Pseudo-Galenus. Introductio sive medicus (Medicus. Introd.) [n° 089 Fichtner] [GalLat]

Εἰσαγωγὴ ἢ ἰατρός
Médecin, Introduction
Introduction (Int.)
Introductio seu medicus, 1827, vol. 14, p. 674-797. urn:cts:greekLit:tlg0530.tlg012.verbatim-lat1
Petit, 2009 (fra).

Introductio seu medicus, 3, ed. Kühn, 1827, vol. 14, p. 678-683. urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1:3

4. [Πόσαι αἱ αἱρέσεις ἐν ἰατρικῇ καὶ τίνα χαρακτηρίζοντα
5. αὐτάς.] Αἱρέσεις δὲ ἐν ἰατρικῇ τρεῖς, λογικὴ, ἐμπειρικὴ,
6. μεθοδική· λογικὴ μὲν ἡ φυσιολογίαν παρέχουσα καὶ
7. τὰς αἰτίας τῶν νόσων ἐξετάζουσα καὶ σημειώσει πρὸς εὕρεσιν
8. τῶν αἰτίων χρωμένη τήν τε θεραπείαν ἐξ ὧν ὑπαγορεύουσιν
9. αἱ αἰτίαι, παραλαμβάνουσα καθ᾿ ὑπεναντίωσιν. τὰ
10. γὰρ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα. τέσσαρα οὖν ἐστὶ
11. τὰ χαρακτηρίζοντα τὴν λογικὴν αἵρεσιν· φυσιολογία, αἰτιολογία,
12. σημείωσις καὶ τέταρτον τὸ ὑπαγορεύειν αὐταῖς τὰ
13. αἴτια τῆς θεραπείας. ἐμπειρικὴ δὲ ἐστιν ἡ εἰς τὰς συνδρομὰς
14. τῶν συμπτωμάτων, τῶν συνεδρευόντων ἐπὶ τῶν νοσούντων
15. ἀφορῶσα καὶ τὴν κατάλληλον πρὸς τὰ συμπτώματα
16. θεραπείαν τετηρηκυῖα, οὔτε δὲ πάθος εἰδυῖα οὔτε αἰτίας
17. ἐξετάζουσα, ἀρκουμένη δὲ τῇ ἐπὶ τῶν συμπτωμάτων, κατὰ
18. πεῖραν τῶν προσφερομένων τηρήσει, χρωμένη δὲ 
1. καὶ ἱστορίᾳ τῇ τῶν προπεπειραμένων καὶ τῇ τοῦ ὁμοίου μεταβάσει
2. ἀπὸ τοῦ πεπειραμένου ἐπὶ τὸ ἀπείραστον, ὅμοιον
3. δὲ κατὰ τὸ φαινόμενον εἶδος. ὅσων τε γὰρ αὐτοὶ διὰ τῆς τῶν αὐτῶν
4. πείρας τῆς ἐπὶ πολλῶν καὶ πλειστάκις καὶ ἀεὶ κατὰ τὰ αὐτὰ
5. καὶ ὡσαύτως ἐχούσης ἐπειράθησαν, ἢ περιπεσόντες κατὰ τύχην
6. παρεφύλαξαν καὶ ταὐτὰ ἀεὶ καὶ ὡσαύτως ἔχοντα, θαῤῥοῦντες
7. τούτοις χρῶνται, οὐ πολυπραγμονοῦντες τὰς ἐκ τῶν
8. ποιοτήτων δυνάμεις αὐτῶν. πεπιστεύκασι δὲ καὶ τοῖς παλαιοτάτοις,
9. ἀναγραψαμένοις τὰ διὰ πείρας αὐτοῖς τετηρημένα,
10. ἣν καλοῦσιν ἱστορίαν. χρῶνται δὲ καὶ τῇ τοῦ ὁμοίου μεταβάσει,
11. μεταβαίνοντες ἐπὶ τὰ μήπω εἰς πεῖραν αὐτοῖς ἐλθόντα,
12. ὁπόταν ὅμοια φαίνηται τῇ κατὰ τὸ πρόχειρον ἰδέᾳ·
13. ὡς μαλάχη καὶ βλίτον καὶ τεῦτλον καὶ λάπαθον. ἐπί τε
14. τῶν δημητρίων, ὡς χόνδρος καὶ ὄρυζα· καὶ τράκτυον. καὶ
15. πάλιν ἐν τοῖς ἀκροδρύοις, ὡς ἄπιος καὶ μῆλον κυδώνιον.
16. χαρακτηρίζει οὖν καὶ τὴν ἐμπειρικὴν αἵρεσιν ταῦτα, τὸ εἰς
17. τὰς συνδρομὰς ἀφορᾷν τῶν συμπτωμάτων, μήτε εἰς πάθος
18. μήτε εἰς αἴτια. δεύτερον ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησις
1. τῶν διὰ πείρας ἁρμοζόντων. τρίτον ἱστορία τῶν προπεπειραμένων.
2. τέταρτον ἡ τοῦ ὁμοίου μετάβασις. μεθοδικὴ δέ
3. ἐστιν ἡ κοινότησιν προσέχουσα καὶ τῇ τοῦ ὁμοίου θεωρίᾳ.
4. πάντα γὰρ τὰ ἐπὶ μέρους πάθη εἰς δύο καθολικὰ ἀνάγουσιν,
5. εἴς τε τὸ στεγνὸν καὶ τὸ ῥοῶδες, ἃ καλοῦσι κοινότητας.
6. γνωρίζουσι δὲ αὐτὰς ἀπὸ τῶν περὶ τὸ σῶμα γινομένων
7. διαθέσεων, καθ᾿ ἑκάτερον φαινομένων καὶ οὐκ ἀδήλων. διὸ
8. οὐ δέονται σημειώσεως, οἷον τὸ μὲν στεγνὸν, ἐκ τοῦ πεπυκνῶσθαι
9. τὸ σῶμα πᾶν καὶ ἐπισχέσθαι αὐτοῦ τὴν διάῤῥοιαν
10. καὶ πᾶσαν φαινομένην ἔκκρισιν παραποδίζεσθαι. τὸ δὲ ῥοῶδες
11. ἐκ τοῦ τήν τε ἐπιφάνειαν τοῦ σώματος ἀραιῶδες καὶ
12. τὰς αἰσθητὰς ἐκκρίσεις ἐπιτετάσθαι καθ᾿ ὁτιοῦν μέρος τοῦ
13. σώματος. διττὸν οὖν θεραπείας εἶδος ἐνδείκνυται αὐτοῖς τὰ
14. γενικὰ δύο πάθη, χαλᾷν μὲν τὰ στεγνὰ, στέλλειν δὲ τὰ
15. ῥοώδη. ὅταν δὲ ἐπιπεπλεγμένα ᾖ, πρὸς τὸ κατεπεῖγον ἵστασθαι.
16. κοινότητας δὲ πάσας μὲν φαινομένας λέγουσιν· τούτων
17. δὲ τὰς μὲν παθητικὰς, ὡς τὸ στεγνὸν καὶ ῥοῶδες· τὰς
18. δὲ θεραπευτικὰς, ὡς τὸ χαλᾷν καὶ στέλλειν· τὰς δὲ καιρικὰς,
1. ἀρχὴν, ἐπίδοσιν, ἀκμὴν, παρακμήν. αἱ δὲ ἐν χειρουργίαις
2. κοινότητες κατὰ τὴν τοῦ ἀλλοτρίου ὑπεξαίρεσιν. διττὸν
3. δὲ τὸ ἀλλότριον, ἤτοι γὰρ ἔξωθέν ἐστιν, ἢ τῶν ἐν τῷ
4. σώματι τὸ μὲν ἔξωθεν ἁπλοῦν, τρία δὲ εἴδη τῶν ἐν σώματι.
5. ἀλλὰ τὸ μὲν ἔξωθεν, ὡς σκόλοψ καὶ βέλος καὶ πᾶν
6. ὅπερ ἀλλότριον, ἐνδείκνυται τὴν τελείαν ἐξαίρεσιν. τῶν δὲ
7. ἐν τῷ σώματι τὸ μὲν τῷ τόπῳ ἀλλότριον, ὡς ὑπόχυμα καὶ
8. ἐξάρθρημα καὶ κάταγμα, ἅπερ ἐνδείκνυται τὴν μετάθεσιν
9. ἢ ἀποκατάστασιν εἰς τὸν ἴδιον τόπον. τὸ δὲ τῷ μεγέθει
10. ἀλλότριον, ὡς τὰ ἀποστήματα πάντα καὶ οἱ ὄγκοι οἱ περὶ
11. ὄσχεον, ἀκροχορδόνες τε καὶ φύματα καὶ κονδυλώματα, ἅπερ
12. ἐνδείκνυται, τὰ μὲν διαιρέσει μόνῃ χρῆσθαι, τὰ δὲ περιαιρέσει
13. τελείᾳ τῶν περιττῶν. τὸ δὲ τῇ ἐλλείψει ἀλλότριον οὐχ
14. ὡς περιττεῦον, ἀλλ᾿ ὡς ἐνδεὲς, οἷον τὰ κολοβώματα πάντα,
15. ὡς ἐπὶ τῶν χειλῶν καὶ ὀφθαλμῶν, διὸ καλοῦνταί τινες λαγώφθαλμοι
16. καὶ λαγώχειλοι. ὁμοίως δὲ καὶ αἱ σύριγγες καὶ
17. ὅσα ὑπόφορα καὶ κόλποι καὶ ἕλκη καὶ πάντα τὰ τοιαῦτα
18. ὅσα κατ᾿ ἔνδειαν τὸ ἀναπληροῦσθαι ἐπιζητεῖ καὶ ἐνδείκνυται.
1. ἔστι δὲ παρὰ τὰς ἐν χειρουργίαις τέσσαρας κοινότητας
2. καὶ τὸ λεγόμενον προφυλακτικὸν εἶδος, ὃ καὶ αὐτὸ εἰς κοινότητα
3. τάττεται ἐπὶ τῶν δηλητηρίων καὶ τοξικῶν καὶ ἰοβόλων
4. πάντων καὶ δακετῶν πτηνῶν τε καὶ χερσαίων καὶ ἐνύδρων.
5. κοινὸν γὰρ πάντων γένος τὸ εἶναι τὰ φθοροποιὰ,
6. οὐχ ὑπαγόμενα τῷ στεγνῷ ἢ ῥοώδει, ἀλλὰ ἕτερον
7. παρὰ ταῦτα τὸ γένος· διὸ καὶ ἡ θεραπευτικὴ αὐτῶν κοινότης
8. ἑτέρα παρ᾿ ἐκείνην, ἡ προφυλακτικὴ λεγομένη. χαρακτηρίζει
9. οὖν καὶ τὴν μεθοδικὴν αἵρεσιν πρῶτον μὲν ἡ
10. τοῦ ὁμοίου θεωρία ἐπὶ τῶν φαινομένων, ἀλλ᾿ οὐκ ἐπὶ τῶν
11. ἀδήλων, ὡς ἐν τῇ λογικῇ αἱρέσει. ταύτῃ γὰρ καὶ διορίζεται,
12. ἐπεὶ καὶ ἐν ἐκείνῃ ἐστὶν ἡ τοῦ ὁμοίου θεωρία, ἀλλὰ
13. ἐπὶ τῶν ἀδήλων. δεύτερον ὅτι ἐκ τοῦ ἐν τοῖς φαινομένοις
14. ὁμοίου ἀνάγει εἰς τὰ καθόλου πάντα τὰ ἐπὶ μέρους, τά
15. τε πάθη καὶ τὰ βοηθήματα καὶ τοὺς καιρούς. ἀλλ᾿ οὐχ ὡς
16. οἱ ἐμπειρικοὶ τοῖς φαινομένοις μόνον προσέχουσιν· ἵστανται
17. δὲ ἐν τοῖς ἐπὶ μέρους καὶ οὐδὲν καθολικὸν ἴσασιν. τρίτον
1. τὸ ἐκ τῆς τῶν κοινοτήτων ἐνδείξεως τὴν θεραπείαν λαμβάνειν
2. καὶ μήτε τὰ αἴτια αὐτοὺς ὑπαγορεύειν, ὡς τοὺς λογικοὺς,
3. μήτε τῇ ἐπὶ ταῖς συνδρομαῖς τηρήσει τῶν διὰ πείρας
4. ἁρμοζόντων ἀρκεῖσθαι, ὡς τοὺς ἐμπειρικούς.

Cliquer un n° de page pour en afficher l’image