Pseudo-Galenus. De remediis parabilibus (De rem. parab.) [n° 086 Fichtner] [GalLat]

Περὶ εὐπορίστων
Médicaments faciles à se procurer
Readily Available Remedies (Rem. Parab.)
De remediis parabilibus, 1827, vol. 14, p. 311-581. urn:cts:greekLit:tlg0530.tlg029.verbatim-lat1
Brodersen, 2020 (deu).

De remediis parabilibus, 1.17, ed. Kühn, 1827, vol. 14, p. 387-389. urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1:1.17

13. Περὶ θανασίμων φαρμάκων. Περὶ
14. τῶν θανασίμων φαρμάκων οὔτε ἀδιορίστως ἐνθάδε γράφειν
15. ἀσφαλὲς καὶ ἕκαστον αὐτῶν ἐκτιθέμενον κατὰ τῶν ἑπομένων
16. συμπτωμάτων ἐπάγειν οὕτως τὰς θεραπείας χαλεπόν. παρέχοι
17. γὰρ ἂν ἡ τοιαύτη πραγματεία ἀφορμὴν κακίας τοῖς κακουργεῖν
1. βουλομένοις. ἃ δὲ κοινῶς βοηθεῖν πεπίστευται τοῖς εἰληφόσι
2. τὰ δηλητήρια, ταῦτα γράφω. παραυτίκα μὲν πεπωκότας
3. ἐμεῖν κέλευε, ποτίζων πλεῖστον ὑδρέλαιον συνεχῶς καὶ
4. παντοδαπὰ σιτία δίδου, εἰς καιρὸν αὖθις δ᾿ ἐμεῖν
5. κέλευε· ἢ γὰρ συνεξεργασθήσεται τὸ φάρμακον, ἢ ἐπικραθὲν
6. ἀμβλυωτέραν ἕξει τὴν δύναμιν. εἰ δὲ διακαίοιντο τὴν
7. γαστέρα μετὰ τὸν ἔμετον, ὑδροροδίνῳ ποτίσας αὖθις ἐμεῖν
8. κέλευε. δίδου δὲ, εἰ χρὴ, καὶ τῆς θηριακῆς μετὰ οἴνου ἢ
9. ἀρκευθίδας θ΄. καὶ πηγάνου κ΄. φύλλα λειώσας ποτίζειν, ἢ
10. χαμαιπίτυος βοτάνης. καὶ ὕπνου παντελῶς εἶργε καὶ ψηλαφίᾳ
11. τῶν ἄκρων χρῶ. εἰ δὲ καὶ ὑποβιασθῆναι τὸ κακὸν
12. ἔμφασιν ἔχοι, δακνομένης καὶ ἐρεθιζομένης τῆς κάτω γαστρὸς,
13. κλυσμοῖς δριμέσι χρηστέον, μέλι δαψιλὲς καὶ ἀφρόνιτρον
14. ἢ ἕτερόν τι τῶν συνταραττόντων συμπλέκοντας. τοὺς
15. δ᾿ ἀπὸ μυκήτων πνιγμοὺς κουφίζει ὀξύμελι μετὰ νάρδου πινόμενον
16. καὶ ὀρνίθων τῶν κατοικιδίων ἄφοδος μετ᾿ ὀξυμέλιτος.
1. ἐπὶ δὲ τυρωθέντος γάλακτος καὶ διὰ τοῦτο πνιγμὸν
2. ἐπάγοντος πιτύαν ἐν οἴνῳ διεὶς πότιζε.
3. Ὁ μὲν οὖν τέταρτός μοι λόγος, ὦ Γλαύκων, ἐνθάδε
4. πέρας ἐχέτω· εἰ δὲ σοι χρεία γένηται καὶ τοῦ πρὸς Σαλομῶντα
5. τὸν ἀρχίητρον γεγραμμένου ἡμῖν συντάγματος, δηλώσας ἑτοίμως
6. λήψῃ, θαυμάσεις δὲ πάνυ δεξάμενος.

Cliquer un n° de page pour en afficher l’image