10. Περὶ τῶν τῆς ἔδρας παθῶν, καὶ τῶν
11. ἑδρικῶν φαρμάκων. Περὶ τὴν ἕδραν γίνεται διάφορα πάθη,
12. ῥαγάδες τε καὶ κονδυλώματα, καὶ ἄλλαι φλεγμοναί. ἁρμόζει
13. δ᾿ ἐπ᾿ αὐτῶν τὰ ἁπαλὰ τῶν φαρμάκων καὶ ἄδηκτα διαχριόμενα.
14. Ἑδρικὸν πρὸς τὰς πυρώδεις ὀδύνας. Ὠοῦ τὸν λέκυθον
15. λειώσας οἴνῳ λευκῷ καὶ ῥοδίνῃ κηρωτῇ ἀναλαβὼν,
16. διάχριε, καὶ ἐμπλάστρῳ χρῶ. ἁρμόζει δ᾿ ἐπ᾿ αὐτῶν τὰ ἁπαλὰ
ㅤ
1. τῶν φαρμάκων καὶ ἄδηκτα διαχριόμενα. ἄλλο. στέαρ χήνειον
2. νεαρὸν διάχριε καὶ ἐμπλάστρῳ χρῶ. ἁρμόζει δ᾿ ἐπ᾿ αὐτῶν
3. καὶ κατάπλασμα ἄρτου καθαροῦ λυομένου καὶ ἑψουμένου
4. ὕδατι καὶ ῥοδίνῳ· κάλλιον δὲ γίνεται, εἰ προσβάλλῃς καὶ
5. λεκύθους ὠῶν ὠπτημένους. ἄλλο. τῆλιν ἑψήσας καὶ λείωσας
6. κατάπλασσε, προσβάλλων καὶ βούτυρον. ἄλλο. στέατι
7. χηνείῳ διάχριε. ἄλλο. ῥόδων γο. γ΄. ὠῶν ὀπτῶν λεκύθους
8. β΄. οἴνω λευκῷ λείωσας καὶ ῥοδίνῃ κηρωτῇ ἀναλαβὼν διάχριε.
9. Πρὸς τοὺς ἐν δακτυλίῳ κνησμούς. Γῆν τὴν καλουμένην
10. κιμωλίαν οἴνῳ λειώσας, ἀναλάμβανε κηρωτῇ μυρσίνῃ
11. καὶ χρῶ.
12. Πρὸς τοὺς προσπίπτοντας ἀρχούς. Σκωρίας μολύβδου
13. γο. α΄. ῥόδων ξηρῶν γο. δ΄. εὖ μάλα λειώσας ξηρὰ
14.
ㅤπροσάπτου, προαπονίπτων οἴνῳ μυρσίνῳ. ἄλλο. κυκλαμίνου
15. χυλοῦ καὶ μέλιτος ἴσον ἕψει ἐν ἀγγείῳ χαλκῷ, ὥστε
16. κηρωτῆς ἔχειν πάχος, καὶ κατάχριε.