17. Πρὸς ἄλλα τοῦ ἐπιγαστρίου πάθη, καὶ
ㅤ
1. πρῶτον πρὸς ὑδρωπικούς. Τήλεως γο. α΄. κριθῶν ἀλεύρων
2. γο. γ΄. κόπρου περιστερᾶς γο. δ΄. ῥητίνης φρυκτῆς λίτραν
3. α΄. πίσσης λίτραν α΄. κηροῦ λίτραν α΄. ἀξουγγίου παλαιοῦ
4. λίτρας β΄. τὰ τηκτὰ τήξας κατάχεε, τῶν ἄλλων προλελειωμένων
5. ἐν ὄξει, καὶ χρῶ. ἄλλο. βολβίτου αἰγείου ξηροῦ λίτρας
6. β΄. ἕψει ἐν ὀξυκράτῳ καὶ κατάπλασσε.
7. Πρὸς κωλικούς. Ἄνηθον καὶ κύμινον ἐνεψήσας εἰς
8. ἐλαίου γο. γ΄. δίδου ἅμα καὶ διάκλυζε. ἄλλο. πήγανον ὁμοίως
9. ἐνεψήσας ἴσῳ ἐλαίῳ, καὶ ἐμβαλὼν ῥητίνης τερμινθίνης ὅσον
10. κοχλιάριον χρῶ.
11. Πρὸς τοὺς ὄντας κατεψυγμένους. Ἀνηθίνῳ ἐμβαλὼν
12. κοχλιάριον καστορίου λελειωμένου χρῶ.
13. Πρὸς τὰς φλεγμονάς. Ἀνηθίνῳ ἀναμίξας κοχλιάρια
14. β΄. ἀνάλου τυροῦ χρῶ. ὁμοίως καὶ στέαρ χήνειον, ἢ μυελὸν ἐλάφου.
15. Πρὸς δυσεντερικούς. Ἐπὶ δὲ δυσεντερικοῖς εἰδέναι
16. ἀναγκαῖον ὅτι ἐξαίρετον
ㅤδυσεντερίας ἐστὶ φάρμακον,
17. ὀλιγοσιτία. χρὴ δὲ καὶ τὰ προσφερόμενα ὡς ἐνὶ
ㅤ
1. μάλιστα κοῦφα καὶ ἀβαρῆ τυγχάνειν, καὶ πρὸς τὰς πέψεις
2. εὐκόλως ἔχοντα. ποτίζειν δὲ καὶ ἐνιέναι τούτοις ῥοᾶς ὁλοκλήρους
3. καὶ κυδώνια ἀφεψήσαντας ἐνιέναι τῷ ἀφεψήματι,
4. καὶ καταῤῥοφεῖν διδόναι. ἄλλο. ἀρνόγλωσσον βοτάνην ὀρύζῃ
5. συνεψήσαντας ἐπιμελῶς ἐσθίειν διδόναι, καὶ τῷ χυλῷ δὲ τῷ
6. αὐτῷ προσπλέξαντας στέαρ τράγειον διδόναι. ἄλλο. μυρσίνας
7. ἑψήσαντας οἴνῳ, εἰ ἀπύρετοί εἰσιν, ἐνιέναι· εἰ δὲ πυρέττοιεν,
8. ὕδατι. ἄλλο. κοχλιῶν ὁλοκλήρων κεκαυμένων γο.
9. α΄. κέρατος ἐλαφείου κεκαυμένου γο. β΄. ἀναλάμβανε χυλῷ
10. ἀρνογλώσσου, καὶ δίδου κυάμου μέγεθος, ἀπυρέτοις οἴνῳ,
11. πυρέσσουσιν ὕδατι.
12. Πρὸς κοιλιακοὺς καὶ δυσεντερικούς. Μύρτων ξηρῶν
13. κεκομμένων γο. α΄. ῥόδων ξηρῶν γο. α΄. ἀρκευθίδων τὸν
14. ἀριθμὸν ι΄. ἀπίων ξηρῶν κεκομμένων κγ΄. κερατίων κεκομμένων
15. γο. α΄. πίτυος φλοιοῦ γο. δ΄. δίδου ξηρὸν ἐν οἴνῳ κοχλιάριον.
16. τὸ δὲ ἁδρομερὲς φοίνιξι λιπαροῖς ἀναλαβὼν ἐπιτίθει
ㅤ
1. τῇ γαστρί. ἄλλο. πιτύαν λαγωοῦ ἢ νεβροῦ ἢ αἰγάγρου
2. οἴνῳ πότιζε, καὶ ἐνιέμενον δὲ μετὰ χυλοῦ ὀρύζης βοηθεῖ.
3. Πρὸς τὰς κεχρονισμένας δυσεντερίας. Χάρτου κεκαυμένου
4. γο. α΄. ἀσβέστου γο. α΄. ὄμφακι σταφυλῆς ἀναλαβὼν,
5. ποίει τροχίσκους ἔχοντας δραχ. γ΄. καὶ β΄. καὶ α΄. ὡς
6. ἐπὶ πάσης ἡλικίας ἔχειν τὸ μέτρον. ἐπὶ δὲ τῆς χρείας οἴνῳ
7. αὐστηρῷ λύσας, καὶ μίξας ὀρύζης χυλὸν, ἐνίεσθαι κέλευε.
8. ἄλλο. ὠοῦ χηνείου ἑψηθέντος τὸ λέπυρον λειώσας ἐπιμελῶς,
9. πότιζε ἡμίδραχμον οἴνῳ.