Pseudo-Galenus. Introductio sive medicus (Medicus. Introd.) [n° 089 Fichtner] [GalLat]

Εἰσαγωγὴ ἢ ἰατρός
Médecin, Introduction
Introduction (Int.)
Introductio seu medicus, 1827, vol. 14, p. 674-797. urn:cts:greekLit:tlg0530.tlg012.verbatim-lat1
Petit, 2009 (fra).

Introductio seu medicus, 20, ed. Kühn, 1827, vol. 14, p. 791-797. urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1:20

 

13. [Περὶ καταγνυμένων κώλων καὶ ἐξαρθρουμένων
14. μορίων.] Τὰ δὲ καταγνύμενα κῶλα ἐκ διατάσεως
15. μὲν εὐθετίζεται, ἐξ ἐπιδέσεως δὲ πωροῦται. τὰ μὲν οὖν περὶ
16. κεφαλὴν κατάγματα ποσαχῶς τε γίνεται καὶ ὅπως θεραπεύεται
17. εἴρηται. κᾂν ἐν προσώπῳ κάταγμα γένηται, ὡς τὰ
18. ἐν τῇ κεφαλῇ θεραπεύειν, ἐκκόπτοντα τὸ πεπονθὸς ὀστοῦν.
1. εἰδέναι δὲ χρὴ καὶ ὅσα τῶν καταγνυμένων ὀστῶν ἀθεράπευτα.
2. ἐὰν μὲν οὖν ῥὶς κατεάγῃ, οὐκ ὀρθοῦται. καὶ οὖς δὲ
3. κατάγνυσθαί φησιν Ἱπποκράτης, ὅτι καὶ ὁ χόνδρος ὀστοῦν
4. μιμεῖται καὶ δυσαποκατάστατος εἶναι δοκεῖ εἰς τὸ ἀρχαῖον
5. σχῆμα. ἀλλὰ κᾂν ἐξ ὑπερώας μεσίζῃ ἡ ῥὶς, ὥς φησι, σιμοῦται
6. ἀθεράπευτος. ἐὰν δὲ κλεὶς κατεάγῃ, ἢ κατακλεὶς, ἤ τις
7. πλευρὰ καὶ ταῦτα, ὡς ἐπὶ τὸ πολὺ δυσαποκατάστατα. ἐπιτιθέναι
8. δὲ χρὴ ἐπὶ τῶν κατακλείδων μάλιστα καὶ ἐπιδεῖν
9. ἀπὸ μασχάλης ἐπὶ μασχάλην. ἐὰν δέ τι τῶν μειζόνων κώλων
10. κατεάγῃ, ἢ τῶν μικροτέρων μερῶν, οἶον δακτύλων σκυταλίδες,
11. ἢ καρποῦ ὀστᾶ, ἢ μετακαρπίου, ἢ ταρσοῦ, πάντα
12. μεγαλομερῶς μὲν κατάγνυται, καυληδὸν, ἢ ῥαφανηδὸν, ἢ
13. σχιδακηδόν. ἐπὶ λεπτὸν δὲ καρυηδὸν ἢ ἀλφιτηδόν. πρότερον
14. μὲν οὖν χρὴ ἐπιδέοντα πάντα καταγνύμενα καὶ διατείνοντα
15. πάνυ ἰσχυρῶς καὶ βεβαίως διαστῆσαι καὶ πολὺ ἀποστῆσαι
16. ἀλλήλων, ἵνα εὐθετισθῇ καὶ ἀποκατασταθῇ εἰς τὸ ἀρχαῖον
17. σχῆμα. εὐθετίζειν δὲ χρὴ τὰ ὀστᾶ, οὐκ ἐπὶ εὐθὺ πάντα,
18. ἀλλὰ πρὸς σχῆμα τοῦ ὁμοζύγου κώλου. ἐὰν μὲν εὐθὺ
1. ᾖ, ἐπ᾿ εὐθείας, ἐὰν δὲ καμπύλον ἢ ἄλλως πως σκαμβὸν,
2. ὁμοίως. τρόπος δὲ παρασκευῆς ἐστιν ἐπιδέσεως εἰς πάντα,
3. ἐπίδεσμον ποιεῖν ἐξ ὀθονίων παλαιῶν, πρός τε τὸ
4. πλάτος καὶ τὸ μέγεθος τοῦ κώλου. πλάτος μὲν ἐπὶ τῶν μεγίστων
5. δακτύλων τεσσάρων ἢ πέντε, ἐπὶ δὲ τῶν ἰσχνοτέρων
6. μὴ ἔλασσον δακτύλων τριῶν. ἐπιδέσεως δὲ νόμος τοιοῦτος.
7. ἡ πρώτη ἐπίδεσις ἀπὸ τοῦ κατάγματος ἐπὶ τρεῖς
8. ἐπιδέσεις ἄνω νέμεται ὡς ἐπὶ τὸ πλεῖστον. ἡ δὲ δευτέρα
9. ἀπὸ τοῦ αὐτοῦ τόπου ἄρχεται, ἀλλασσομένων τῶν ἐπιδέσεων,
10. κάτω μὲν νέμεται, ἐπὶ τὰ ἄνω δὲ ἀνάγεται, ὥστε εἶναι
11. διπλῆν τῆς πρώτης. διάβροχον δὲ εἶναι ὑδρελαίῳ, ἢ οἰνελαίῳ
12. ἢ γλυκελαίῳ μέχρι πρώτης διὰ τρίτης, ἔπειτα κηρωτῇ
13. λελυμένῃ καὶ ὑγρᾷ, ὡς παχὺ ἔλαιον εἶναι. πιέζειν δὲ μηδὲ
14. πάνυ ἄγαν, ἵνα μὴ νεκρωθῇ, ἀλλ᾿ ὥστε προκεῖσθαι καὶ
15. προσερηρεῖσθαι, μήτε κεχαλασμένως, ἵνα συνέκχῃ καὶ ἀποκρούηται
16. τὰ ἐπιῤῥέοντα, πρὸς τὸ μὴ φλεγμαίνειν. ἔπειτα
17. σπλῆνας τριπτύχους ἢ τετραπτύχους ποιοῦντας ἐπιτιθέναι,
18. πληροῦντας τοῦ κώλου τὸ πάχος, ὥστε μήτε ἐπιπίπτειν 
1. ἀλλήλοις μήτε ἀφεστῶτας διαλείμματα ποιεῖν· ἐπὶ δὲ τούτοις
2. ἐπιδεσμίδα τρίτην ἐπιβάλλοντας ἀπὸ τοῦ κατάγματος
3. κάτω νέμεσθαι ἐπὶ τὰ ἄνω χωρεῖν καὶ ἐκεῖ τερματίζεσθαι.
4. αἱ δὲ ἐπιλύσεις αἱ μὲν πρῶται διὰ τρίτης· αἱ δὲ μετὰ τὴν
5. ἑβδόμην διὰ πλειόνων πρὸς τὰς ἐπειγούσας χρείας. ναρθηκίζουσαι
6. δὲ, ἀπὸ νάρθηκος ἀληθινοῦ, ἐπὶ τῆς ἐσχάτης ἐπιδεσμίδος,
7. ἐρίου προστιθεμένου, ἐκ διαστημάτων τασσομένων
8. τῶν ναρθήκων· ὅταν ἀκριβῶς ἀφλέγμαντον ᾖ, τῶν μὲν
9. κυρτῶν αὐτοῦ ἔξωθεν αἱρουμένων, τοῦ δὲ λείου ἐπιβάλλοντος
10. ἔνδοθεν ἁμματίῳ, ἐπ᾿ αὐτοῖς ἁμματιζομένων ἢ ταινιδίων
11. ἢ ναυτικοῦ ῥάμματος. ἐπὶ δὲ τῶν μετὰ τραύματος καταγμάτων,
12. ἀντὶ τούτων πάντων, σπλῆνας διπτύχους, ἢ
13. τριπτύχους ποιοῦντας, ἕκαστον πληροῦντα τὸ πάχος ἐν κύκλῳ
14. τοῦ κώλου, ὡς χωρίζεσθαι τὰ πέρατα αὐτοῦ, ἐπιπίπτοντα
15. ἀλλήλοις, ἅπαν τε κῶλον τούτοις ἐπὶ δέον συγκείμενον
16. ἔχοντες· πρώτως μὲν τοῖς σοῖς ἐπιβάλλουσι τῷ σώματι διαβρόχους
17. εἶναι τῶν προειρημένων· ἐπὶ δὲ τούτοις προϋποκείμενα
18. ἔχουσιν ἔρια καὶ ἀποδεσμίδας ἁπλῶς ἐπὶ τοῖς ἐρίοις
1. κατὰ τῆς ὑποτιθεμένης ἕδρας τοῦ ἀνοίκτου σωλῆνος· μάλιστα
2. δὲ οὗτος ὁ τρόπος τῆς ἐπιδέσεως ἁρμόδιος ἐπὶ τῶν
3. ἀλφιτηδὸν καταγνυμένων, μετὰ τραυμάτων καὶ πολλῆς περιθλάσεως
4. τῶν μυῶν, ἐφ᾿ ὧν καὶ μοτὰ χρὴ προϋποτιθέναι
5. διάβροχα τοῖς ἁρμόζουσι. μοτῶν δὲ εἴδη πέντε· στρεπτὸς,
6. ξυστὸς, τιλτὸς, ἐλλυχνιωτὸς, πριαπισκωτός. ἐπὶ δὲ τῶν
7. ἐξαρθρούντων δεῖ μὲν καὶ τῆς διατάσεως προηγουμένης· ἡ
8. δὲ ἐμβολὴ καθ᾿ ἕκαστον οἰκεία μετὰ τὴν διάτασιν παραλαμβάνεται.
9. πάντα δὲ ἐπὶ τοῦ Ἱπποκρατείου βάθρου καταρτίζεται,
10. ὁμοῦ τε διατεινόμενα καὶ συμβαλλόμενα. ἐξαρθροῖ δὲ
11. κεφαλὴ μὲν, ἐνήρθρωται γὰρ τῷ πρώτῳ σπονδύλῳ τοῦ τραχήλου
12. πρὸς τὸν δεύτερον. ἡ δὲ κάτω γνάθος ἐξίσταται
13. μὲν τοῦ κατὰ μῆλα ζυγώματος, ἐμβάλλεται δὲ μόναις ταῖς
14. χερσὶ παραγομένη ἔνθεν κᾀκεῖθεν ἐπὶ τὰ συνερειδόμενα
15. πρὸς τῇ ἄνω. τοῦ δὲ ὤμου εἰς μασχάλην μόνην ὀλισθάνοντος
16. ἡ δι᾿ ἄμβης ἐμβολὴ μετὰ διατάσεως. εἰσὶ δὲ καὶ ἄλλαι
17. παλαιστρικαὶ λεγόμεναι. ἀγκῶνος δὲ ἐξαρθρημάτων διαφοραὶ
18. τέσσαρες, ἡ μὲν ἔσω, ἡ δὲ ἔξω, ἡ δὲ εἰς τὰ ἔμπροσθεν,
1. ἡ δὲ εἰς τὰ ὄπισθεν· τὰς μὲν εἰς τὰ ἐκτὸς ἢ εἰς τὰ ἐντὸς,
2. μετὰ διατάσεως ἀντιπαράγοντες τὰ ἐξεστῶτα ὀστέα οὕτως
3. καθιστῶμεν, τὰς δὲ εἰς τοὐπίσω, ἢ εἰς τὸ ἔμπροσθεν, ἄνευ
4. διατάσεως· ἡ μὲν γὰρ ἐκ συγκάμψεως ἀθρόας, ἐντιθεμένου
5. τινὸς τῇ συγκάμψει τοῦ ἀγκῶνος, καθίσταται· ἡ
6. δὲ ἐκτάσεως σφοδροτέρας. καρποῦ δὲ καὶ μετακαρπίου καὶ
7. δακτύλων ἐξαρθρήματα ἐκ βραχείας διατάσεως τῶν χειρῶν
8. εὐθετίζεται. ῥάχεως δὲ πᾶσα διαστροφὴ, ἥ τε ὕβωσις καὶ
9. εἴσωσις καὶ σκολίωσις, ἀδιόρθωτα. μηροῦ δὲ ἡ πρὸς τὰ
10. ἰσχία κεφαλὴ ἢ ἔσωθεν εἰς τὸ περιτόναιον ἐμπίπτει, ἢ
11. ἔξωθεν εἰς τὸ ἀντικείμενον, ὀπίσω τε εἰς γλουτὸν καὶ ἔμπροσθεν
12. εἰς βουβῶνα. ἀνίατοι δὲ τέσσαρες διαφοραί. κατὰ
13. δὲ τὸ γόνυ συνεχὴς μὲν ἡ εἰς τὸ ἔξω ἐξάρθρησις καὶ ῥᾳδία
14. ἡ ἀποκατάστασις διὰ συγκάμψεως. ἔλαττον δὲ εἰς τὰ
15. ἐντὸς καὶ γίνεται καὶ ἀποκαθίσταται. ἔτι δὲ σπανιώτερον
16. ἡ εἰς τουπίσω. ἡ δὲ εἰς τοὔμπροσθεν οὐδὲ ὅλως γίνεται.
17. οὐδέποτε γὰρ ἐξίσταται τὰ ὀστᾶ διὰ τὴν συνέχουσαν ἐπιγονατίδα,
18. πλὴν εἰ μὴ καὶ αὕτη κατεάγῃ κατὰ δὲ τὰ σφυρὰ
19. βραχεῖα μὲν παρεναλλαγὴ γινομένη δυσαποκατάστατος. πολλὴ
1. δὲ καὶ βίαιος οὐδὲ ἀνέχεται τὴν διόρθωσιν. ἐπικίνδυνος
2. γὰρ σφόδρα καὶ εἰ μετὰ τραύματος γένηται· δάκτυλοι δὲ
3. ποδὸς ἐξαρθρήσαντες, ὡς τῶν χειρῶν ἀπευθύνονται. αἱ δὲ
4. τῶν συμφύσεων αὐτῶν πᾶσαι διαστάσεις, ὡς ἐπὶ προσώπου
5. καὶ πήχεως καὶ κερκίδος κνήμης τε καὶ περόνης, μετακαρπίου
6. τε καὶ ταρσοῦ καὶ ἔτι εἰς τὸ ἀρχαῖον ἀποκαθίστανται.
7. τὰ δὲ μελαινόμενα καὶ νεμόμενα, εἴτε ἐκ καταγμάτων εἴτε
8. βιαίου σφίγξεως, ἐκπρίζομεν ὅλα τὰ κῶλα πολλάκις. ὁμοίως
9. δὲ καὶ τὰ ὑπὸ τῶν ἰοβόλων ἤδη προκατειλημμένα. ἔπειτα
10. καυτῆρσιν ἄγαν πεπυρωμένοις ἱστῶμεν τὴν νομήν. μετὰ δὲ
11. τοὺς καυτῆρας πράσῳ τῷ χλωρῷ καταπλάσσομεν μεθ᾿
12. ἁλῶν, εἶτα ὅταν καθαρθῶσιν αἱ ἐσχάραι, ὡς ἕλκη θεραπεύομεν.
13. τὰ δὲ τῶν ἰοβόλων δήγματα οὐδὲ ταχὺ ἐπουλοῦσθαι
14. βουλόμεθα, ἀλλ᾿ ὡς ἐπὶ τὸ πλεῖστον ῥευματίζεσθαι τὰ
15. ἕλκη σπουδάζομεν.

Cliquer un n° de page pour en afficher l’image