Pseudo-Galenus. Introductio sive medicus (Medicus. Introd.) [n° 089 Fichtner] [GalLat]

Εἰσαγωγὴ ἢ ἰατρός
Médecin, Introduction
Introduction (Int.)
Introductio seu medicus, 1827, vol. 14, p. 674-797. urn:cts:greekLit:tlg0530.tlg012.verbatim-lat1
Petit, 2009 (fra).

Introductio seu medicus, 9, ed. Kühn, 1827, vol. 14, p. 695-699. urn:cts:greekLit:tlg0530.tlg012.1st1K-grc1:9

7. [Περὶ στοιχείων ἐξ ὧν ὁ ἄνθρωπος συνέστηκεν.]
8. Συνέστηκε τοίνυν ὁ ἄνθρωπος ἀκολούθως τοῖς
9. φυσικοῖς καθ᾿ Ἱπποκράτην ἐκ τῶν κοσμικῶν τῶν πρώτων
10. στοιχείων, ἐκ πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς· οὐχ ὡς
11. ἐκ τούτων αὐτῶν, ἀλλὰ ἐκ τῶν ἀναλόγων αὐτοῖς συνεστῶτος
12. τοῦ ἀνθρώπου. ἐν δὲ τῷ διαλύεσθαι εἰς ταῦτα τὰ
13. πρῶτα ἀναλύεται, καθὼς αὐτὸς ὁ Ἱπποκράτης ἔφη· καὶ
14. πάλιν ἀνάγκη ἀποχωρέειν εἰς τὴν ἑωϋτοῦ φύσιν ἕκαστον,
15. τελευτῶντος τοῦ ἀνθρώπου, τό τε ξηρὸν πρὸς τὸ ξηρὸν καὶ
16. τὸ ψυχρὸν πρὸς τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν πρὸς τὸ ὑγρὸν
17. καὶ τὸ θερμὸν πρὸς τὸ θερμόν. τοιαύτη δὲ καὶ τῶν ζώων
18. ἐστὶν ἡ φύσις καὶ τῶν ἄλλων ἁπάντων. γίνεταί τε ὁμοίως
1. πάντα καὶ τελευτᾷ ὁμοίως. συνίσταται γὰρ αὐτῶν ἡ φύσις
2. ἀπὸ τούτων τῶν εἰρημένων καὶ τελευτᾷ κατὰ τὰ εἰρημένα
3. εἰς τὸ αὐτό· ὅθεν περ συνέστηκεν ἕκαστον, ἐνταῦθα καὶ
4. ἀπεχώρησεν. καθὰ καὶ Ὅμηρος ἔφη,
5. Ἀλλ᾿ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε.
6. δηλῶν τὴν εἰς ταῦτα διάλυσιν. ὡς δὲ ἐκ τῶν δευτέρων καὶ
7. ἐγγὺς ὄντων τῇ ἀνθρωπίνῃ φύσει, ἐκ τῶν τεσσάρων χυμῶν,
8. αἵματος καὶ φλέγματος καὶ χολῆς ξανθῆς τε καὶ μελαίνης
9. συνεστάναι φασὶ τὸν ἄνθρωπον, διότι ἐν τῇ πρώτῃ διαπλάσει
10. τοῦ ἐμβρύου, ἔκ τε τοῦ γόνου καὶ τοῦ παρὰ τῆς
11. μητρὸς ἐπιῤῥέοντος αἵματος διὰ τοῦ οὐραχοῦ ἡ σύστασις
12. γίνεται τοῦ τικτομένου. ἐν δὲ τούτοις ἦσαν οἱ τέσσαρες
13. χυμοί. οἱ δὲ ἐκ τῶν τριῶν καὶ συνθέτων τὸν ἤδη
14. γενώμενον ἄνθρωπον ἐκ τῶνδέ φασι συγκεῖσθαι, ἔκ τε
15. τῶν ὑγρῶν καὶ ξηρῶν καὶ πνευμάτων. καλεῖ δὲ αὐτὰ Ἱπποκράτης
16. ἴσχοντα, ἰσχόμενα καὶ ἐνορμῶντα. ἴσχοντα μὲν
17. οὖν ἐστιν ὅσα στερεὰ, ὀστᾶ καὶ νεῦρα καὶ φλέβες καὶ ἀρτηρίαι,
1. ἔξ ὧν οἵ τε μύες καὶ αἱ σάρκες καὶ πᾶς ὁ τοῦ σώματος
2. ὄγκος πέπλεκται, τῶν τε ἐντὸς καὶ τῶν ἐκτὸς τὰ συγκρίματα.
3. ἰσχόμενα δέ ἐστι τὰ ὑγρὰ τὰ ἐν τοῖς ἀγγείοις
4. ἐμφερόμενα καὶ κατὰ πᾶν τὸ σῶμα διεσπαρμένα, ἅπερ καλεῖ
5. Ἱπποκράτης χυμοὺς τέσσαρας τοὺς προειρημένους. ἐνορμῶντα
6. δέ ἐστι τὰ πνεύματα. πνεύματα δὲ κατὰ τοὺς παλαιοὺς δύο
7. ἐστὶ, τό τε ψυχικὸν καὶ τὸ φυσικόν. οἱ δὲ Στωϊκοὶ καὶ τρίτον
8. εἰσάγουσι τὸ ἑκτικὸν, ὅ καλοῦσιν ἕξιν. καὶ Ἐρασίστρατος
9. δὲ ὡς ἀρχὰς καὶ στοιχεῖα ὅλου σώματος ὑποτιθέμενος τὴν
10. τριπλοκίαν τῶν ἀγγείων, νεῦρα καὶ φλέβας καὶ ἀρτηρίας,
11. παραλείπει τά τε ὑγρὰ καὶ τὰ πνεύματα. δυσὶ γὰρ ὕλαις
12. ταῦτα διοικεῖσθαι λέγει τὸ ζῶον, τῷ μὲν αἵματι ὡς τροφῇ,
13. τῷ δὲ πνεύματι ὡς συνεργῷ εἰς τὰς φυσικὰς ἐνεργείας.
14. οὐ παραλαμβάνει δὲ αὐτὰς ὡς ἀρχάς. πολλὰ δὲ καὶ
15. ἄλλα τῶν σωμάτων εἴδη εὑρίσκεται, οὐκ ἐκ τῆς τριπλοκίας
16. συγκείμενα, οἷον εὐθὺς ὁ ἐγκέφαλος καὶ ὁ μυελὸς καὶ πάντα
17. τὰ ὀστᾶ. τὸν μὲν οὖν ἐγκέφαλον ἢ τὸν μυελὸν παρέγχυμα
18. τροφῆς τολμᾷ λέγειν, ὡς τὴν πιμελὴν, καὶ τοῦ ἥπατος καὶ
1. σπληνὸς καὶ πνεύμονος τὴν σύστασιν. τὰ δὲ ὀστέα οὐδὲ
2. παρέγχυμα τῆς τροφῆς δύναιτ᾿ ἂν λέγειν, οὐδ᾿ ἐκ τῶν προειρημένων
3. τριγενῶν ἀγγείων πεπλέχθαι. κατὰ δὲ Ἀσκληπιάδην
4. στοιχεῖα ἀνθρώπου, ὄγκοι θραυστοὶ καὶ πόροι. κατὰ δὲ
5. τὸν Ἀθήναιον στοιχεῖα ἀνθρώπου οὐ τὰ τέσσαρα πρῶτα
6. σώματα, πῦρ καὶ ἀὴρ καἰ ὕδωρ καὶ γῆ, ἀλλ᾿ αἱ ποιότητες
7. αὐτῶν, τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ
8. ὑγρὸν, ὧν δύο μὲν τὰ ποιητικὰ αἴτια ὑποτίθεται, τὸ θερμὸν
9. καὶ τὸ ψυχρὸν, δύο δὲ τὰ ὑλικὰ, τὸ ξηρὸν καὶ τὸ ὑγρὸν,
10. καὶ πέμπτον παρεισάγει κατὰ τοὺς Στωϊκοὺς τὸ διῆκον διὰ
11. πάντων πνεῦμα, ὑφ᾿ οὗ τὰ πάντα συνέχεσθαι καὶ διοικεῖσθαι.
12. Ἱπποκράτης μὲν οὖν διὰ τριῶν κεχώρηκεν, εἰπὼν
13. στοιχεῖα ἀνθρώπου ἴσχοντα, ἰσχόμενα, ἐνορμῶντα, δι᾿ ὧν
14. τὰ πάντα τῶν μετ᾿ αὐτὸν περιείληφε στοιχεῖα καὶ τὴν κατὰ
15. στοιχείων φυσιολογίαν τε καὶ αἰτιολογίαν τῶν παρὰ φύσιν·
16. οἱ δὲ μετ᾿ αὐτὸν οὐκ οἶδ᾿ ὅπως μίαν οὖσαν τὴν θείαν ταύτην
17. καὶ ἀληθῶς Ἀσκληπιοῦ ἰατρικὴν τριχῇ διανειμάμενοι
18. καὶ διασπάσαντες τὰ ἐν αὐτῇ συμφυῆ μέρη, οἱ μὲν μόνοις 
1. τοῖς χυμοῖς τῶν τε κατὰ φύσιν τὴν σύστασιν καὶ τῶν παρὰ
2. φύσιν τὴν αἰτίαν ἀνέθεσαν, ὡς Πραξαγόρας καὶ Ἡρόφιλος.
3. οἱ δὲ τὰ στερεὰ σώματα τὰ ἀρχικὰ καὶ στοιχειώδη ὑποθέμενοι,
4. τά τε φύσει συνεστῶτα ἐκ τούτων καὶ τῶν νόσων
5. τὰς αἰτίας ἐντεῦθεν λαμβάνουσιν, ὡς Ἐρασίστρατος καὶ
6. Ἀσκληπιάδης· οἱ δὲ περὶ Ἀθήναιον καὶ Ἀρχιγένην μόνῳ
7. τῷ διήκοντι δι᾿ αὐτῶν πνεύματι καὶ τὰ φυσικὰ συνεστάναι
8. τε καὶ διοικεῖσθαι καὶ τὰ νοσήματα πάντα, τούτου
9. πρωτοπαθοῦντος γίνεσθαι ἀπεφήναντο, ὅθεν καὶ πνευματικοὶ χρηματίζουσι.

Cliquer un n° de page pour en afficher l’image