπτωσις,
17. ἐκτροπή. περὶ δὲ τοὺς κανθοὺς, ἐγκανθὶς ἀγκύλη,
18. πτερύγιον, ῥοιὰς, πρόσφυσις. ἔξωθεν δὲ αἰγίλωψ, ἀγχίλωψ.
1. περὶ δὲ τὸ λευκὸν ψυδράκιον ἕλκος, ὑπόσφαγμα, ἀπόστασις,
2. χήμωσις, κοίλωμα, πτερύγιον, φάκωσις, ἴκτερος, πῶρος.
3. περὶ δὲ τὴν ἴριν ἄργεμον, νεφέλιον, ἀχλὺς, ἐπίκαυμα,
4. ἕλκος, βοθρίον, φλυκτὶς, μυιοκέφαλον, σταφύλωμα, ὑπόπυον,
5. ῥῆξις, οὐλὴ, λεύκωμα, κοίλωμα, πρόπτωμα, ὄνυξ,
6. πύωσις, ἕλκωσις. περὶ δὲ τὴν κόρην ὑπόχυσις, γλαύκωσις,
7. μυδρίασις, φθίσις, σύγχυσις, πλατυκορίασις, ἀμαύρωσις,
8. ῥυτίδωσις, νυκτάλωψ, ἡμεράλωψ, μυωπίασις, διαπύησις.
9. περὶ δὲ τοὺς πόρους ἀπόῤῥηξις, παρέμπτωσις, σύμπτωσις,
10. ἕλκωσις, ἀνθράκωσις. τάραξις μὲν οὖν ἐστιν, ὅταν συγκινηθεὶς
11. ὁ ὀφθαλμὸς ἐπιπολαίως καὶ μετρίως ἐπὶ τὸ ἐρυθρότερον
12. καταστῇ τελέως. ὀφθαλμία δέ ἐστιν, ὅταν τὸ λευκὸν
13. ἐνερευθὲς ᾖ καὶ τὰ βλέφαρα ἐπηρμένα μετὰ τοῦ τήν τε μύσιν
14. τῶν βλεφάρων ἐπαλγῆ εἶναι καὶ τὴν τῶν χειρῶν ἐπαφὴν
15. ἐπώδυνον. φλεγμονὴ δέ ἐστιν ἐπίτασις τοῦ τε
16. ἐρυθήματος καὶ τῆς ἐπάρσεως τῶν βλεφάρων, ὡς ἐπιπόνως
17. ἀναβλέπειν. ἐπιφορὰ δὲ κοινὸν ὄνομα ἐπὶ παντὸς τοῦ σώματος
18. καὶ φλεγμονῆς σφοδρᾶς ἐπιφερομένης καὶ ῥευμάτων 
1. λάβρων ἐπιῤῥεόντων. ἰδίως δὲ ἐπὶ ὀφθαλμῶν λέγεται, ἐπειδὰν
2. μετὰ φλεγμονῆς μεγίστης καὶ ῥεύματος πλῆθος ἐπιῤῥυῇ.
3. οἴδημα δέ ἐστιν, ὅταν ἐπηρμένος καὶ ἀχρούστερος, ἢ καὶ
4. δυσκίνητος ἐπιφαίνηται. ἐνίοτε δὲ καὶ τὸ λευκὸν ὑπὲρ τὸ
5. μέλαν ἐπαίρεται. ἐμφύσημα δέ ἐστιν, ὅταν ἄφνω οἰδίσας ὁ
6. ὀφθαλμὸς ἀχρούστερος καὶ φλεγματωδέστερος γένηται. γίνεται
7. δὲ ὡς ἐπίπαν πρεσβύταις, μάλιστα θέρους. σκίῤῥωσις
8. δὲ γίνεται κατ᾿ ἐπίτασιν φλεγμονῆς χρονίου τῆς σαρκὸς
9. αὐξανομένης καὶ ὑποπελιαζούσης. ῥευματίζεται δὲ ὁ ὀφθαλμὸς,
10. ὅταν μὴ μόνον ἐρυθρὸς ᾖ, ἀλλὰ καὶ ὅταν πολὺ δάκρυον
11. ἐκκρίνῃ. ξηροφθαλμία δέ ἐστιν, ὅταν οἱ κανθοὶ ἑλκώδεις
12. καὶ τραχύτεροι καὶ κνησμώδεις εἰσὶ καὶ τὰ βλέφαρα
13. ἐρυθριᾷ καὶ δάκρυον ἁλμυρὸν καὶ νιτρῶδες διαστάζει.
14. σκληροφθαλμία δέ ἐστιν, ὅταν τὰ βλέφαρα σκληρότερα
15. ᾖ καὶ αὐτὸς ὁ ὀφθαλμὸς δυσκίνητος καὶ ἐνερευθής. πρόπτωσις
16. δέ ἐστιν, ὅταν ὁ ὀφθαλμὸς κινητὸς μετὰ φλεγμονῆς
17. προπέσῃ. ἀτροφίαν δὲ λέγουσιν ὀφθαλμοῦ, ὅταν ἔξ ἀῤῥωστίας
18. μακρᾶς, ἢ ἔκ τινος ἀδήλου αἰτίας, ὥσπερ ὀλίγον ἐξωθούμενος,
1. εἶτα κοιλαινόμενος κατὰ τὰς ῥίζας ἀλγῶν μικρότερος
2. γίνηται καὶ ἀμυδρῶς, ἢ μηδ᾿ ὅλως βλέπῃ. τραχέα δὲ
3. τὰ βλέφαρα λέγεται, ὅταν ἐκστραφέντα ἐναιμότερα φαίνηται
4. καὶ τραχύτερα καὶ σαρκωδέστερα καὶ κεγχραμίσιν ὅμοια.
5. παχέα δὲ βλέφαρα τὰ ἐκστραφέντα τῶν κατὰ φύσιν καὶ
6. σκληρότερα καὶ σαρκωδέστερα τῶν τραχέων φαινόμενα. σύκωσις
7. δέ ἐστιν, ὅταν τὸ ἐντὸς τῶν βλεφάρων σαρκωθείη
8. σαρκὶ παραπλήσιον μετὰ ὑπεροχῆς καὶ ὁ ὀφθαλμὸς ἅπας
9. δυσκίνητος ᾖ. τύλωσις δέ ἐστιν, ὅταν τὰ ἐν τοῖς βλεφάροις
10. τραχώματα διὰ παλαιότητα παχύτερα καὶ λευκότερα καὶ
11. δυσαίσθητα ᾖ καὶ διὰ τοῦτο δυσαπότριπτα γένηται. σκληρίασις
12. δέ ἐστιν ἔπαρμα μετ᾿ ἐρυθήματος ἐπὶ τὸ βλέφαρον
13. καὶ ὀδύνης, δυσαπότριπτον καὶ χρονιώτερον φλεγμονῆς. χαλάζωσις
14. δέ ἐστι περιφερῆ τινα ἔνδοθεν τοῦ βλεφάρου
15. ἐπάρματα περιγεγραμμένα, ἐοικότα τῇ χαλάζῃ. πλαδαρότης
16. δέ ἐστι μαλακὰ οἶον σώματα παλαιά γε καὶ ἀχρούστατα
17. κατὰ τὰ ἐντὸς τῶν βλεφάρων οὔπω τὸ τραχὺ ἔχοντα, διὸ
18. πλαδαρότης καλεῖται. μύδησις δὲ κοινὸν ὄνομά ἐστι
1. σώματος, ἐκ σήψεως ἀπολλυμένων. γίνεται δὲ τὸ αὐτὸ τοῦτο
2. καὶ περὶ τὰ βλέφαρα καὶ ὀγκωδέστερα φαίνεται καὶ συνεχῶς
3. ῥευματίζεται, πλείονος πιμελῆς περὶ αὐτὰ γινομένης.
4. κριθὴ δὲ, ἣ καὶ ποσθία λέγεται, ὅταν τὸ ἐντὸς τῶν βλεφάρων
5. πρὸς ταῖς στεφανιαίαις ὑπόπυον παράμηκες, ὅμοιον
6. κριθῇ κατὰ τὸ σχῆμα γένηται. γίνεται δὲ καὶ ἄλλα μείζονα
7. κατὰ μέσα βλέφαρα κριθὴ λεγόμενα. λιθίασις δέ ἐστιν,
8. ὅταν ἐκστραφέντων τῶν βλεφάρων ὅμοια πώροις περὶ τὰ βλέφαρα
9. ὑπάρχῃ λευκὰ καὶ παχέα καὶ οἷον λίθοις ἐμφερῆ νύσσοντα τὸν
10. ὀφθαλμόν. φθειριᾷν δέ φαμεν τὰ βλέφαρα, ὅταν περὶ τὰ
11. τετριχωμένα πλατέες πολλαὶ φθεῖρες σμικραὶ γίνωνται. διτριχιᾷν
12. δὲ λέγεται ὁ ὀφθαλμὸς, ὅταν ὑπὸ τὰς κατὰ φύσιν
13. τρίχας ἄλλαι ὑποφυεῖσαι νύσσωσι τὸν ὀφθαλμὸν καὶ ῥευματίζωσι.
14. πτίλωσις δέ ἐστιν, ὅταν ἄλλαι μὲν ὑποφύουσιν, αὗται
15. δὲ αἱ κατὰ φύσιν συμπεσοῦσαι καὶ κατακλασθεῖσαι
16. νυγμοὺς παρέχουσι. φαλάγγωσις δέ ἐστιν, ὅταν διστιχία, ἢ
17. τριστιχία τῶν ὑποφυομένων τριχῶν ᾖ ἐν τῷ ἄνω, ἢ ἐν τῷ
18. κάτω βλεφάρῳ. παραλελύσθαι δὲ λέγεται ὁ ὀφθαλμὸς, ὅταν
1. αὐτὸν ἐπιλείπωσιν αἱ φυσικαὶ κινήσεις καὶ μὴ δύνηται ἀναβλέπειν,
2. ἢ κάτω βλέπειν, ἀναίσθητος δὲ ᾖ. πολλάκις δὲ καὶ
3. περὶ μέρη τινὰ τοῦ ὀφθαλμοῦ τοῦτο συμβαίνει. ἐκτετράφθαι
4. δὲ λέγουσι τὰ βλέφαρα, ὅταν ἐπὶ πλέον ἐκτραπῇ ἑλκωθέντων
5. ἐξοφθαλμιῶν. ἐγκανθίδα δὲ λέγουσιν, ὅταν ἐξ ἑλκώσεως
6. ὑπερσαρκώσῃ ὁ κανθὸς πρὸς τὴν ῥῖνα. πάσχουσι δὲ
7. τοῦτο μάλιστα οἱ θαλασσουργοί. πτερύγιον δὲ λέγουσιν,
8. ὅταν ἐπὶ πλέον ἑλκωθέντος καὶ ὑπερσαρκώσαντος τοῦ λευκοῦ
9. ὑμὴν λεπτὸς καὶ νευρώδης ἐπιδράμῃ τὸν ὀφθαλμὸν,
10. ἀρξάμενος ἀπό τινος τῶν κανθῶν, ἕως τοῦ μέλανος καὶ τῆς
11. κορυφῆς ἐφάψηται. ῥοιὰς δὲ ἐστιν ἐπὶ ὀφθαλμῷ, ὅταν ἔκ
12. τινος αἰτίας ἀδήλου ὁ κανθὸς παρέλθῃ, ἢ ἐκ χειρουργίας ἀρθῇ
13. καὶ μηκέτι στέγειν τὸ δάκρυον οἷόν τε ᾖ, ἀλλὰ ῥευματίζεται.
14. προσφύεται δὲ τὰ βλέφαρα ἢ τῷ λευκῷ ἢ τῷ μέλανι ἒξ ἑλκώσεως.
15. καὶ ἐὰν μὲν τῷ μέλανι προσφυῇ, τελέως κωλύει
16. τὴν ὅρασιν, ἐὰν δὲ τῷ λευκῷ, ἧττον· καλεῖται δὲ ἀγκύλωσις.
17. αἰγίλωπα δὲ λέγουσιν, ἢ ἀγχίλωπα, ὅταν ἀπόστημά τι γένηται
18. πρὸς τῷ κανθῷ τῷ παρὰ τῇ ῥινὶ πῦον περιέχον, ἢ
1. λιπαῖνον τὸ ὀστέον συῤῥηγνύμενον, ἢ εἰς κανθὸν, ἢ εἰς
2. ῥῖνα περιχεῖ τὸ ὑγρόν. ψυδράκιον δ᾿ ἐστὶ κοινῶς λεγόμενον
3. περὶ πᾶν τὸ σῶμα καὶ περὶ τὸ λευκὸν τοῦ ὀφθαλμοῦ γίνεται,
4. οἶον ἐξάνθημα ἐξ ἄκρου ἐρευθές. ἕλκος δὲ γίνεται περὶ
5. τὸ μέλαν, ἢ τὸ λευκὸν, ὅταν ἡ ἐπιδερμὶς διαιρεθῇ μηνοειδὴς,
6. ἢ στρογγύλη τὸ σχῆμα, κοιλότερον, ὁμόχρουν ἢ ὑπόλευκον.
7. ὑπόσφαγμα δὲ λέγουσιν, ὅταν ὑπὸ πληγῆς ῥαγέντων
8. τῶν ἐν τῷ πρώτῳ χιτῶνι ἀγγείων μεταξὺ τῆς κτηδόνος τοῦ
9. λευκοῦ καὶ τοῦ ἐντὸς χιτῶνος αἷμα ὑπέλθῃ, καὶ παραχρῆμα
10. μὲν ἔναιμον ᾖ τὸ χρῶμα τοῦ ὀφθαλμοῦ, ὕστερον δὲ πελιδνόν.
11. χήμωσις δέ ἐστιν, ὅταν ἐκ φλεγμονῆς σφοδροτέρας ἀμφότερα
12. τὰ βλέφαρα ἐκτραπῇ καὶ μὴ ὅλον σκέπῃ τὸν ὀφθαλμόν.
13. κυρίως δὲ χήμωσις λέγεται, ὅταν τὸ λευκὸν ἑκατέρωθεν
14. τῆς ἴριδος φλεγμάνῃ, κατὰ δὲ τὴν ἴριν κοιλαινόμενον,
15. ὅμοιον τοῖς σχήμασι τῇ καλουμένη χήμῃ. κοιλώματα δὲ λέγεται
16. ἐπὶ ὀφθαλμοῦ ὅσα στρογγύλα καὶ κοῖλα ἕλκη πλατύτερα
17. τῶν βοθρίων γίνεται ἐν αὐτῷ περὶ τὴν ἴριν. ἄργεμον
18. δέ ἐστιν, ὅταν κατὰ τὸν τῆς ἴριδος κύκλον καὶ τὸ λευκὸν, 
1. ἐνίοτε δὲ καὶ τὸ μέλαν, ἕλκος γίνηται στρογγύλον καὶ
2. ὑπόλευκον. νεφέλιον δέ ἐστιν ἕλκος ἐπιπόλαιον καὶ μικρῷ
3. μεῖζον ἀργέμου καὶ λευκόν. ἀχλὺς δέ ἐστι περὶ ὅλον τὸ μέλαν
4. ἀπὸ ἑλκώσεως ἐπιπολαίου, οὐλὴ λεπτοτάτη ἀέρι ἀχλυώδει
5. παραπλησία. ἐπίκαυμα δέ ἐστιν, ὅταν ἐξ ἐπιπολῆς ἡ
6. ἐπιδερμὶς ἐπικαυθεῖσα ἑλκωθῇ, ἢ καὶ βραχὺ βαθυτέρα γένηται
7. ἐξ ἐπιφορᾶς μεγάλης ἐγγινομένη. βοθρίον δέ
8. ἐστιν ἕλκος κοῖλον, καθαρὸν, στενὸν, κεντήμασι στρογγύλοις
9. ὅμοιον, βαθύτερον ἑλκυδρίου. φλύκταιναν δὲ λέγουσιν,
10. ὅταν ἐξ ἑλκώσεως, ἢ καὶ ἄνευ ἑλκώσεως, ἐξ ἐπιπολῆς τοῦ
11. κερατοειδοῦς χιτῶνος, ὑμὴν λεπτότατός τε καὶ μετέωρος ἀρθεὶς
12. παραδέξηται μεταξὺ αὐτοῦ ὑγρασίαν, ἢ καὶ ὑπὸ τὴν
13. κτηδόνα τοῦ χιτῶνος παχυτέρα ὑποδραμοῦσα ὑγρασία καὶ
14. τὴν φλύκταιναν ἀποτελέσασα. μυοκέφαλον δέ ἐστιν, ὅταν ἐξ
15. ἑλκώσεως διαβρωθέντος τοῦ πρώτου χιτῶνος κατὰ τὴν ἴριν
16. προκύψῃ ὁ δεύτερος χιτὼν, ὡς οἷον μυίας κεφαλῇ ἐοικέναι.
17. σταφύλωμα δὲ λέγεται, ὅταν ἡ κόρη τοῦ ὀφθαλμοῦ
18. μετεωρισθῇ μετὰ φλεγμονῆς καὶ πόνου καὶ γίνηται ὅμοιον
19. ῥαγὶ σταφυλῆς, λευκὸν τῇ χροιᾷ. ὑπόπυον δέ ἐστιν, ὅταν
1. πῦον ὅλην τὴν ἴριν περιλάβῃ, ἢ τὸ ἥμισυ. ῥῆξις δέ ἐστιν
2. ἕλκωσις ὑπὸ πληγῆς ἢ ἄλλης τινὸς αἰτίας κατὰ βάθος
3. ἐπιφέρουσα ὡς ἐπὶ τὸ πολὺ, τὴν διαίρεσιν τῶν ὑμένων ὅλων,
4. ὥστε ἐκχεῖν καὶ τὰ ὑγρὰ οἷς βλέπομεν. οὐλὴ δέ ἐστιν, ὅταν
5. ἐπὶ τῷ μέλανι τοῦ ὀφθαλμοῦ ἐξ ἕλκους βαθέος ὄντος παχύτης
6. ὑμένος ἐπιγένηται καὶ ἡ χροιὰ λευκοτέρα φαίνηται.
7. συνίσταται δὲ καὶ ἐπὶ τοῦ λευκοῦ ὑμένος καλουμένου, ἀλλ᾿
8. οὐ διαδείκνυται. λεύκωμα δὲ ταὐτὸν μὲν τῇ καλουμένῃ οὐλῇ
9. ἐστι, διαφέρει δὲ τῷ ἐξ ἑλκώσεως μεγάλην οὐλὴν μείζονα
10. καὶ παχυτέραν ἐπιγίνεσθαι ἐπὶ τῆς ἴρεως, ἣν καλοῦσι λεύκωμα.
11. ἦλος δέ ἐστιν ἡ μετὰ λείας καὶ λευκῆς, οἷον οὐλὴ
12. σαρκώδης, ὑπεροχὴ τοῦ μέλανος στερεά· πολλάκις δὲ καὶ
13. ἐπὶ τῷ λευκῷ τῷ μέλανι συνάπτοντι ἐπανισταμένη. ὑποκεχύσθαι
14. δὲ λέγουσί τινες, ὅταν συμβῇ παρέγχυσιν ὑγροῦ
15. τινος γενέσθαι κατὰ τὴν κόρην καὶ πῆξιν πολλάκις, ὥστε
16. κωλῦσαι τὸ ὁρᾷν, ἢ καὶ ἀμαυροῦσθαι ἐν τῷ φαίνειν. γλαύκωσις
17. δέ ἐστι τοῦ κρυσταλλοειδοῦς ὑγροῦ εἰς λευκὴν καὶ
18. ὑδατώδη χροιὰν μεταβολὴ, δι᾿ ἣν τὸ βλέπειν κωλύεται. μυδρίασις
19. δὲ λέγεται, ὅταν ἡ κόρη τῷ μὲν χρώματι μηδὲν
1. παραλλάττῃ, πλατυτέρα δὲ ᾖ πολλῷ τοῦ κατὰ φύσιν, ὥστε
2. ἐγγίζειν τῷ κύκλῳ τῆς ἴρεως καὶ ἐμποδίζειν τὸ βλέπειν.
3. φθίσις δὲ λέγεται στενουμένης τῆς κόρης, ὡς κεντήματι
4. ἐοικέναι καὶ ἀμαυροτέρας καὶ ῥυσοτέρας γινομένης, ἢ ἐξ
5. ἀσθενειῶν ἐπικινδύνων, ἢ κεφαλαλγιῶν ἐπιτεταμένων. σύγχυσις
6. δέ ἐστιν, ὅταν τὰ ἐν τῷ ὀφθαλμῷ ὑγρὰ μὴ κατὰ
7. χώραν μένῃ, τὴν ἰδίαν τάξιν σώζοντα, ἀλλὰ τεταραγμένα ᾖ.
8. ἀμαύρωσις δέ ἐστιν, ὅταν παντελὴς παρεμποδισμὸς ᾖ τοῦ
9. ὁρᾷν, χωρὶς φανερᾶς αἰτίας. νυκτάλωπας δὲ λέγουσιν, ὅταν
10. ἡμέρας μὲν βλέπωσιν ἀμαυρότερον, δυομένου δὲ ἡλίου λαμπρότερον·
11. νυκτὸς δὲ ἔτι μᾶλλον· ἢ ὑπεναντίως, ἡμέρας μὲν
12. ὀλίγα, ἑσπέρας δὲ ἢ νυκτὸς οὐδ᾿ ὅλως. μύωπας δὲ λέγουσι
13. τοὺς τὰ μὲν σύνεγγυς βλέποντας, τὰ δὲ πόῤῥωθεν μὴ ὁρῶντας.
14. διαπύησις δέ ἐστι βραχυτέρου ὑγροῦ σύστασις περὶ
15. αὐτὴν τὴν κόρην, δυσεξάτμιστος καὶ δυσδιαφόρητος, ὑποχύματος
16. ξηροτέρα. ἀπόῤῥηξις δὲ γίνεται τοῦ πόρου περὶ
17. ὀφθαλμὸν, ὅταν ὁ διατείνων ἀπὸ τοῦ ἐγκεφάλου καὶ μήνιγγος
18. πόρος ἐπὶ τὸν ὀφθαλμὸν ἀποῤῥαγῇ, ὡς ἀβλεψίαν
19. τελείαν γενέσθαι προηγησαμένης πληγῆς περὶ τὴν κεφαλὴν,
1. ἢ ἀφ᾿ ὕψους πτώματος, ἀφ᾿ οὗ γίνεται ἡ τοῦ πόρου
2. ἀπόῤῥηξις. παρέμπτωσις δέ ἐστιν, ὅταν εἰς τὸν πόρον, κατ᾿
3. ἀναστόμωσιν, ἢ ῥῆξιν ἀγγείου, τὸ ὑγρὸν παρεμπέσῃ καὶ ἐμφράξῃ
4. τὸν πόρον ἀπ᾿ αὐτῆς τῆς βάσεως τοῦ ἐγκεφάλου, ὅθεν
5. καὶ τῷ ὀφθαλμῷ ἡ τοῦ ὁρᾷν δύναμις, ὥστε μετ᾿ ἀλγημάτων
6. καὶ τὸ ὁρᾷν ἐμποδίζεσθαι. σύμπτωσις δὲ γίνεται μὲν ὑπὸ τοῦ
7. πόρου στενουμένου καὶ συμπίπτοντος δι᾿ ἀτροφίαν καὶ πάρεσιν.
8. σπάνιον δὲ τοῦτο τὸ πάθος καὶ δυσίατον. ἀνθράκωσις
9. δέ ἐστιν ἕλκος ἐσχαρῶδες μετὰ νομῆς καὶ ῥεύματος καὶ βουβῶνος
10. ἐνίοτε καὶ πυρετῶν γινομένων περὶ τὸ ἄλλο πᾶν σῶμα,
11. ἔστι δὲ ὅτε καὶ περὶ ὀφθαλμούς.

Cliquer un n° de page pour en afficher l’image