Pseudo-Galenus. Introductio sive medicus (Medicus. Introd.) [n° 089 Fichtner] [GalLat]

Εἰσαγωγὴ ἢ ἰατρός
Médecin, Introduction
Introduction (Int.)
Introductio seu medicus, 1827, vol. 14, p. 674-797. urn:cts:greekLit:tlg0530.tlg012.verbatim-lat1
Petit, 2009 (fra).

Introductio seu medicus, 6, ed. Kühn, 1827, vol. 14, p. 686-689. urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1:6

14. [Τί ἐστιν ἰατρική.] Ὅροις μὲν ἐχρήσαντο
15. οἱ λογικοί· ὑπογραφαῖς δὲ οἱ ἐμπειρικοί· τὸ δὲ περὶ τούτων
16. ζητεῖν φιλοσόφοις μόνοις ἁρμόζει· ἁπλῶς δὲ καἰ οὕτως
17. ὡρίσαντο οἱ παλαιοὶ ἰατροὶ τὴν ἰατρικὴν, ἢ ὑπέγραψαν.
1. ἰατρική ἐστι κατὰ μὲν Ἱπποκράτην πρόσθεσις καὶ ἀφαίρεσις·
2. πρόσθεσις μὲν τῶν ἐλλειπόντων, ἀφαίρεσις δὲ τῶν πλεοναζόντων
3. ἐπὶ ἀνθρωπίνων σωμάτων. ὃν γάρ τινες ὅρον ἰατρικὸν
4. ᾠήθησαν, οὐκ ἔστιν ὄρος· τό τε μὴ παράπαν ἀπαλλάσσειν
5. τῶν νόσων τοὺς κάμνοντας καὶ τὸ τὰς σφοδρότητας
6. ἀμβλύνειν καὶ τὸ τοῖς κεκρατημένοις μὴ ἐγχειρεῖν. οὐ γὰρ
7. ἐξ ὧν μὴ δύνανται αἱ τέχναι, ἀλλ᾿ ἐξ ὧν δύνανται οἱ ὅροι
8. αὐτῶν εἰσιν. ἐρεῖ γὰρ αὐτῆς ὅσα μὴ δύναται, οὐ τὰ μὴ
9. ὑπάρχοντα αὐτῇ ὁρίζει. οἱ δὲ νεώτεροι οὕτως ὡρίσαντο.
10. ἰατρική ἐστιν ἐπιστήμη, ὑγιείας μὲν τηρητικὴ, νόσων δὲ
11. ἀπαλλακτικὴ, οὐκ ὀρθῶς. οὐ γὰρ αὐτὴ ταῦτα ἐνεργεῖ, ἀλλ᾿
12. ἐξ ὧν ἐνεργεῖ ταῦτα ἀποτελεῖται καὶ οὐκ ἀεί. διὸ οὐκ ἐκ
13. τούτων συνέστηκεν, ἀλλ᾿ ἐκ τῶν ὑπ᾿ αὐτῆς ἀεὶ παραλαμβανομένων.
14. ταῦτα δέ ἐστι πρόσθεσις καὶ ἀφαίρεσις. ὥσθ᾿
15. ἅπερ λαμβάνει ἡ ἰατρικὴ, ταῦτα εἶπεν αὐτὴν εἶναι ὁ Ἱπποκράτης,
16. οἷς ἐπί τε τῶν ὑγιαινόντων χρῆται, ὅταν τὴν
17. ὑγείαν αὐτῶν συντηρῇ, καὶ ἐπὶ τῶν νοσούντων, ἵνα τῶν
1. νόσων ἀπαλλάττωνται· ἃ τοίνυν ἀεὶ ἐνεργεῖ, ταῦτά ἐστι τὰ
2. συνιστάντα αὐτὴν, οὐ τὰ ἀπὸ τούτων ἀποτελούμενα. ἕτερον
3. γάρ τί ἐστιν ἡ τέχνη καὶ ἕτερον τὸ τέλος αὐτῆς. οὗ γὰρ
4. ἐφίεται, τοῦτο ἄλλο τί ἐστι παρὰ ταύτην, ἀμέλει καὶ οὐκ
5. ἀεὶ τοῦτο σὺν αὐτῇ ἔχει. διὸ μέχρι μὴ τυγχάνει αὐτοῦ, οὐδὲ
6. τὸ τέλος αὐτῆς λέγεται, ἀλλὰ σκοπὸς, ὅταν δὲ τύχῃ, τέλος.
7. οὕτως οὖν καὶ κυβερνητικὴ καὶ τοξικὴ οὐκ ἀπὸ τῶν
8. τελῶν ὁρίζονται. οὐ γὰρ ἀεὶ τούτου τυγχάνουσιν, ἀλλ᾿ ἐξ
9. ὧν συνεστήκασι καὶ δι᾿ ὧν ἐνεργοῦσιν, ἵνα τῶν τελῶν περιγίνωνται.
10. δοκεῖ δὲ τοῖς μετὰ Ἱπποκράτην σχεδὸν ἅπασιν
11. οὗτος ὁ ὄρος ὀρθῶς ἔχειν. Ἡροφίλῳ δὲ, ὅτι ἰατρική ἐστιν
12. ἐπιστήμη ὑγιεινῶν καὶ νοσωδῶν καὶ οὐδετέρων. τριῶν γὰρ
13. τούτων γνῶσιν ἔχει, ὑγιεινῶν μὲν ὅσα τῶν κατασκευαζόντων
14. τὰ ἐν ἀνθρώπῳ οὕτως ἔχειν, ἐξ ὧν εὖ ἡρμοσμένων πρὸς
15. ἄλληλα τὸ ὑγιαίνειν συνίσταται. νοσωδῶν δὲ τῶν τὴν ὑγιεινὴν
16. ἁρμονίαν διαλυόντων. οὐδετέρων δέ ἐστιν ἅπαντα τὰ
17. προσφερόμενα ἐν ταῖς νόσοις βοηθήματα καὶ ἡ ὕλη αὐτῶν. 
1. ταῦτα γὰρ πρὶν ἢ παραληφθῆναι ὑπὸ τοῦ ἰατροῦ, οὐδέτερά
2. ἐστιν, οὐδὲ ὑγιεινὰ οὐδὲ νοσώδη.

Cliquer un n° de page pour en afficher l’image