Pseudo-Galenus. Introductio sive medicus (Medicus. Introd.) [n° 089 Fichtner] [GalLat]

Εἰσαγωγὴ ἢ ἰατρός
Médecin, Introduction
Introduction (Int.)
Introductio seu medicus, 1827, vol. 14, p. 674-797. urn:cts:greekLit:tlg0530.tlg012.verbatim-lat1
Petit, 2009 (fra).

Introductio seu medicus, 19, ed. Kühn, 1827, vol. 14, p. 780-791. urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1:19

15. [Περὶ χειρουργίας εἰδῶν.] Χειρουργία
16. ἐστὶν ἄρσις ἐμμέθοδος τοῦ ἰδίως λεγομένου ἀλλοτρίου,
17. διὰ τομῶν καὶ καταρτισμῶν μετὰ τῆς τῶν τραυμάτων
1. καὶ ἑλκῶν θεραπείας, ἐπ᾿ ἀνθρώπου σώματι παραλαμβανομένη.
2. χειρουργίας δὲ καθολικαὶ μὲν ἐνέργειαι δύο, σύνθεσις
3. καὶ διαίρεσις. ἔστι δὲ τούτων εἴδη πολλά. καὶ συνθέσεως
4. μὲν εἴδη συνθετισμὸς τῶν κατεαγότων ὀστέων καὶ
5. ἐπίδεσις καὶ ἀρθρέμβολον τῶν ἐξηρθρηκότων καὶ τάξις τῶν
6. προπεπτωκότων ἐντέρων καὶ μήτρας καὶ ἀπευθυσμένου καὶ
7. γαστροῤῥαφία καὶ ἐπαγωγὴ τῶν κολοβωμάτων, ὡς ἐπὶ ῥινῶν
8. καὶ χειλῶν καὶ ὤτων. διαιρέσεως δὲ εἴδη ἁπλοτομία καὶ
9. περιαίρεσις, ὑποσπαθισμὸς, περισκυθισμὸς, ἀγγειολογία,
10. ἐκκοπὴ, καῦσις, ξύσις, ῥίνησις, ἔκπρισις. ἁπλοτομίᾳ οὖν
11. χρώμεθα ἐπὶ τῶν ἀποστημάτων πάντων. χρὴ δὲ διαιρεῖν
12. ἐπ᾿ εὐθείας τοῦ κώλου καὶ μὴ ἐγκαρσίως. περιαιρέσει δὲ
13. ἐπὶ τῶν ἐν μασχάλαις καὶ βουβῶσι καὶ γλουτοῖς καὶ ἕδρᾳ,
14. μυρσινοειδῶς περιαιροῦντες. ὑποσπαθισμῷ δὲ κατὰ τὸ μέτωπον
15. ἐπὶ τῶν ῥευματιζομένων ὀφθαλμῶν, καὶ περισκυθισμῷ,
16. ἐπὶ τῶν κατὰ τοῦ βρέγματος καὶ ἐπὶ πόσθης
17. μελανθείσης. ἐκκοπῇ δὲ ἐπί τε τῶν κώλων μελαινομένων
18. καὶ ἐπὶ τῶν ἐν τῇ κεφαλῇ καταγμάτων. ἐπὶ δὲ
1. πάντων περὶ τὰ ὀστᾶ ἥ τε καῦσις καὶ ξύσις καὶ ἡ ῥίνησις
2. καὶ ἡ πρίσις εὔχρηστοι καὶ ἐπ᾿ ἄλλων πολλῶν. καύσει
3. δὲ τῇ διὰ καυτήρων χρώμεθα, ἰδίως μὲν ἐπὶ τῶν νεμομένων
4. ἤδη πάντων καὶ ἐπὶ τῶν ῥευματιζομένων ὀφθαλμῶν,
5. ἰσχίων, ἢ καὶ τῶν ἐντός. καὶ γὰρ ἐπὶ φθισικῶν παραλαμβάνονται
6. καυστῆρες καὶ ἐπὶ σπληνικῶν καὶ ἐπὶ τῶν εἰς μασχάλην
7. μελετησάντων ἐκπίπτειν βραχιόνων καὶ ἐπὶ αἰγίλωπος
8. καὶ ἐπὶ τῶν μελαινομένων, ἢ πριζομένων διὰ τὰ ἀναστομούμενα
9. ἀγγεῖα καὶ ἐπὶ τῶν ἄλλως αἱμοῤῥαγούντων. περὶ
10. μὲν οὖν κεφαλὴν ταῦτα συνίσταται τῶν ὑπαγομένων χειρουργίαις.
11. καταγμάτων δὲ περὶ κεφαλὴν εἴδη πέντε, ῥωγμὴ,
12. ἐγγείσωμα, ἐκπίεσμα, ἀπόχημα, καμάρωσις κατὰ δέ τινας
13. ἓξ καὶ τριχίασις, ἡ ἐπιπόλαιος δηλονότι τῶν ὀστῶν ἐγχάραξις.
14. ὑδροκεφάλων δὲ εἴδη τέσσαρα. τὸ μὲν μεταξὺ ἐγκεφάλου
15. καὶ μήνιγγος. τὸ δὲ μεταξὺ μήνιγγος καὶ ὀστοῦ. τὸ δὲ
16. μεταξὺ ὀστοῦ καὶ περικρανίου. τὸ δὲ μεταξὺ ὀστοῦ καὶ δέρματος.
17. συνίστανται δὲ περὶ τὸ δέρμα μελικηρὶς, ἀθέρωμα,
18. καὶ ἔξωθεν ἀλωπεκίασις. τὰς μὲν οὖν ἀλωπεκίας ἀμύσσομεν,
1. τὰς δὲ μελικηρίδας καὶ τὰ ἀθερώματα μυρσινοειδῶς, ἢ καὶ
2. ἁπλῶς διαιροῦντες τὴν ἐπιφάνειαν, εἶτα ἀποδέροντες τοῖς
3. δακτύλοις τοὺς χιτῶνας, σὺν τοῖς ἐνοῦσιν ὑγροῖς κομιζόμεθα.
4. τὰ δὲ ὑδροκέφαλα τὰ μὲν ὑπὸ τὸ δέρμα καὶ τὸ περικράνιον
5. δύο που ἢ τρισὶν εὐθείαις διαιρέσεσι κενοῦμεν.
6. τὰ δὲ ὑπὸ τὰ ὀστᾶ ἐκκόπτοντες. τὰ δὲ μεταξὺ μήνιγγος
7. καὶ ἐγκεφάλου ἀθεράπευτα. πᾶν δὲ εἶδος τῶν ἐν κεφαλῇ
8. καταγμάτων τῇ ἐκκοπῇ ὑπάγεται διὰ ἐκκοπέων περιαιρουμένων
9. τὸ κατεαγὸς τῶν ὀστῶν. οἱ μὲν οὖν παλαιοὶ χοινικίοις
10. πρίοντες ταῖς διὰ τῆς περιστρεφομένης ἐξέκοπτον
11. αὐτά· οἱ δὲ μετὰ ταῦτα κεφαλοτρυπάνοις, ἕδρας παρέχοντες
12. τοῖς ἐκκοπεῦσιν. οἱ δὲ νῦν μόνοις τοῖς ἐκκοπεῦσιν
13. ἀρκοῦνται. τῶν δὲ περὶ ὀφθαλμοὺς παθῶν ταῦτα χειρουργίαις
14. ὑπάγεται, τριχίασις, ὑδατίδες, ἐγκανθίδες, πτερύγια,
15. σταφυλώματα, ὑποχύματα, ῥεύματα χρόνια καὶ
16. ὑπερβάλλοντα, λιθίασις περὶ τὰ βλέφαρα, σύμφυσις εἰς
17. αὐτὸ τῶν περὶ τοὺς ὀφθαλμοὺς αἰγίλωψ. τὰ μὲν οὖν κεχαλασμένα
18. βλέφαρα ἀναῤῥάπτομεν καὶ καταῤῥάπτομεν ἀφαιροῦντες 
1. αὐτῶν ταινίδιον τὸ σύμμετρον καὶ κατὰ τὸ σχῆμα
2. τῶν βλεφάρων. ἐπὶ δὲ τῶν μὴ κεχαλασμένων ἀναβροχίζοντες
3. τὰς τρίχας διὰ βελόνης. τὰς δὲ ὑδατίδας κομιζόμεθα κατ᾿
4. ἰδίαν βάλλοντες. τὰς δὲ ἐγκανθίδας καὶ πτερύγια καὶ τὰ
5. σταφυλώματα περιαιροῦμεν, τὰ μὲν σταφυλώματα λίνον διείραντες
6. καὶ ἀποβροχίζοντες, τὰ δὲ πτερύγια καὶ τὰς ἐγκανθίδας
7. ἢ λίνῳ ἀνατείναντες, ἢ ἀγκίστρῳ. τὰ δὲ ὑποχύματα
8. κατάγομεν, παρακεντοῦντες περὶ τὴν ἴριν, ἐκ τοῦ πρὸς τῷ
9. μικρῷ κανθῷ μέρους μέχρι κενεμβατήσει καὶ παρακεντήσει·
10. εἶτα πλαγιάζοντες ἐπὶ τὴν ἴριν τῷ ἄκρῳ αὐτοῦ τὸ συνεστὸς
11. κατὰ τὴν κόρην ὑγρὸν κατάγομεν ξύοντες καὶ σφίγγοντες,
12. ὥστε μὴ ἀναβλέψαι. τὸ δὲ ῥεῦμα ἵστησιν ὑποσπαθισμός
13. τε καὶ περισκυθισμὸς καὶ ἀγγειολογία. ὁ μὲν οὖν
14. ὑποσπαθισμὸς γίνεται τριῶν διαιρέσεων ὑπὲρ μετώπου διδομένων·
15. εἶτα τῆς σπαθομήλης διεκβαλλομένης διὰ τῶν μεταξὺ
16. σωμάτων. ὁ δὲ περισκυθισμὸς τοιοῦτός ἐστι· διαιρεῖται
17. ἐπὶ ἐγκαρσίαις διαιρέσεσι τὸ μέτωπον, οἷον στεφανιαία.
18. καθ᾿ ἕτερον δὲ μέρος αὐτῆς, μικρὸν ἀνωτέρω τῶν κροτάφων
19. ἀφαιρεῖταί τινα τρίγωνα, ἐοικότα τὸ σχῆμα τῷ Δ
20. στοιχείῳ. ἡ δὲ ἀγγειολογία ἐπιτελεῖται τῶν κεκρυμμένων
1. ἀγγείων ἀπὸ κροτάφου ἐπὶ κρόταφον διαιρουμένων εἰς βάθος.
2. τὴν δὲ τῶν βλεφάρων λιθίασιν ἰώμεθα διαιροῦντες
3. τὸ βλέφαρον ἐπὶ πολὺ καὶ κομιζόμενοι τὸν λίθον ἀσκύλτως.
4. τὰ δὲ συμπεφυκότα βλέφαρα ἀναπτύξαντες σμίλῃ διαστέλλομεν
5. τιλτοῖς ξυροῖς τοὺς δὲ αἰγίλωπας περιαιροῦντες μέχρι
6. ὀστοῦ καυτῆρσι διακαίομεν. εἰσὶ δὲ οἳ ἀντὶ καυστηρίου
7. κεφαλοτρεπάνῳ τιτρῶσι τὸ ὀστοῦν, ὡς ἐπὶ τὴν ῥῖνα.
8. τὰ δὲ ἐν ῥινὶ συνιστάμενα, πολύποδας μὲν περιαιροῦμεν
9. στενῷ σμιλαρίῳ καὶ ξυστῆρι ὕστερον ἀποξύομεν τὰς ῥίζας.
10. αἱ δὲ ὄζαιναι ὡς ἐπὶ τὸ πολὺ ἀθεράπευτοι· ἡ δὲ αὐτὴ ἐγχείρησις
11. καὶ ἐπὶ τούτων. τῶν δὲ ἐν τῷ στόματι ἐπουλίδας
12. μὲν καὶ παρουλίδας διαιροῦμεν, ὅταν πυοποιήσωμεν.
13. τὰς δὲ κεχαλασμένας σταφυλὰς ἀμέτρως ἐκτέμνομεν μυδίῳ
14. λαβόμενοι, τοὺς δὲ ὀδόντας ἐξαιροῦμεν περιχαράσσοντες.
15. τοὺς δὲ ἐν παρισθμίοις ὑπεραίροντας τὸ κατὰ φύσιν ἀδένας
16. περιαιροῦμεν τοῖς ἀντιοτόμοις. τὰ δὲ ἐν τῷ τραχήλῳ
17. στεατώματα καὶ χοιράδας διαιροῦντες τὴν ἐπιφάνειαν καὶ
18. ἀποδέροντες τοῖς δακτύλοις, λύοντες τὴν πλοκὴν τῶν ἀγγείων
1. κομιζόμεθα. τὰ δὲ γαγγλία ἐν τοῖς μετακαρπίοις μὲν ὡς
2. ἐπὶ τὸ πολὺ γίνεται καὶ γυναιξὶν ἐριουργοῖς τὰ πλεῖστα ἐκθλῶμεν,
3. ἃ δὴ καὶ κηρώμασιν ἐκμαλασσόμενα καθίσταται.
4. τὰ δὲ ἐν μασχάλαις φύματα καὶ χοιράδας μετὰ περιαιρέσεως
5. τέμνομεν. ὁμοίως δὲ καὶ τὰς ἐν βουβῶσι. τὰ δὲ ἐν μεσοπλευρίῳ
6. ἀποστήματα διαιροῦντες οὐκ ἀθρόως ποιούμεθα τοῦ
7. πύου τὴν ἔκκρισιν, ἀλλὰ πρὸς μέτρον. εἰσὶ δὲ οἳ καὶ διακαίουσιν
8. αὐτά. καρκινώματα γίνεται μὲν ἐν πολλοῖς μέρεσι
9. τοῦ σώματος, μάλιστα δὲ περὶ τοὺς μασθούς. περιαιρεῖται
10. δὲ ἔνθ᾿ ἂν ᾖ καὶ καυστηρίοις διακαίεται οὐ σφόδρα πεπυρωμένοις.
11. εἰσὶ δὲ οἳ ξυραφίοις πεπυρωμένοις ὁμοῦ τέμνουσι
12. καὶ διακαίουσιν. ἐξόμφαλοι δὲ πάντες μὲν οἱ ἔχοντες ἐν ὑπεροχῇ
13. τὸν ὀμφαλὸν λέγονται. διαφορὰς δὲ ἔχουσι τρεῖς. οἱ
14. μὲν γὰρ αὐτῶν πνευματόμφαλοι, οἱ δὲ ἐντερόμφαλοι, οἱ δὲ
15. ὑδρόμφαλοι. πᾶσαι δὲ αἱ διαφοραὶ ὑπάγονται χειρουργίαις,
16. λίνου διπλοῦ διὰ βελόνης διεμβαλλομένου καὶ περισφιγγομένου
17. τοῦ ὀμφαλοῦ. τοὺς δὲ ὑδεριῶντας παρακεντοῦμεν
18. μικρὸν ὑπὸ τὸν ὀμφαλὸν, ἐκ τῶν εὐωνύμων σιδηρᾷ μυρσίνῃ
19. μέχρι κενεμβατήσῃ. τῶν δὲ λειποδέρμων διττὴ
1. ἡ χειρουργία, τῶν μὲν ἔνδοθεν ὑποδερομένων, τῶν δὲ ἔξωθεν
2. ἐπιπολῆς διαιρουμένων ἐν κύκλῳ, ἴνα ἔνδον ἡ πόσθη
3. ἐπισπασθῇ. οἱ δὲ πεφιμωμένοι τὴν ἀκροποσθίαν χειρίζονται,
4. ἐπαναγομένης τῆς ἀκροποσθίας ἐφ᾿ ὅσον δύναται. εἶτα
5. τῶν προφαινομένων τύλων ἀπολυομένων φλεβοτόμῳ ἐξ ἐπιπολῆς.
6. ὑποσπαδίαι δέ εἰσιν οἱ ἐκ γενετῆς ἔχοντες τὴν οὐρήθραν
7. κάτωθεν, ὑπὸ τὸν λεγόμενον κύνα. θεραπευτέον δὲ
8. τετρημένης τῆς βαλάνου ἄκρας καὶ σωληνιδίου ἐντιθεμένου.
9. οἱ δὲ λεγόμενοι ἄτρητοι, εἴτε τρῆμα ἔχοιεν λεπτὸν εἴτε
10. μηδ᾿ ὅλως, οὕτω συγχειρίζονται. τὸ ὀξὺ τοῦ φλεβοτόμου καθιέντες
11. προσαναπτύσσομεν, εἶτα τὸν δάκτυλον ὑποβάλλοντες
12. πανταχόθεν ἀπολύομεν. τοὺς δὲ λίθον ἔχοντας ἐν κύστει
13. τέμνομεν σφηνώσαντες μὲν τὸν λίθον ἐν τῷ τῆς κύστεως
14. τραχήλῳ, ἐπικόπῳ δὲ τῷ λίθῳ χρώμενοι διαιροῦμεν ἀθρόως
15. τὰ ἐπικείμενα σώματα καὶ λιθολάβῳ τὸν λίθον κομιζόμεθα.
16. τοὺς δὲ ῥυαδικοὺς, τοὺς ὁπωσοῦν γεγονότας, ἐὰν μέγας
17. λίαν ὁ τύλος ᾖ, περιαιροῦντες ἀνασκευάζομεν. οἷς δὲ ἐποχὴ
18. οὔρου διὰ τὸ πλῆθος ἐνοχλεῖ, περιτεινομένης τῆς κύστεως
1. καὶ συστέλλεσθαι μὴ δυναμένης, διὰ καθετῆρος κομιζόμεθα
2. τὸ οὖρον. ἔοικε δὲ ὁ καθετὴρ τῷ ῥωμαϊκῷ σίγμα S.
3. καθίεται δὲ εἰς τὸν καυλὸν διὰ τῆς οὐρήθρας μέχρι τῆς
4. κύστεως, ἔχοντες ἐν αὐτῷ ῥάμμα ἐπ᾿ ἄκρου ἔχον ἐρίου
5. βραχὺ προκύπτον προβρεχόμενον τῷ οὔρῳ, ἔπειτα ἑλκόμενον
6. εἰς τὰ ἐκτός· συνέπεται δὲ αὐτῷ τὸ οὖρον, εἰς ἔκκρισιν
7. οἷον ὁδηγοῦν τι αὐτῷ. τῶν δὲ περὶ ὄσχεον συνισταμένων
8. ὄγκων εἴδη εἰσὶν ἑπτὰ, ὑδροκήλη, πωροκήλη, στεατοκήλη,
9. σαρκοκήλη, ἐπιπλοκήλη, κιρσοκήλη, ἐντεροκήλη. εἰσὶ
10. δὲ ἐφ᾿ ὧν καὶ ἐπιπλέκεται ταῦτα, οἷον ὑδρεντεροκήλη, σαρκοεπιπλοκήλη.
11. ἐπὶ μὲν οὖν τῶν ὑδροκηλικῶν διελόντα δεῖ
12. τὸ ὄσχεον καὶ κατὰ τὸ φλεβωδέστατον ἐντυχόντα τῷ χιτῶνι
13. τῷ τὸ ὑγρὸν περιέχοντι κενῶσαι καὶ τὰ περισσὰ τοῦ
14. χιτῶνος ἐπαφαιρεῖν. ἐφ᾿ ὧν δὲ ἄνευ τοῦ χιτῶνός ἐστιν, ἐκκρίναντες
15. τὸ ὑγρὸν ἀρκούμεθα. τὰς δὲ στεατοκήλας καὶ
16. πωροκήλας τέμνειν χρὴ, ὁμοίως ὑπερβάλλοντας τῇ ἀριστερᾷ
17. χειρὶ τὸ ὄσχεον, ἔπειτα διαιρεῖν ἐξ ἐπιπολῆς ἕως ἐντύχωμεν
18. τῷ στέατι, ἢ πώρῳ, ἢ ὅ τι ἂν ᾖ καὶ τοῦτο κομιζόμεθα. 
1. καὶ οἱ σαρκοκηλικοὶ δὲ ὁμοίως χειρίζονται. δεῖ
2. μόνην τὴν πρὸς δὲ τὴν ὑποπίπτουσαν σάρκα λευκανθίζουσαν
3. περιαιρεῖν, τὴν δὲ ἐρυθρὰν ἀποδέροντα καὶ ἀπαλλοτριοῦντα
4. τότε ἀφαιρεῖν τὰ ἐγκαταλείμματα. ἐπὶ
5. δὲ τῶν κιρσοκηλῶν ἀνατείνας ἀγκίστρῳ ἐξ ἐπιπολῆς διαιρῶν
6. καὶ ἀναλαβὼν τὸν κιρσὸν καὶ ἀποδείρας ἀπολιπὼν
7. ὡσεὶ μικροῦ δακτύλου τὸ πλάτος, τὸ δὲ λοιπὸν ἀνατείνων
8. ἀπόκοπτε. φυλακτέον δὲ ἀκριβῶς ἐπὶ τῶν συμπεπλεγμένων
9. κρεμαστήρων, ἢ διδύμων. τοὺς δὲ ἐντεροκηλικοὺς
10. καὶ ἐπιπλοκηλικοὺς οὕτω τέμνομεν ἀναπιέσαντες τὸ ἔντερον,
11. ἢ τὸν ἐπίπλουν ἀκριβῶς, εἶτα τὸν σπερματικὸν πόρον
12. ἀφαιροῦμεν ὅσον δυνάμεθα. εἰ δὲ μὴ τὸ περιτόναιον
13. ἐπισπασάμενοι καὶ ἐπιβροχήσαντες περιαιροῦμεν. τὰς δὲ αἱμοῤῥοΐδας
14. λίνον λεπτὸν διπλοῦν, διὰ τῶν βάσεων αὐτῶν
15. διείροντες ἀποσφίγγοντες, μετὰ δύο ὥρας ἀποτέμνομεν. τῶν
16. δὲ συρίγγων αἱ μέν εἰσιν ἀσύντρητοι, μόνον τὸ στόμα ἔχουσαι.
17. αἱ δὲ συντετρημέναι, ἢ ἔνδον εἰς τὸν δακτύλιον, ἢ
18. ἔξωθεν. ἐπὶ μὲν οὖν τῶν συντετρημένων εἰς τὸν δακτύλιον
19. διαβάλλων τὴν μηλωτίδα, εἶτα τὸν δάκτυλον καθεὶς εἰς τὴν
1. ἕδραν, ἐπισπάσαι τὸ ἔντερον ἄκρῳ τῆς μηλωτίδος καὶ περιαίρει
2. κάτωθεν ἀρχόμενος. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἐκτὸς
3. τῆς ἕδρας. ἐπὶ δὲ τῶν μὴ συντετρημένων τῷ ὀξεῖ τῆς
4. μηλωτίδος διαπερᾷν ἅπαντα τὰ ὑγιῆ σώματα. εἰσὶ
5. δὲ οἳ ἀντὶ τοῦ ἀνακείρειν, ἢ περιαιρεῖν τὰ μεταξὺ τῶν
6. συντρήσεων λίνον βύσσινον συνεστραμμένον ἐν ἄκρῳ τῆς
7. μηλωτίδος, ἔχοντα τὰ διῃρημένα τούτῳ ἀποσφίγγοντες τὰ
8. μεταξὺ σώματα, ἑκάστης ἡμέρας περιτείναντες τὰ ῥάμματα,
9. διακόπτουσι τὰ μεταξὺ καὶ ἐκτυλώσαντες τῇ Αἰγυπτίᾳ ἐπουλοῦσιν.
10. ἀναγέγραπται δὲ καὶ παρ᾿ Ἱπποκράτους πρώτου ὁ
11. τρόπος οὗτος. τοὺς δὲ ἐν τοῖς σκέλεσι κιρσοὺς πρῶτον
12. ἔξωθεν ἐπισημηνάμενοι δι᾿ ὅλου ἐγχαράξεσιν, εἶτα κλίναντες,
13. ἐξ ἐπιπολῆς λαβόμενοι τοῦ δέρματος, αὐτὸ πρῶτον διαιροῦμεν,
14. εἶτα ἀγκίστρῳ ἐπισπώμενοι τὸν κιρσὸν διαδέομεν καὶ
15. μετὰ πάσας τὰς διαιρέσεις τοῦτο ποιήσαντες, ἢ κιρσουλκῷ
16. ἐξαιροῦμεν διακόπτοντες τὰ ἄκρα, ἢ διπυρήνῳ διαλαβόντες
17. λίνῳ διὰ τῆς κοιλίας τοῦ κιρσοῦ κατ᾿ ἀναστροφὴν ἐξέλκομεν.
18. τά τε λεγόμενα δρακόντια ὅμοιά ἐστι τοῖς κιρσοῖς·
19. μεγάλην δὲ ἀλγηδόνα ἐπιφέρει κινούμενα, μικρὸν προκύπτοντα.
1. δεῖ οὖν διελόντα ὡς ἐπὶ τῶν κιρσῶν ἀποδέρειν καὶ οὕτως
2. ἐξαιρεῖν. τοὺς δὲ ἥλους καὶ τύλους καὶ ἀκροχορδόνας καὶ
3. θύμους καὶ μυρμηκίας ἐκτέμνοντες ἐπικαίομεν, ἢ τῷ ψωρικῷ
4. ἐπιπάσσομεν. τὰ δὲ κολοβώματα, τὰ περὶ μυκτῆρας, ἢ ὦτα,
5. ἢ χείλη οὕτως εἰς τὸ κατὰ φύσιν ἀποκαθίσταται, τὰ μὲν
6. χείλη σμιλαρίῳ πανταχόθεν ἀναδέροντες αἱμάσσομεν, εἶτα
7. προσάγοντες ῥάπτομεν πυκνότερον. πρὸς δὲ τὰς σιαγόνας ἐξ
8. ἑκατέρου πέρατος τῶν χειλῶν, καθ᾿ ἃ συμπέφυκεν ἀλλήλοις,
9. ἔνδοθέν τε καὶ ἔξωθεν διαιροῦμεν καὶ τίλμασι διαστέλλομεν,
10. πρὸς τὸ μὴ τὴν σάρκα φυεῖσαν, χάλασμα παρασχεῖν· τὰ δὲ
11. ἐν τοῖς ὠσὶν ἢ μυκτῆρσιν κολοβώματα, ὅταν ὁ χόνδρος ᾖ διῃρημένος,
12. ἐκχονδρίζειν δεῖ καὶ οὕτως διαῤῥάπτειν ἐρείῳ ῥάμματι.

Cliquer un n° de page pour en afficher l’image