16. Πρὸς ἰσχιάδας καὶ ποδάγραν καὶ ἀρθρῖτιν.
17. Ὁμογενῆ εἰσὶ ταῦτα ἀλλήλοις τὰ νοσήματα, διὸ
ㅤ
1. καὶ τῆς αὐτῆς σχεδὸν θεραπείας χρήζει, διαφορὰ δὲ τῶν
2. ποιούντων αὐτὰ ῥευμάτων. τὰ μὲν γὰρ αὐτῶν εἰσὶ θερμὰ,
3. τὰ δὲ ψυχρά. διάγνωσις δ᾿ αὐτῶν ἐπὶ μὲν τοῖς θερμοτέροις,
4. ἔρευθος καὶ πύρωσις, κᾂν ᾖ φλεγμονή τε καὶ ἀλγήματα
5. σφοδρά. ἐπὶ δὲ τῶν ψυχροτέρων οἴδημα λευκὸν ἔνσομφον.
6. ἑκατέρων
ㅤδὲ ἴασις αὕτη ἐστὶ. ἐπὶ μὲν τῶν
7. θερμῶν τὰ ψύχοντα, ἐπὶ δὲ τῶν ψυχρῶν τὰ θερμαίνοντα καὶ
8. διαφοροῦντα. εἰ μὲν οὖν πολὺς εἴη ὁ ἐνοχλῶν χυμὸς, καθάρσει
9. πρῶτον χρηστέον τοῦ λυποῦντος χυμοῦ. εἰ δὲ πληθωρικὸν
10. εἴη τὸ σῶμα, πρώτης ἁπάντων παραλαμβανομένης
11. φλοβοτομίας, ἀποκρουομένων τὰ ῥεύματα ὀξυκράτῳ, καὶ
12. τοῖς ψυχροτέροις φαρμάκοις χρωμένων. (εἴρηται δὲ ἡμῖν
13. περὶ τούτων ἐπὶ πλεῖστον ἐν τοῖς ἐμοῦ πρὸς Γλαύκωνα θεραπευτικοῖς
14. γεγραμμένοις δυσὶ βιβλίοις, καὶ ἐν ἄλλοις πλείοσι,
15. διὸ βραδύνειν οὐ χρὴ ὡς ἐν εὐπορίστοις περὶ τούτων
16. λέγοντα.) ἐπὶ δὲ τῆς κατ᾿ ἰσχίον διαρθράσεως φυλαττομένων
17. τοῦτο δρᾷν. ἐν βάθει γὰρ οὕσης αὐτῆς, συνελαύνεται
18. τὸ ἐκ τῶν περιεχομένων ἀγγείων τε καὶ μυῶν, αἷμα πρὸς
ㅤ
1. ἐκείνην καὶ ἄγαν λυπεῖ. παρηγορικῶν γοῦν δέονται φαρμάκων·
2. ἐπὶ γὰρ τῆς κατ᾿ ἰσχίον ὀδύνης οὔτε ψυχρῶν σφοδρῶς
3. οὔτε θερμαινόντων ἰσχυρῶς χρεία. παροξύνεται γὰρ
4. ὑπ᾿ αὐτῶν τὰ ῥεύματα, τῆς μὲν πολλῆς θερμασίας ἑλκούσης
5. αὐτὰ μᾶλλόν τε κωλυούσης διαφορεῖσθαι, τῆς δὲ ψύξεως
6. πήξει τι ὅμοιον ἐργαζομένης καὶ δυσδιαφόρητα ποιούσης τὰ
7. ῥεύματα,
ㅤὠφελοῦσι δ᾿ ἔμετοι μᾶλλον τοὺς ἰσχιαδικοὺς
8. τῶν διὰ τῆς ἄνω γαστρὸς κενώσεων ἀντισπῶντες τὴν
9. κάτω ῥοπὴν τῶν χυμῶν. χρηστέον δ᾿ αὐτοῖς ἐν ἀρχῇ μετὰ
10. τὴν τροφὴν, ὕστερον δὲ καὶ διὰ ἐμετικῶν βολβῶν τε καὶ
11. ῥαφανίδων. δεῖ δὲ τοὺς μέν βολβοὺς ἐν ὕδατι ἕψοντας μετ᾿
12. ὀξυμέλιτος προσφέρειν, τὰς δὲ ῥαφανῖδας εἰς λεπτὰ κόψαντας
13. καὶ ἐναποβαλόντας ὀξυμέλιτι ἐσθίειν, καὶ ὥραν πολλὴν
14. διαλιπόντας ἐπὶ τοὺς ἐμέτους ἄγειν, κᾄπειτα ἑξῆς μακρὸν
15. διαλιπόντας χρόνον λούειν· εἶτ᾿ αὖθις διαλιπόντας ὡς ἅπασαν
16. καταστῆναι τὴν ταραχὴν λεπτῶς διαιτᾷν.
17. Πρὸς παροξυσμοὺς ποδαγρικούς. Κράμβης φύλλα
ㅤ
1. καθεψήσας καὶ λειώσας πρόβαλε τρύγα ὄξους καὶ ὠῶν
2. ἀνέφθων λεκύθους β΄. καὶ βραχὺ ῥόδινον καὶ μίξας ἐπιμελῶς
3. καὶ χλιάνας κατάπλασσε ἀμείβων συνεχῶς. ἄλλο. τῷ καταπλάσματι
4. τῷ συνήθως διὰ τῶν σύκων ἡψημένῳ πρόσβαλε
5. ὑοσκυάμου φύλλα καὶ συνεψήσας κατάπλασσε.
6. Πρὸς πυρώδεις φλεγμονάς. Φακὸν τὸν ἐπὶ τῶν
7. τελμάτων ὄξει καὶ ῥοδίνῳ κατάπλασσε. ἄλλο. πτελέας φύλλα
8. χυλίσας καὶ ἑψήσας κηρωτῇ κατάχριε.
9. Πρὸς τὰς ὑπερβαλλούσας πυρώσεις. Θριδακίνης φύλλα
10. ἐπιμελῶς τρίψας σὺν ἄρτῳ κατάπλασσε συνεχῶς ἀμείβων.
11. ἄλλο. κορίανδρον τὸ χλωρὸν λειώσας σὺν ἀλφίτῳ κατάπλασσε.
12. Πρὸς τὰς χαύνας φυσιώσεις. Ἁλέλαιον ἐπιμελῶς λειώσας
13. κατάπλασσε, ἐπιτιθεὶς οἰσυπηρὸν ἔριον.
14. Πρὸς ἰσχιαδικούς.
ㅤΣκορόδων ὄνυχας τρεῖς καθαρίσας
15. ὑγιεῖς κατάπιε μετὰ τὸ δειπνῆσαι πίνων συγκεραστικόν·
16. τοῦτο συνεχῶς ποιεῖν πεπείραται. ἄλλο. χελιδόνιον
17. ἄγρευσον, καὶ ἐὰν ᾖ ὁ δεξιὸς ποὺς ὅν πάσχεις, τῇ δεξιᾷ
ㅤ
1. χειρὶ τὰ πτερὰ πατήσας τῷ πάσχοντι καὶ κνήσας ἕλκε τὸ
2. αἷμα ἀπὸ ἄνωθεν τῆς κοτύλης ἕως τοῦ ἀστραγάλου σύρων
3. τὸ αἷμα ὅλῳ τῷ χελιδονίῳ, καὶ λεπίσας καὶ ὀπτήσας φάγε
4. μηδὲν βαλὼν ἔξω καὶ φαγὼν παραυτίκα ἄλειψον ἐλαίῳ ἕως
5. ἐπὶ τὸν ἀστράγαλον ἐπὶ τρεῖς ἡμέρας, καὶ θαυμάσεις. πεπείραται
6. δὲ πάνυ καὶ τοῦτο. ἄλλο. κορώνην ἀγρεύσας σπούδασον
7. ἀσινῆ διαφυλάξαι, καὶ ἐὰν μὲν τὰ δεξιὰ μέρη τὰ πάσχοντα
8. ᾖ, τὸν μικρὸν δάκτυλον τὸν ὄπισθεν τῆς κορώνης
9. τοῦ δεξιοῦ ποδὸς κόψας περιτίθει. μύρῳ δὲ χρίσας τὰς
10. πτέρυγας τῆς κορώνης ἔα ἵπτασθαι. ἐὰν δὲ ἀριστερὰ μέρη
11. πάσχῃ, τοῦ ἀριστεροῦ ποδὸς τὸν προδεδηλωμένον κόψας
12. περιτίθει. ποίει δὲ τἄλλα ὡσαύτως, πεπείραται δὲ τοῦτο συνεχῶς.