Pseudo-Galenus. Introductio sive medicus (Medicus. Introd.) [n° 089 Fichtner] [GalLat]

Εἰσαγωγὴ ἢ ἰατρός
Médecin, Introduction
Introduction (Int.)
Introductio seu medicus, 1827, vol. 14, p. 674-797. urn:cts:greekLit:tlg0530.tlg012.verbatim-lat1
Petit, 2009 (fra).

Introductio seu medicus, 4, ed. Kühn, 1827, vol. 14, p. 683-684. urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1:4

5. [Τίνες προέστησαν τῶν τριῶν αἱρέσεων.]
6. Προέστησαν δὲ τῆς μὲν λογικῆς αἱρέσεως Ἱπποκράτης
7. Κῶος, ὃς καὶ αἱρεσιάρχης ἐγένετο καὶ πρῶτος συνέστησε
8. τὴν λογικὴν αἵρεσιν, μετὰ δὲ τοῦτον Διοκλῆς ὁ Καρύστιος,
9. Πραξαγόρας Κῶος, Ἡρόφιλος Χαλκηδόνιος, Ἐρασίστρατος
10. Χῖος, Μνησίθεος Ἀθηναῖος, Ἀσκληπιάδης Βιθυνὸς, Κιανὸς,
11. ὃς καὶ Προυσίας ἐκαλεῖτο. τῆς δὲ ἐμπειρικῆς προέστησε
12. Φιλῖνος Κῶος, ὁ πρῶτος αὐτὴν ἀποτεμνόμενος ἀπὸ τῆς
13. λογικῆς αἱρέσεως, τὰς ἀφορμὰς λαβὼν παρὰ Ἡροφίλου, οὗ
14. καὶ ἀκουστὴς ἐγένετο. θέλοντες δὲ ἀπαρχαΐζειν ἑαυτῶν τὴν
15. αἵρεσιν, ἵνα ᾖ πρεσβυτέρα τῆς λογικῆς, Ἄκρωνα τὸν Ἀκραγαντῖνόν
16. φασιν ἄρξασθαι αὐτῆς. μετὰ Φιλῖνον ἐγένετο Σεραπίων
17. Ἀλεξανδρεὺς, εἶτα Ἀπολλώνιοι δύο, πατήρ τε καὶ
18. υἱὸς, Ἀντιοχεῖς. μεθ᾿ οὓς Μηνόδοτος καὶ Σέξστος, οἳ καὶ 
1. ἀκριβῶς ἐκράτυναν αὐτήν. μεθοδικῆς δὲ ἦρξε μὲν Θεμίσων
2. ὁ Λαοδικεὺς τῆς Συρίας, παρ᾿ Ἀσκληπιάδου τοῦ λογικοῦ
3. ἐφοδιασθεὶς εἰς τὴν εὕρεσιν τῆς μεθοδικῆς αἱρέσεως.
4. ἐτελείωσε δὲ αὐτὴν Θεσσαλὸς ὁ Τραλλιανός. οἱ δὲ μετὰ
5. τούτους Μνασέας, Διονύσιος, Πρόκλος, Ἀντίπατρος· διεστασίασαν
6. δὲ περί τινων ἐν αὐτῇ Ὀλυμπιακὸς ὁ Μιλήσιος
7. καὶ Μενέμαχος ὁ Ἀφροδισεὺς καὶ Σωρανὸς ὁ Ἐφέσιος.
8. ἐγένοντο δέ τινες καὶ ἐπισυνθετικοὶ, ὡς Λεωνίδης ὁ
9. Ἀλεξανδρεύς. καὶ ἐκλεκτοὶ, ὡς Ἀρχιγένης ὁ Ἀπαμεὺς τῆς Συρίας.

Cliquer un n° de page pour en afficher l’image