Pseudo-Galenus. Introductio sive medicus (Medicus. Introd.) [n° 089 Fichtner] [GalLat]

Εἰσαγωγὴ ἢ ἰατρός
Médecin, Introduction
Introduction (Int.)
Introductio seu medicus, 1827, vol. 14, p. 674-797. urn:cts:greekLit:tlg0530.tlg012.verbatim-lat1
Petit, 2009 (fra).

Introductio seu medicus, 8, ed. Kühn, 1827, vol. 14, p. 690-695. urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1:8

16. [Εἰ ἀναγκαία ἡ εἰς τὰ πέντε μέρη τῆς
17. ἰατρικῆς διαίρεσις.] Τὸ μὲν οὖν φυσιολογεῖν ἀναγκαῖόν
18. ἐστιν, ὅτι οὐχ οἷόν τε τὰ παρὰ φύσιν εἰδέναι μὴ πρότερον
19. ἐπιστάμενον τὰ κατὰ φύσιν. παρὰ γὰρ τὴν τούτων φύσιν
1. συνίσταται τὰ νοσήματα. τὸ δὲ αἰτιολογεῖν καὶ παθολογεῖν
2. καὶ αὐτὰ ἀναγκαῖα· τὸ μὲν ἵνα τὰς αἰτίας τῶν παθῶν ἴδωμεν,
3. πρὸς ἃς δεῖ ἐνίστασθαι, τὸ δὲ ἵνα καὶ αὐτὰ
4. πάθη γνωρίζωμεν τὰ κατωνομασμένα τοῖς παλαιοῖς καὶ τὰς
5. καταστάσεις αὐτῶν. εὔχρηστος δὲ καὶ ἡ τῶν συμπτωμάτων
6. συνεδρευόντων τοῖς πάθεσιν ἐπίγνωσις· ἀπὸ γὰρ τῆς τούτων
7. συνελεύσεως, ἣν συνδρομὴν καλοῦσιν οἱ ἐμπειρικοὶ, τὰ
8. πάθη εἰδοποιοῦνται. ἀλλ᾿ οἱ μὲν ἐμπειρικοὶ ἐπὶ ταῖς συνδρομαῖς
9. ἐτήρησαν τὰ πρὸς ἕκαστον συμπτώματα ἁρμόζοντα·
10. τοῖς δὲ μεθοδικοῖς τὰ πάθη ἐνδείκνυται τὴν θεραπείαν, ὡς
11. τοῖς λογικοῖς τὰ αἴτια. ἐξετάζουσι δὲ οὐδὲν ἧττον οἱ λογικοὶ
12. καὶ τὰ πάθη καὶ τὰς συνδρομάς. τὸ δὲ πᾶν τοῖς αἰτίοις
13. παρέχουσιν, αἰτίων δὲ τὰ μὲν προκαταρκτικὰ, τὰ δὲ συνεκτικὰ,
14. τὰ δὲ συνεργὰ, τὰ δὲ συναίτια, τὰ δὲ προηγούμενα.
15. προκαταρκτικὰ μὲν οὖν ἐστιν ὅσα προκατάρχει καὶ
16. ποιήσαντα ἀπαλλάσσεται, ὡς ψύξις, κόπος, ἔγκαυσις, ἀπεψία·
17. συνεκτικὸν δὲ αἴτιόν ἐστιν, οὗ παρόντος πάρεστι καὶ τὸ
18. νόσημα καὶ ἐξαιρουμένου λύεται, ὡς σκόλοψ καὶ βέλος· συναίτιον
1. δὲ τὸ καθ᾿ αὑτὸ μὲν δυνάμενον ποιεῖν τὸ πάθος,
2. ποιοῦν δὲ καὶ σὺν ἑτέρῳ, ὡς λίθος ἐν κύστει καὶ φλεγμονή.
3. ἀμφότερα γὰρ ἰσχουρίας αἴτια. δύναται δὲ καὶ καθ᾿ ἑαυτὸ
4. ἑκάτερον τὴν ἐποχὴν τῶν οὔρων ἐπιφέρειν. συνεργὸν
5. δέ ἐστι μέρος αἰτίου, καθ᾿ ἑαυτὸ μὲν οὐ δυνάμενον
6. ἐπιτελέσαι τὸ πάθος, συνεργαζόμενον δὲ ἑτέρῳ, ὡς συνεργεῖ
7. λαγνεία πρὸς ἀρθρῖτιν καὶ εἰρεσία πρὸς αἵματος ἀναγωγήν.
8. προηγούμενον δέ ἐστι αἴτιον τὸ ὑπὸ τοῦ προκαταρκτικοῦ
9. ἢ κατασκευαζόμενον ἢ συνεργούμενον, οἷον πλεονασμὸς
10. αἵματος γίνεται μὲν ὑπὸ πλήθους τροφῆς, προηγεῖται δὲ
11. τῆς κατ᾿ Ἐρασίστρατον παρεμπτώσεως, ἥτις ἐστὶ συνεκτικὴ
12. αἰτία τῶν νοσημάτων πάντων· ἄνευ δὲ τοῦ προηγουμένου
13. οὐ γίνεται. τὸ δ᾿ ὑγιεινὸν οὐ μόνον ὡς μέρος ἰατρικῆς,
14. ἀλλὰ καὶ ὡς κάλλιον τοῦ θεραπευτικοῦ προτάττεται
15. αὐτοῦ. πολὺ γὰρ ἄμεινον τοῦ ἀπαλλάξαι τῆς νόσου τὸ μηδὲ
16. τὴν ἀρχὴν ἐᾶσαι νοσῆσαι. ὥσπερ καὶ κυβερνήτῃ αἱρετώτερον
17. τὸ πρὶν ἐς χειμῶνα ἐμπεσεῖν διαπεραιώσασθαι ἢ
1. χειμασθέντα καὶ κινδυνεύσαντα ἐκφυγεῖν. διαφέρει δὲ ἐν τῷ
2. ὑγιεινῷ πάλιν τὸ ἐν ὑγείᾳ διατηρῆσαι τοῦ προφυλάξαι νόσους
3. ἐπιούσας. τὸ μὲν γὰρ διὰ τῆς συνήθους διαίτης περιγίνεται,
4. τὸ δὲ ἤδη δεῖται θεραπευτικῶν βοηθημάτων εἰς τὸ
5. προκαταλαμβάνεσθαι καὶ προδιαλῦσαι, μέλλουσαν συνίστασθαι
6. νόσον. ὅσα γὰρ ἤδη γενόμενα πάθη ἰᾶται, ταῦτα καὶ
7. πρὶν ἢ γενέσθαι κωλύει συστῆναι. ὁμοίως δὲ καὶ τὸ ἀναληπτικὸν
8. τούτων διαφέρει. ὁ γὰρ ἀναλαμβάνων οὐκέτι μὲν
9. παρὰ φύσιν ἔχει, οὔπω δὲ κατὰ φύσιν, ἀλλ᾿ ὁδεύει, ἄρτι
10. ἀπαλλαγεὶς τοῦ παρὰ φύσιν, εἰς τὸ κατὰ φύσιν, διόπερ
11. ἑτέρας ἀγωγῆς δεῖται, οὔτε θεραπευτικῆς, οὐ γὰρ νοσεῖ,
12. οὔτε τῆς ἐπὶ τῶν ὑγιαινόντων, οὔπω γὰρ τελείως ὑγιαίνει.
13. διὸ οὐ δύναται ἐπ᾿ αὐτῶν παραλαμβάνεσθαι, οἷα καὶ ὅσα
14. ἐπὶ τῶν ὑγιαινόντων. ὁ δὲ σημειωτικὸν μέρος τῆς ἰατρικῆς
15. ἀναγκαιότατόν ἐστιν εἰς θεραπείαν τὴν κατὰ δίαιταν. τά τε
16. γὰρ προγεγονότα συμπτώματα καὶ τὰ παρόντα πολυπραγμονοῦμεν
17. εἰς τὸ εὑρεῖν τὴν αἰτίαν τῆς νόσου. ἀναγκαιότατον 
1. δὲ καὶ εἰς τὸ προγνῶναι, εἴτε ὀλέθριον εἴτε περιεστηκὸς
2. εἴη τὸ νόσημα. ὁμοίως δὲ καὶ τὰ κατὰ χειρουργίαν καὶ
3. τὰ διὰ φαρμάκων θεραπευόμενα, οὔτε ἄνευ σημειώσεως
4. συντελεῖται καὶ τὰ ἐπ᾿ αὐτῶν ὁμοίως δεῖται τῆς προγνωστικῆς
5. σημειώσεως πρὸς τὸ εἰδέναι τίνα αὐτῶν ἀθεράπευτά
6. ἐστι καὶ τίνα θεραπευτὰ μὲν, βλάπτοντα δὲ μεγάλως,
7. ἢ ἀναιροῦντα ἐὰν θεραπευθῇ. τοῦ θεραπευτικοῦ δὲ διαιρουμένου
8. εἴς τε δίαιταν καὶ φαρμακείαν καὶ χειρουργίαν,
9. δίαιτα μέν ἐστιν ἀγωγὴ διαφορητικῶν καὶ προσθετικῶν
10. καὶ συμπεπτικῶν βοηθημάτων, παραλαμβανομένη μὲν
11. ἐπὶ τῶν νοσούντων πάντων, τὸ δὲ κῦρος ἔχουσα ἐπὶ τῶν
12. πυρεττόντων. χειρουργία δέ ἐστι μόριον τοῦ θεραπευτικοῦ
13. διὰ τομῶν καὶ καύσεων καὶ τῆς περὶ τὰ ὀστᾶ διορθώσεως
14. ὑγιάζουσα τοὺς ἀνθρώπους. φαρμακεία δέ ἐστιν εἶδος θεραπείας
15. διὰ ψιλῶν φαρμάκων τά τε ἐντὸς πάθη καὶ τὰ ἐκτὸς
16. ἰωμένη. δεῖ μὲν γὰρ καταλλήλου διαίτης, ποτὲ δὲ καὶ
17. χειρουργίας προσδεομένη, ὥσπερ γε ἡ χειρουργία καὶ δίαιτα
1. προσχρῶνται φαρμακείᾳ. ἄνωθεν οὖν ἀπὸ φυσιολογίας ἀρκτέον,
2. ἐπειδή περ οὔτε ἐν ὑγιείᾳ συντηρεῖν, οὐδὲ ἐπὶ τῶν
3. νοσούντων αἰτιολογεῖν, οὐδὲ σημειοῦσθαι, οὐδὲ θεραπεύειν
4. ὀρθῶς δύναιτ᾿ ἄν τις, μὴ ἐπεσκεμμένος ἐκ τίνων στοιχείων
5. ὁ ἄνθρωπος συνέστηκε καὶ πῶς τρεπομένων τούτων παρὰ
6. τὴν ἐξ ἀρχῆς φύσιν αἱ νόσοι γίνονται.

Cliquer un n° de page pour en afficher l’image