Pseudo-Galenus. De remediis parabilibus (De rem. parab.) [n° 086 Fichtner] [GalLat]

Περὶ εὐπορίστων
Médicaments faciles à se procurer
Readily Available Remedies (Rem. Parab.)
De remediis parabilibus, 1827, vol. 14, p. 311-581. urn:cts:greekLit:tlg0530.tlg029.verbatim-lat1
Brodersen, 2020 (deu).

De remediis parabilibus, 1.1, ed. Kühn, 1827, vol. 14, p. 314-321. urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1:1.1

16. Πρὸς τὰ ἐντὸς τῆς κεφαλῆς πάθη, καὶ πρῶτον
17. περὶ τῆς ἐξ ἐγκαύσεως κεφαλαλγίας. Ἁρμόσει δὲ
18. τοῖς μὲν ἐξ ἐγκαύσεως ἐμβροχὴ ἐλαίου ὀμφακίνου ψυχροῦ·
1. εἰ δ᾿ ἐπιτείνοιτο, δι᾿ ὀξυῤῥοδίνου, μὴ παρόντος δὲ τοῦ ῥοδίνου
2. ἐλαίου, χρηστέον ὀμφακίνῳ, τέτρασι μέρεσι τοῦ ἐλαίου
3. συμπλέκοντας ὄξους μέρος ἓν, εἰ συμμέτρως ψύχειν βούλοιντο,
4. εἰ δὲ μὴ, πλεῖον ἔτι ὄξους. διακαιομένης δὲ σφοδρῶς τῆς
5. κεφαλῆς, συμπλέκειν χρὴ τῷ ὄξει πολυγόνου χυλὸν, ἢ ἀρνογλώσσου,
6. ἢ ἀνδράχνης, ἢ θριδακίνης, ἢ ὄμφακος σταφυλῆς,
7. ἢ τῶν τοιούτων τινός. δῆλον δὲ ὡς τὸ μᾶλλόν τε καὶ
8. ἧττον τῆς εὔξεως αὐτῶν δηλώσει τὸ μέγεθος τῆς ἐγκαύσεως
9. καὶ ἡ τοῦ σώματος κατασκευή. ἀνακλίνειν δὲ αὐτοὺς ἄμεινον
10. καὶ ἐν ψυχροτέροις οἴκοις εἰσφέροντας ἀμπέλου φύλλα καὶ
11. βάτου, μήλων τε καὶ τῶν τούτοις παραπλησίων, ὅσα
12. χωρὶς τοῦ κάρου ψύχειν δυνήσεται. παραπλήσιαι δὲ ταύτῃ
13. διαθέσεις καὶ αἱ ἀπὸ τῶν δυσκρασιῶν συμβαινόμεναι. ἀλλ᾿
14. αἱ μὲν ἀπὸ θερμοτέρας καὶ ξηροτέρας, ἔτι τε ψυχροτέρας
15. καὶ ξηροτέρας δυσκρασίας, ὀδύναι μεγάλαι γίγνονται, ἥκιστα
16. δ᾿ ἐν τῇ ὑγρᾷ δυσκρασίᾳ πόνοι συμβαίνουσι, θεραπεύονται
17. κατὰ ἐναντίωσιν τῶν διαθέσεων.


1. Περὶ τῆς ἀπὸ ψύξεως κεφαλαλγίας. Τοῖς δὲ ἀπὸ
2. ψύξεως ἁρμόζουσιν αἱ θερμότεραι τῶν ἐμβροχῶν, ὅτε μὲν
3. συμμέτρως εἴη ἡ ψύξις, ἀρκουμένοις ἀνηθίνῳ καὶ πηγανίνῳ
4. ἐλαίῳ θερμῷ· εἰ δὲ ἐπιτείνοιτο μεγάλης τῆς ψύξεως ὑπαρχούσης,
5. σικύου ἀγρίου ῥίζαν ἐμβαλεῖν δεῖ, ποτὲ δὲ καὶ εὐφορβίου
6. βραχύ. χρῆσθαι δὲ καὶ ἰρίνῳ ἐλαίῳ, ἤ τινι τῶν τοιούτων
7. λεπτῶν εἰρημένων τινὰ τούτοις ἐμβαλόντα· ἐλάττω δὲ
8. ἢ πλείω κατὰ τὴν ἐπικρατοῦσαν ψύξιν σκοποῦντα καὶ συμμετρούμενον.

9. Περὶ τῆς ἐξ ἀναθυμιάσεως κεφαλαλγίας. Ὅσοις δὲ
10. ἀπὸ ἀναθυμιάσεων αἱ κεφαλαλγίαι γίγνονται, ὑπάγειν τε
11. τὴν γαστέρα καὶ ἄγειν αὐτοὺς εἰς εὐπνουστέρους οἴκους καὶ
12. λεπτὸν ἀέρα ἔχοντας, ἐπιτηδεύειν τε καὶ πταρμοὺς, μάλιστα
13. εἰ ἀπύρετοι εἶεν, ἐμβαλόντας τοῖς πόροις ἢ στρούθιον λεῖον,
14. ἢ πέπερι, καὶ ἀνέλκειν κελεύοντας. κενουμένων γὰρ τῶν
15. ἀτμῶν ῥᾷον διαφορηθήσεται ἡ κεφαλή. ἐμβρέχειν δ᾿ αὐτοὺς
16. καὶ ἐλαίῳ, βραχὺ ὄξους παραχέοντας. ἥ τε γὰρ ἄμετρος ἐπὶ
17. τὴν κεφαλὴν τῶν ἀτμῶν φορὰ ἀποκρουσθήσεται καὶ τὸ
1. ἐνιζάνον ταῖς κοιλίαις τοῦ ἐγκεφάλου διαφορηθήσεται, μὴ
2. ἐᾶν καθεύδειν, καὶ μάλιστα μεθ᾿ ἡμέρας.

3. Περὶ τῆς ἐξ ἀπέπτων βρωμάτων κεφαλαλγίας. Εἰ
4. δ᾿ ἀπέπτων ἐγκειμένων τῇ γαστρὶ συμπάσχοι τι ἡ κεφαλὴ,
5. διδόντας πιεῖν ὕδατος χλιαροῦ συχνῶς ἐμεῖν κελεύειν. γίγνονται
6. δὲ πολλοῖς τῶν στομαχικῶν ἐξ ἀναστάσεως κεφαλαλγίαι,
7. ἐφ᾿ ὦν αἱ παραθέσεις τῆς τροφῆς αὐτίκα κουφίζειν
8. εἰώθασιν. εἰ δ᾿ ἀπὸ μεγάλης ποτὲ ἀλγηδόνος τῆς κεφαλῆς
9. ἄφωνοι γίνονται ἄφνω, μηδὲ τῆς αἰτίας καταλαμβανομένης,
10. καταντλεῖν προσήκει τὴν κεφαλὴν ὕδατι θερμῷ δαψιλεῖ,
11. ἐγχέοντας τοῖς ὠσὶν ἔλαιον καὶ ἔριον ἐμβάλλοντας.

12. Περὶ τῆς ἐξ οἴνου κεφαλαλγίας. Ὅτι μὲν οἱ θερμότεροι
13. τῶν οἴνων τὰς κεφαλαλγίας γεννῶσιν, ἀτμῶν πληροῦντες
14. ῥᾳδίως τὴν κεφαλὴν, ἔσθ᾿ ὅτε δὲ καὶ χυμῶν, καὶ
15. ὅτε χωρὶς οἴνου πόσεως πρὸς τὴν κεφαλὴν ἑτοίμως οὗτοι
16. ἀναφέρονται, καὶ μάλιστα οἶς φύσει θερμότεραι τὴν κρᾶσιν
17. αἱ κεφαλαὶ τυγχάνουσιν, ἅπασιν οἶμαι φανερὸν εἶναι. σκοπὸς
1. τοίνυν τῆς ἰάσεως ἡ κένωσις αὐτῶν. ἐπειδὴ δὲ θερμότεροι
2. τυγχάνουσιν ὄντες οἱ πεπληρωκότες τὴν κεφαλὴν ἀτμοὶ,
3. καὶ τῆς ἐντυχούσης αὐτοῖς βοηθείας δέονται. ἔλαιον οὖν
4. ῥόδινον καὶ πάνυ ψυχρὸν προσφερόμενον, ὕπνος τε καὶ
5. ἡσυχία, καὶ μετὰ ταῦτα εἰς ἑσπέραν λουτρὸν καὶ τροφαὶ
6. εὔχυμοι, οὐ μέντοι θερμαίνουσαι. τοιαῦται δ᾿ εἰσὶν ὁ πτισάνης
7. χυλὸς, καὶ τὰ ὑγρὰ τῶν ὠῶν ἄνευ γάρου καὶ ἐξ
8. ὕδατος ἄρτος, θριδακίνη τε ὡς ἐμψύχουσα καὶ κράμβη
9. ὡς ἀτμῶν ξηραντική. ποτῷ δὲ ὕδατι χρηστέον. ἀλλ᾿ ἐπί τινων
10. ὁ στόμαχος ἐπὶ ταῖς ὑδροποσίαις ἀνατρέπεται, ῥοιὰν οὖν
11. αὐτοῖς ἐπιδοτέον, ἢ μῆλον, ἢ ἄπιον ἡψημένα. χρὴ δὲ
12. ἕψειν οὕτως αὐτά· πρῶτον ἐν χύτρα ὕδωρ ἐγχέοντας θερμὸν,
13. εἶτα κρεμάσαντας ἐν ἀγγείῳ τὰς ὀπώρας ὑποκαίειν τὴν
14. χύτραν, ὅπως ὁ ἀναφερόμενος ἐκ τοῦ ὑδατὸς ἀτμὸς
15. ἕψειν οἶός τε εἴη. καὶ σταφίδες δὲ ῥωννύουσι τὸν στόμαχον.
16. φοινίκων δὲ παντελῶς ἀπέχεσθαι. ἔχουσι γάρ τινα ἰδιότητα
17. κεφαλαλγίας ποιητικήν. εἰ δ᾿ ἐπὶ τούτοις ὑπνῶσαι καλῶς
18. δυνηθεῖεν, ἐπὶ λουτρὸν μὲν ἄγειν αὐτοὺς κατὰ τὴν ὑστεραίαν,
1. καὶ καταχεῖν ἐν τῷ βαλανείῳ θερμὸν ὕδωρ πολλάκις,
2. εἶτα μικρὸν ἠρημήσαντας αὖθις παραπλησίως λούειν, εἶθ᾿
3. οὕτως τρέφειν ὡς πρόσθεν εἴρηται. εἰ δέ ποτέ τι τῶν
4. ἀνελθόντων ἐπὶ τὴν κεφαλὴν ἀτμῶν τε καὶ χυμῶν ὑπολείποιτο
5. τι λείψανον ἐσφηνωμένον πόροις λεπτοῖς, καὶ διὰ τοῦτο
6. παραμένει τι τῆς κεφαλαλγίας, ἀφίστασθαι μὲν τοῦ ῥοδίνου,
7. ἐμβρέχειν δὲ τῷ χαμαιμηλίνῳ συμμέτρως θερμῷ, καὶ μετὰ
8. ταῦτα ἰρίνῳ μεγάλως ὠφελοῦντι τὰς τοιαύτας διαθέσεις· μηδενὸς
9. δὲ τούτων ὄντος, οἴνῳ χρῆσθαι.

10. Περὶ τῆς ἐκ πληγῶν καὶ συμπτωμάτων κεφαλαλγίας.
11. Ἐπεὶ δὲ καὶ διά τινα συμπτώματα καὶ πληγὰς γίνονται κεφαλαλγίαι,
12. χρήσιμον βραχέα καὶ πρὸς ταῦτα ὑποσχέσθαι.
13. ἁρμόζει τοίνυν ἡ διὰ σπόγγων πυρία καὶ μαλακῶν ἐρίων
14. ἐλαίῳ θερμῷ δεδευμένων. πρὸς δὲ τούτοις ἡσυχία, ὑποστολὴ
15. τροφῆς, κένωσις τοῦ κάτω γαστρός. φυλακτέον δὲ ἥλιον,
16. λουτρὸν, οἰνοποσίαν, κραυγὴν καὶ διάτασιν, καὶ τῶν ἐν τροφῇ
17. προσφερομένων τὰ δριμέα καὶ ὀξέα καὶ ἁλικά· δῆλον δ᾿ ὡς
1. σκοποὶ πλείονες ἔσονται τῆς τῶν ἰαμάτων εὑρέσεως κατὰ
2. τὰς ποιούσας τὰ πάθη αἰτίας.

3. Περὶ τῆς ἐκ θλασμάτων κεφαλαλγίας. Καὶ γὰρ κεφαλὴν
4. καὶ θλᾶσθαι συμβαίνει, καὶ ποτὲ μὲν μετὰ τραύματος,
5. ποτὲ δὲ καὶ χωρὶς τραύματος γίνεσθαι τὴν θλάσιν, ὡς κᾀκ
6. τούτων ἐπιπλέκεσθαι σκοποὺς θεραπείας. θλάσει μὲν οὖν
7. οἰκεῖα τὰ παρηγορικὰ τῶν βοηθημάτων οἷον θερμοῦ κατάχυσις
8. ὕδατος καὶ ἐπίβλημα ἐλαιοβρεχές. τὴν δὲ διαίρεσιν
9. περίστασις παροῦσα εἰ μὴ κωλύει κολληθήσεσθαι, σιδηρίτην
10. βοτάνην λειώσας καὶ ἀποσπογγίσας οἴνῳ ἐπιδέσμει. Ἄλλο.
11. ῥητίνην φρυκτὴν καταπλάσας τὸ ἕλκος ἐπιδέσμει. Ἄλλο.
12. ἀλόην λειώσας καὶ μέλι προσμίξας ἐπιτίθει. Ἄλλο. γῆς
13. ἔντερα κόψας ἐπιτίθει. Ἄλλο. πτελέας φύλλα χλωρὰ κόψας
14. ἐπιτίθει, πρότερον τρίψας. καὶ ὁ φλοιὸς δὲ τοῦ αὐτοῦ δένδρου
15. περιειληθεὶς ὡς ἐπίδεσμος τὸ αὐτὸ ποιεῖ.

16. Πρὸς καταφοράν. Πιτύαν ἐρίφων βάλε εἰς ἄκρατον
17. οἶνον Αἰγύπτιον καὶ δὸς ἴσον καὶ δίδου πίνειν νηστικῷ ἐπὶ
18. ἡμέρας γ΄.


1. Πρὸς τὰς ἐκ μέθης καὶ ἐγκαύσεως κεφαλαλγίας. Ἐπεὶ
2. δὲ τὰ περίαπτα ἔγραψεν ὁ Ἀρχιγένης τοῖς κεφαλαλγοῦσιν,
3. οὐκ ἄτοπον ᾠήθην καὶ ταῦτα ἀναγράψαι πρὸς τὰς ἐκ μέθης
4. καὶ ἐγκαύσεως κεφαλαλγίας, πολυγόνου δύο κλωνία πλέξας
5. στεφάνωσον. ἄλλο. πολύγονον τρίψας μετὰ κορυφῆς γάλακτος
6. καὶ ἀλείψας τὴν κεφαλὴν τῷ βάθει τῆς ἑσπέρας καὶ ἐπάνω
7. λαγωοῦ δέρμα βαλὼν, ἕως πρωῒ, ἆρον τὸ δέρμα καὶ ἰαθήση.
8. ἄλλο. κιχώριον τὸ Ῥωμαϊστὶ λεγόμενον ἰντυβολάχανον, ἐπιτίθει
9. τοῦ πάσχοντος τὴν κεφαλήν. ἄλλο. ῥόδινον στέφανον
10. ἐπιτίθει τῇ κεφαλῇ, νέα ἄνθη ῥόδου ἐκ νεαρῶν ῥόδων.
11. ἄλλο. καλλιτρίχῳ στέφε τὴν κεφαλὴν, ὅ τινὲς καλοῦσιν ἀδίαντον,
12. ἔνιοι δὲ τριχομανές. ἄλλο. ἄκρως δὲ ἀπαλλάσσειν
13. τῆς κεφαλαλγίας φησὶν Ἀρχιγένης περιστερεῶνα, ἥν τινες
14. ἱερὰν βοτάνην καλοῦσι, καὶ στεφομένην καὶ καταχριομένην
15. μετ᾿ ὄξους καὶ ῥοδίνου. ἄλλο. χελώνης λιμναίας ἥν τινες
16. ἀμύδα καλοῦσιν, αἷμα ἐπίσταζε ἐπὶ τὸ βρέγμα.

Cliquer un n° de page pour en afficher l’image