Pseudo-Galenus. Introductio sive medicus (Medicus. Introd.) [n° 089 Fichtner] [GalLat]

Εἰσαγωγὴ ἢ ἰατρός
Médecin, Introduction
Introduction (Int.)
Introductio seu medicus, 1827, vol. 14, p. 674-797. urn:cts:greekLit:tlg0530.tlg012.verbatim-lat1
Petit, 2009 (fra).

Introductio seu medicus, 2, ed. Kühn, 1827, vol. 14, p. 676-678. urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1:2

11. [Τίνες ἀρχαὶ ἰατρικῆς.] Ἀρχαὶ οὖν τῆς
12. ἰατρικῆς τρεῖς· ἡ μὲν εὑρέσεως, ἡ δὲ ἐκ τοῦ συστήσασθαι
13. τὴν τέχνην, ἡ δὲ ὑφηγήσεως. εὑρέσεως μὲν οὖν ἁπλῶς τῆς
14. ἐν τῇ ἰατρικῇ ἡ παλαιοτάτη καὶ ἄνευ λόγου ἀρχὴ ἡ πεῖρα,
15. ὡς παρὰ Αἰγυπτίοις καὶ πᾶσι βαρβάροις. τοῦ δὲ εἰς σύστημα
16. τέχνης ἀγαγεῖν, ὡς τὴν τῶν Ἀσκληπιαδῶν ἰατρικὴν,
17. ταύτης δὲ ἀρχὴ λόγος καὶ πεῖρα. ὑφηγήσεως δὲ, ὥς φησιν
1. Ἀθήναιος, ἢ παραδόσεως, καθώς τινες λέγουσιν, ἀρχὴ ἡ
2. φυσικὴ θεωρία. ἁπλῶς δὲ καὶ Ἱπποκράτης ἔφη, ἀρχὴ τοῦ
3. ἐν ἰατρικῇ λόγου ἡ φύσις πρώτη· ἀπὸ γὰρ τοῦ φυσιολογεῖν
4. ἄρχονται οἱ δογματικοὶ, ἐπειδὴ ἐκ τῶν κατὰ φύσιν καὶ
5. τὰ παρὰ φύσιν δύνανται εἰδέναι, ἄνευ δὲ τοῦ γνῶναι τὸ
6. κατὰ φύσιν τὸ παρὰ τοῦτο ἔχον, οὐχ οἶόν τε ἐπίστασθαι.
7. καὶ ἐν τῷ θεραπεύειν ὁμοίως δέονται τῆς φυσιολογίας,
8. ἐπειδὴ ἀπὸ τῆς φυσικῆς δυνάμεως τῶν προσφερομένων βοηθημάτων
9. τὸ κατάλληλον αὐτῶν πρὸς τὰ πάθη λαμβάνουσιν.
10. οἱ δὲ κατὰ τὰς ἄλλας αἱρέσεις παραιτησάμενοι τὸ φυσιολογεῖν
11. ἄρχονται ἑκάτεροι ἀφ᾿ ὧν τὴν ἕξιν τοῦ προσφέρειν
12. τὰ βοηθήματα περιεποιήσαντο· οἱ μὲν μεθοδικοὶ ἐκ
13. τῆς τῶν κοινοτήτων ἐνδείξεως, οἱ δ᾿ ἐμπειρικοὶ ἐκ τῆς κατὰ
14. τὴν πεῖραν τηρήσεως. ὥσπερ γὰρ τοῖς δογματικοῖς ἀρχὴ
15. τοῦ ἐν ἰατρικῇ λόγου ἡ φύσις, οὕτω τοῖς ἐμπειρικοῖς ἀρχὴ
16. ἡ πεῖρα, ἡ πλειστάκις καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως
17. ἔχουσα. ἀπὸ ταύτης γὰρ καὶ ἡ ἱστορία ἄρχεται καὶ
1. κατὰ ταύτην ἡ τοῦ ὁμοίου μετάβασις. τοῖς δὲ μεθοδικοῖς
2. ἀρχὴ ἡ κατὰ τὰ φαινόμενα τοῦ ὁμοίου θεωρία, ἢ γνῶσις
3. φαινομένων κοινοτήτων.

Cliquer un n° de page pour en afficher l’image