10. [Εἰ ἐπιστήμη ἡ ἰατρικὴ, ἢ τέχνη.] Τινὲς
11. τῶν λογικῶν, ὧν ἐστι καὶ Ἐρασίστρατος, ὑπέλαβον τὸ μέν
12. τι ἐπιστημονικὸν ἔχειν τὴν ἰατρικὴν, οἷον τὸ αἰτιολογικὸν
13. καὶ φυσιολογικὸν, τὸ δὲ στοχαστικὸν, οἷον τὸ θεραπευτικὸν
14. καὶ τὸ σημειωτικόν. οἱ δὲ μεθοδικοὶ καὶ δι᾿ ὅλου ἐπιστήμην
15. αὐτὴν ἀποκαλοῦσιν. διήμαρτον δὲ ἄμφω τοῦ ἀληθοῦς
16. καὶ μάλιστα οἱ μεθοδικοί. ἐπιστήμη γάρ ἐστι γνῶσις ἀραρυῖα
17. καὶ βεβαία καὶ ἀμετάπτωτος ὑπὸ λόγου. αὕτη δὲ οὐδὲ
18. παρὰ τοῖς φιλοσόφοις ἐστὶ, μάλιστα ἐν τῷ φυσιολογεῖν·
1. πολὺ δὲ δὴ μᾶλλον οὐκ ἂν εἴη ἐν ἰατρικῇ, ἀλλ᾿ οὐδ᾿ ὅλως
2. εἰς ἀνθρώπους ἔρχεται. διὸ τέχνη εἰκότως ἂν λέγοιτο ἡ
3. ἰατρική. τέχνη γάρ ἐστι σύστημα ἐγκαταλήψεων καὶ
4. διανοιῶν, ποιόν τε καὶ ποσὸν συγγεγυμνασμένον, πρός τι
5. τέλος νευουσῶν χρήσιμον τῷ βίῳ. καταλήψεις οὖν καὶ αὕτη
6. ἔχουσα ἀνθρωπίνας καὶ ταύτας ἱκανὰς τῷ πλήθει, ὡς σύστημα
7. αὐτῶν εἶναι, ἄλλως τε καὶ συγγεγυμνασμένας, τουτέστι
8. προσεχεῖς ἀλλήλαις καὶ συνᾳδούσας, οὐχὶ ἀσυναρτήτους,
9. ἰδιώτατα ἂν τέχνη ὀνομάζοιτο, ἐφαρμόζοντος αὐτῇ
10. τοῦ ὅρου τῆς τέχνης καὶ εἴς τι χρήσιμον τῷ βίῳ νεύουσιν
11. αἱ ἐν αὐτῇ καταλήψεις. ἐπὶ γὰρ τὸ σώζειν καὶ ὑγιάζειν τοὺς
12. ἀνθρώπους παρῆλθεν εἰς τὸν βίον. διττῆς δὲ οὔσης τεχνῶν
13. διαφορᾶς, αἱ μὲν γὰρ τοῦ καθ᾿ ἑαυτὰς τέλους ἀεὶ τυγχάνουσιν,
14. ὡς τεκτονικὴ καὶ ναυπηγικὴ καὶ οἰκοδομική· αἱ δὲ
15. ἐφίενται μὲν τοῦ ἑαυτῶν τέλους, ὡς σκοποῦ, οὐκ ἀεὶ δὲ
16. αὐτοῦ τυγχάνουσιν, ἀλλ᾿ ὡς ἐπὶ τὸ πολὺ, διὸ καὶ στοχαστικαὶ
17. λέγονται. τούτων ἂν εἴη καὶ ἰατρικὴ, ὡς ῥητορικὴ καὶ
1. κυβερνητικὴ καὶ τοξική. ἔστι δὲ καὶ ἑτέρα διαφορὰ τῶν
2. τεχνῶν, διττὴ καὶ αὐτή. αἱ μὲν γὰρ ἐν τῷ γίνεσθαι τὸ
3. εἶναι ἔχουσιν, μετὰ δὲ τὸ παύσασθαι τῆς ἐνεργείας οὐδὲν
4. αὐτῶν ἀποτέλεσμα δείκνυται, ὡς ὀρχηστικὴ καὶ κιθαριστικὴ
5. καὶ παλαιστρικὴ καὶ πᾶσα μουσικὴ τέχνη. αἱ δὲ ἐν τῷ
6. ἐνεργεῖν οὐδὲν ἔχουσιν ὅλως φαινόμενον ἔργον, ἀλλ᾿ ὡς ἄν
7. τινος μέλλοντος ἔσεσθαι παρασκευαστικαὶ, μετὰ δὲ τὸ ἀποστῆναι
8. τῆς ἐνεργείας, τότε αὐτῶν τὸ ἀποτέλεσμα φαίνεται,
9. ὡς ἀγαλματοποιητικὴ καὶ ζωγραφία καὶ τεκτονικὴ καὶ τῶν
10. ἄλλων ὧν ὕστερον ἐπιμένει τὰ ἔργα. τούτων δ᾿ ἂν εἴη καὶ
11. ἡ ἰατρική. ἐν γὰρ τῷ θεραπεύειν οὐδέπω αὐτῆς διαδείκνυται
12. τὸ τέλος, ἐνισταμένης ἀεὶ πρὸς τὰς νόσους· ὅταν δὲ
13. συντελέσῃ τὰς θεραπείας, τότε ὑγιῆ τὸν ἄνθρωπον ἀπέφηνεν.
⟨
(Medicus. Introd.) [n° 089 Fichtner] [GalLat]
Introductio sive medicus
Εἰσαγωγὴ ἢ ἰατρός
Médecin, Introduction
Introduction (Int.)
Introductio seu medicus, 1827, vol. 14, p. 674-797. urn:cts:greekLit:tlg0530.tlg012.verbatim-lat1
Petit, 2009 (fra).
Introductio seu medicus, 5, ed. Kühn, 1827, vol. 14, p. 684-686. urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1:5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩