Pseudo-Galenus. De remediis parabilibus (De rem. parab.) [n° 086 Fichtner] [GalLat]

Περὶ εὐπορίστων
Médicaments faciles à se procurer
Readily Available Remedies (Rem. Parab.)
De remediis parabilibus, 1827, vol. 14, p. 311-581. urn:cts:greekLit:tlg0530.tlg029.verbatim-lat1
Brodersen, 2020 (deu).

De remediis parabilibus, 1.10, ed. Kühn, 1827, vol. 14, p. 367-374. urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1:1.10

5. Περὶ τῶν κατὰ τὸ στόμα τῆς κοιλίας παθῶν
6. καὶ τῶν αὐτοῖς εὐπορίστων. Αἱ τοῦ στόματος τῆς
7. κοιλίας φλεγμοναὶ καὶ τοῦ ἥπατος δέονται τῆς τῶν στυφόντων
8. παραπλοκῆς. εἰ μὲν γὰρ ὑπὸ τῆς χαλαστικῆς ἀγωγῆς
9. μόνης θεραπεύονται, κίνδυνον ἐπάγουσι, περὶ τῆς ζωῆς, καὶ
10. τοῦτο πάντων μὲν τῶν ἐμπειρικῶν ὑπὸ τῆς πείρας δεδιδαγμένων
11. καὶ ἐπὶ τῶν ἔργων τῆς τέχνης φυλαττόντων. οὐκ
12. ὀλίγοι τῶν νῦν μεθοδικῶν μυρίοις μὲν στομαχικῆς συγκοπῆς
13. αἴτιοι γεγόνασιν, οὐκ ὀλίγους δὲ καὐτῶν ἡπατικῶν ἀναιροῦσι,
14. μόνῃ τῇ ἀγωγῇ τῇ χαλαστικῇ χρώμενοι, ὡς λυθῆναι
15. πολλοῖς τὸ ἧπαρ. εἰ τοίνυν εἴτε ἔλαιον εἴη τὸ ἐπαντλούμενον
16. τοῖς πεπονθόσι τόποις, εἴτε κατάπλασμα, παραπλέκειν
17. τι τῶν στυφόντων, οἷον ἀψίνθιον ἢ νάρδινον μύρον
1. ἢ ἀλόην ἢ μήλινον ἔλαιον ἢ κυδώνιον ἀνέψοντες. καὶ κηρωταῖς
2. δὲ χρηστέον διὰ τῆς ἀλόης καὶ |μαστίχης καὶ καὶ κηροῦ
3. καὶ νάρδου. σκευάσειας δὲ τὴν κηρωτὴν, βαλὼν κηροῦ γο.
4. α΄. μαστίχης γο. δ΄. ἀλόης γο. β΄. καὶ νάρδου τὸ ἀρκοῦν.
5. εἰ δὲ πλείων εἴη ἡ ἀτονία, ὡς μηδὲ τὰς τροφὰς κατέχειν,
6. μιγνύτωσαν τοῦ ὀμφάκου γο. β΄. παρόντος δὲ καὶ ἀψινθίου
7. χυλοῦ, προσπλέκειν καὶ αὐτοῦ γο. α΄. ἢ οἰνάνθην, ἢ ῥοῦ χυλόν.

8. Περὶ τῶν θερμῶν τοῦ στομάχου δυσκρασιῶν. Ἐπὶ
9. δὲ τῶν θερμῶν τοῦ στομάχου δυσκρασιῶν καὶ διὰ στόματος
10. δοτέον τὸ φάρμακον τοῦτο. μαστίχης γο. β΄. ἡδυόσμου γο. α΄.
11. ἀναλάμβανε χυλῷ ἀρνογλώσσου, καὶ δίδου κυάμου
12. μέγεθος μετὰ ὕδατος. ἐφ᾿ ὧν δὲ καταψύχεται ὁ στόμαχος,
13. τῇ προειρημένῃ σκευασίᾳ προσπλέκειν δεῖ καστορίου γο. α΄.
14. καὶ διδόναι ὁμοίως. ἐπιγνωσθήσεται δὲ ἡ θερμὴ δυσκρασία,
15. ἐκ τοῦ ποτὲ μὲν καὶ χολῶδές τι ἀνάγεσθαι αὐτοὺς, καθόλου
16. δὲ χολώδους δήξεως αἴσθησιν ἔχειν τοῦ στόματος τῆς γαστρὸς,
17. καὶ ἁπτομένοις εἶναι θερμόν.


1. Περὶ τῶν κατεψυγμένων στομάχων. Ἐπὶ δὲ τῶν
2. κατεψυγμένων στομάχων, καὶ ἐπὶ τῶν διὰ πάχους τοῦ φλέγματος
3. θερμαίνεσθαί τε καὶ τέμνεσθαι δεομένων, χρήσιμόν
4. ἐστι μαράθρου ῥίζης φλοιοῦ γο. στ΄. ὄξους λίτραν α΄. μέλιτος
5. λίτραν α΄. αἱ ῥίζαι σὺν τῷ ὄξει ἕψονται, εἶθ᾿ ὅταν
6. ἑφθαὶ γένωνται, ἐκθλιβόμεναι ῥίπτονται, καὶ ἐπιχεομένου
7. τοῦ μέλιτος αὖθις ἕψεται τὸ φάρμακον μέχρι συστάσεως,
8. καὶ δίδοται κοχλιάρια γ΄. σὺν ὕδατι.

9. Περὶ τῶν ἀποξυνόντων τὴν τροφήν. Ἐπὶ δὲ τῶν
10. ἀποξυνόντων τὴν τροφὴν χρήσιμον τόδε τὸ φάρμακον. πεπέρεως
11. γο. α΄. ἀνήθου σπέρματος γο. α΄. κυμίνου γο. δ΄. εὖ μάλα λειώσας,
12. δίδου εἰς κοίτην κοχλιάριον ὕδατι ἐν οἴνῳ κεκραμένῳ.

13. Πρὸς ἀνατροπὰς στομάχων. Πρὸς δὲ τὰς ἀνατροπὰς
14. καὶ ναυτίας τοῦ στομάχου, ῥοιᾶς ὀξείας πυρήνων τεθλασμένων
15. τοῦ χυλοῦ μέρη γ΄. ἡδυόσμου χυλοῦ μέρος α΄.
16. μέλιτος Ἀττικοῦ μέρος ἕν· βαλὼν εἰς κεράμειον ἀγγεῖον ἕψει,
1. κινῶν συνεχῶς. καὶ ὅταν συστραφῇ, ἄρας ἀπόθου. ἐν δὲ τῇ
2. χρήσει δίδου πρὸ τροφῆς μύστρον α΄. ἤτοι γο. β΄.

3. Πρὸς δυσεντερικοὺς καὶ τὴν τροφὴν ἐμοῦντας. Κυδωνίας
4. μηλέας τῆς ῥίζης λίτρας α΄. οἴνου μυρτίτου ξ. γ΄.
5. ἕψει μέχρις ἂν ἀποτριτωθῇ, ἔπειτα ἐκθλίψας τὸ ὑγρὸν,
6. ἐπίβαλε μέλιτος ἡμίλιτρον, καὶ πάλιν ἕψει κινῶν συνεχῶς,
7. καὶ ἀνελόμενος, δίδου πρὸ τροφῆς μύστρον.

8. Πρὸς στομάχου ἀνατροπὴν, καὶ κοιλιακοὺς, καὶ δυσεντερικούς.
9. Μῆλα κυδώνια ἀριθμῷ δ΄. ῥοὰς ὁλοκλήρους ι΄.
10. οὖα ἀριθμῷ ή. ὕδατος Ἰταλικοῦ ξ γ΄. καὶ ἕψει φιλοπόνως,
11. καὶ ὅταν διαλυθῇ, ἔκθλιβε τὸ ὑγρόν· καὶ πᾶν τὸ ἀχυρῶδες
12. τῶν ὀπωρῶν ἐκβαλὼν, πάλιν ἕψει, καὶ ὅταν τὸ τρίτον
13. τοῦ ὑγροῦ ἀπολειφθῇ, βάλε μέλιτος καλοῦ λίτρας δ΄. καὶ
14. ἕψει ἐπ᾿ ἀνθράκων, κινῶν συνεχῶς, καὶ ὅταν συστραφῇ,
15. ἀπόθου, καὶ χρῶ ὁμοίως.

16. Πρὸς χολέραν. Εἰ χωρὶς πυρετοῦ γένοιτο καὶ τῆς
17. ἄλλης καθάρσεως, δίδου ψωμοὺς ἐν οἴνῳ κεκραμένῳ, καὶ
1. ψυχρῷ πότιζε, καὶ σικύας τίθει σφοδρὰς κατὰ τοῦ μέσου.
2. εὐέκτου δὲ ὄντος τοῦ πάσχοντος, καὶ εἰς ψυχρὰν δεξαμένην
3. ἐπὶ πλεῖστον ἐγκάθιζε. δίδου δὲ καὶ τροφὰς στυφούσας, καὶ
4. τῶν ὀπωρῶν, μῆλον κυδώνιον, καὶ ῥοὰς στυφούσας.

5. Πρὸς ἐκκαιομένους ἄδιψον καταπότιον. Σικύου ἡμέρου
6. σπέρματος γο. η΄. ἀνδράχνης σπέρματος γο. η΄. τραγακάνθης
7. γο. δ΄. διάλυε τὴν τραγάκανθαν ὠῶν ὠμῶν προσφάτων
8. τῷ λευκῷ, καὶ ὅταν διαλυθῇ, τρίψας ἐπιμελῶς, ἐπίβαλε
9. τοῖς λοιποῖς, καὶ μίξας ἀνάπλαττε καταπότια, καὶ
10. ξήραινε ἐν σκιᾷ, καὶ δίδου ἓν ὑπὸ τὴν γλῶτταν κατέχειν,
11. καὶ τὸ διαλυόμενον ὑγρὸν καταπινέτω.

12. Πρὸς ἀνατροπὴν στομάχου, ἢ καυσώδεις
13. ἀναθυμιάσεις. Ἀνίσου γο. β΄. σελίνου γο. β΄. κυμίνου γο.
14. α΄. λειώσας ἐπιμελῶς δίδου ὅτε μὲν νήστει κοχλιάριον α΄.
15. ἐν ὕδατι, ὅτε δὲ πρὸς τὴν κοίτην, ἐν οἴνῳ. ἄλλο. ἀψινθίου
16. ἀπόβρεγμα τριῶν ἐφεξῆς ἡμερῶν πότιζε.

17. Πρὸς καταψύξεις καὶ λυγμοὺς τοῦ στομάχου. Πεπέρεως
1. γο. β΄. καστορίου γο. α΄. δίδου κοχλιάριον σύμμετρον
2. νήστει ἐν ὕδατι. εἰ δὲ ἀπὸ θερμῶν χυμῶν τῶν κατὰ τὴν
3. πέψιν διεφθορότων ὁ λυγμὸς γίνεται, ὃ καὶ διὰ καύσεως
4. καὶ δηγμοῦ τοῦ στομάχου αἰσθάνοιτο; ὕδωρ χλιαρὸν πίνοντας
5. κέλευε πολυεμεῖν, καὶ αὐτίκα παύσεται ὁ λυγμός. καὶ
6. πταρμὸς ἐπιτηδευθεὶς παύει λυγμὸν καὶ ὄξος καταῤῥοφούμενον.

7. Πρὸς καυσούμενον στόμαχον. Τοῖς δ᾿ ἐγκαυσουμένοις
8. τὸν στόμαχον μετ᾿ ἐκλύσεως ἢ λειποθυμίας, εἰ μὴ πυρέττοιεν,
9. κυάθους γ΄. ἢ δ΄. δίδου ψυχροῦ ὕδατος καταπίνειν
10. ἐκ διαλειμμάτων, καὶ εἰ μὲν παρηγοροῖτο τοῦτο, αὐτὸς
11. ἀνακτησάμενος τροφὴν δίδοσο. εἰ δὲ ἐπιμένοι, διακρατουμένων
12. τε καὶ ἡνωμένων τῶν ἄκρων, καὶ ἀπόβρεγμα συνεχῶς
13. καταῤῥοφεῖν δίδου, ἢ μήλων κυδωνίων, ἢ ἀπίων, ἢ
14. μεσπίλων, ἢ ἀρκευθίδων, ἢ ἑλίκων ἀμπέλου, ἢ ῥόδων, ἢ
15. ῥοᾶς χυλοῦ, ἢ ὄμφακος χυλοῦ, ἢ κλώνιον ἡδυόσμου λεάνας,
16. δὸς πιεῖν, ἢ οἰνάνθην, καὶ ἔα ἠρεμεῖν.

17. Πρὸς σιελίζοντας ἐκ στομάχου Τοῖς δὲ σιελίζουσιν
1. ὄρυζαν ξηρὰν δίδου μασᾶσθαι. ἐπιτίθει δὲ καὶ ἔξω ἐπὶ
2. τὸν στόμαχον ἀμπέλου φύλλα χλωρὰ λεῖα, ἢ μῆλα κυδώνια,
3. ἢ χλωρὰν ἀνδράχνην, ἢ κολοκύνθης ξύσμα.

4. Πρὸς πόνον στομάχου. Τὰ δὲ ἀλγήματα τοῦ στομάχου
5. πραΰνει καὶ μαλάσσει, ἐφ᾿ ὧν δυσφορία τις ἢ ἀπορία
6. τρέπεται, γάλα βόειον ἢ ὄνειον, κοχλάκων ἐναφηψημένων
7. πινόμενον· ἢ ἀπόζεμα ῥόδων, ἢ ὠοῦ λέκυθον ὀπτὴν
8. μετὰ ἀλφίτου πότιζε.

9. Πρὸς στόμαχον ἐμοῦντα χολὴν μέλαιναν. Ἐπὶ δὲ
10. τῶν χολὴν μέλαιναν γεννώντων καὶ ἐμούντων, καὶ φυσωμένων
11. τὸν στόμαχον, καὶ μάλιστα ἐν ταῖς ἐκμασήσεσι, σπόγγους
12. ὄξει δριμυτάτῳ θερμῷ βεβρεγμένους στομάχῳ ἐπιτίθει,
13. ἢ κισσοῦ φύλλοις ἑφθοῖς ἐν οἴνῳ κατάπλασσε, καὶ τροφὴν
14. εὔχυμον δίδου. ἔστι δὲ εὔχυμος τροφὴ διά τε τῶν ὠῶν,
15. καὶ ἅλικος, καὶ ζωμῶν, οἷς ἐνήψηται ἢ ὀρνίθια, ἢ ὄνυχες
16. χοίρων, ἢ φασιανοῦ κρέας, ἢ νεαροῦ πέρδικος, καὶ πάντων
17. τῶν τούτοις ὁμοίων.


1. Πρὸς πνευμάτωσιν στομάχου. Τοὺς δὲ πνευματουμένους
2. καὶ διατεινομένους τὸν στόμαχον πολίου δεσμίδιον
3. κατέχων καὶ καθέψων πότιζε. ἢ καλαμίνθης ἀφέψημα
4. μίξας ὀλίγον μέλιτος καὶ πεπέρεως γο. α΄. χρῶ.

5. Ἀνώδυνον στομαχικοῖς. Κύμινον πεφρυγμένον καὶ
6. σέλινον ὀλίγον ποτιζόμενον ἐν ὕδατι, ἢ ἀβροτόνου καὶ θύμου
7. ἀνὰ δύο ὀβολοὺς δὸς πιεῖν.

8. Πρὸς τοὺς βουλιμιῶντας ἐν ταῖς ὁδοῖς. Τοὺς δὲ
9. βουλιμιῶντας ἐν ταῖς ὁδοῖς, ἢ ἄλλως πως, ἀνακτησόμεθα
10. ὄξει ὀσφραίνοντες, ἢ γλήχωνι, ἢ γῆν ὄξει βρέξαντες, ἢ μήλοις,
11. ἢ ἀπίοις, ἢ ἄλλοις καρποῖς ὁμοίοις τοῖς παροῦσιν,
12. ἢ ἄρτον μετὰ οἴνου προσφέρεσθαι ἀναγκάζοντες.

13. Πρὸς τοὺς λύζοντας. Ἐπὶ δὲ τοῖς λύζουσι πήγανον
14. μετὰ οἴνου δίδου καταῤῥοφεῖν, ἢ νίτρον ἐν μελικράτῳ, ἢ
15. σέλινον, ἢ καστόριον, ἢ ἀβρότονον, ἢ ἀριστολοχίαν, ἢ κύμινον,
16. ἢ ἄνισον, ἢ καλαμίνθην.

Cliquer un n° de page pour en afficher l’image