Pseudo-Galenus. De remediis parabilibus (De rem. parab.) [n° 086 Fichtner] [GalLat]

Περὶ εὐπορίστων
Médicaments faciles à se procurer
Readily Available Remedies (Rem. Parab.)
De remediis parabilibus, 1827, vol. 14, p. 311-581. urn:cts:greekLit:tlg0530.tlg029.verbatim-lat1
Brodersen, 2020 (deu).

De remediis parabilibus, 1.2, ed. Kühn, 1827, vol. 14, p. 321-330. urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1:1.2

17. Περὶ εὐπορίστων πρὸς τὰ ἐκτὸς τῆς κεφαλῆς
1. πάθη, καὶ πρῶτον πρὸς ῥεούσας τρίχας. Λάδανον
2. ἀποβρέχων οἴνῳ εὐώδει καὶ στύφῳ λαίου, παραχέων καὶ
3. μύρσινον, καὶ γλοιῶδες ποιήσας κατάχριε. ἄλλο. κάρυα
4. χλωρὰ, ἀκμάζειν ἀρξάμενα, θλάσας ρ΄. μίξας τε ἐλαίου ξέστας
5. β΄. στυπτηρίας ὑγρᾶς λίτρας γ΄. καὶ βαλὼν εἰς σκεῦος
6. καινὸν ὀστρακινὸν προβραχὲν, ὡς μὴ ἀναποθῆναι τὸ ἐμβληθὲν
7. ὑγρὸν, ἐπιμελέστατα περίχρισον, καὶ καταθέμενος ἐν
8. εὐαέρῳ οἴκῳ ἐπὶ ἡμέρας μ΄. καὶ μετὰ τοῦτο ἀνελόμενος, χρῶ
9. τῷ ἐλαίῳ. ἄλλο. λάδανον καὶ ἀψίνθιον καὶ ἀρκευθίδας λειώσας,
10. εἰς ὀθόνην ἔνδησον, καὶ ἔμβαλε εἰς ἔλαιον καὶ μετὰ
11. ἡμέρας ε΄. χρῶ. ἢ μυρσίνης μελαίνης, ἢ κηκίδος μέρη β΄.
12. μετ᾿ ἐλαίου. τὸ αὐτὸ δὲ πιτυρίασιν ἰᾶται. ἄλλο. λάδανον
13. λειώσας μετὰ γλυκέος οἴνου γλοιῶδες ποιήσας χρῖε. ἄλλο.
14. ἀνεμώνης τὸ ἄνθος λειώσας μετ᾿ ἐλαίου κατάχριε, τὸ αὐτὸ
15. καὶ μελαίνει. ἄλλο. περιστερεῶνα τὸ ὀρθὸν σὺν ταῖς ῥίζαις
16. ξηράνας καὶ εὖ μάλα λειώσας μῖξον ἐλαίου, ὡς πάχος ἔχειν
17. γλοιοῦ καὶ ἐάσας σαπῆναι κατάχριε.


1. Περὶ πιτυριάσεως. Προσμήξας τὴν κεφαλὴν σεύτλου
2. χυλῷ καὶ τηλίνοις ἀλεύροις, καὶ νίτρῳ λείοις ἴσοις σμῆχε.
3. ἄλλο. Κιμωλία γῆ ὄξει καὶ βοείᾳ χολῇ φυραθεῖσα, χρῖε.
4. ἄλλο. ἀμυγδάλοις πικροῖς μετ᾿ ὀξυκράτου ἀπόσμηχε. ἄλλο.
5. ἀφρόνιτρον καὶ χάλκανθον ἴσα λειώσας μετ᾿ οἴνου χρῶ. ἄλλο.
6. βολβοῖς ὀπτοῖς καὶ νίτρῳ λείοις ἴσοις σμῆχε.

7. Περὶ φθειριάσεως. Σταφίδος ἀγρίας μέρη β΄. σανδαράχης
8. μέρος α΄. νίτρου μέρος α΄. σὺν ὄξει καὶ ἐλαίῳ ἄλειφε
9. τὴν κεφαλήν. ἄλλο. στυπτηρίῳ σχιστῇ μετ᾿ ἐλαίου χρῶ.

10. Περὶ ἀχώρων καὶ κηρίων. Ἀχῶρες συνίστανται περὶ
11. τὸ τῆς κεφαλῆς δέρμα. ὠνόμασται δὲ ἀπὸ τοῦ συμπτώματος,
12. λεπτὰς γὰρ ἔχει κατατρήσεις, δι᾿ ὦν ἀποῤῥέει ἰχὼρ γλίσχρος.
13. ὅμοιον δ᾿ αὐτῷ πάθος ἐστὶ καὶ τὸ καλούμενον κηρίον, τὰς
14. κατατρήσεις μείζονας ἔχον, ὑγρὸν ἐχούσας μελιτῶδες· ἐστὶ
15. δ᾿ ἑκατέροις ἡ γένεσις ἐξ ὑγρότητος περιττωματικῆς. συμβαίνει
16. δ᾿ αὐτοῖς τὸ πρῶτον κνησμὸς, μετὰ ταῦτα δὲ καὶ εἰς
17. ὄγκον ἐπανάστασις. θεραπεία δὲ, μεγάλης οὔσης τῆς διαθέσεως
1. προηγουμένη μὲν κάθαρσις τῶν καταποτίων διὰ σκαμμωνίας
2. καὶ ἀλόης, καὶ κολοκυνθίδος, ἑκάστου δ᾿ αὐτῶν ἴσον,
3. λειωθέντα δὲ ἀναλαμβάνεται χυλῷ κράμβης, καὶ ἀναπλάσσεται
4. καταπότια ὀρόβου μέγεθος ἔχοντα. δέδοται δὲ τοῖς ἰσχυροτέροις
5. ἑπτακαίδεκα τῆς τελείας δόσεως, τοῖς ἄλλοις πρὸς
6. ἀναλογίαν τοῦ σώματος. ἐπὶ δὲ τῶν μικρῶν διαθέσεων
7. ἀρκεῖ καὶ τὰ τοπικὰ τῶν βοηθημάτων. ἔστι δὲ ταῦτα κιμωλία
8. μετὰ ὄξους δριμυτάτου καταχριομένη. ἄλλο. κρήταν
9. μετὰ ὄξους δριμυτάτου κατάχριε. ὁμοίως δὲ καὶ Σαμία γῆ καὶ
10. πομφύλυξ. ἄλλο. λιθαργύρου καὶ χάρτης κεκαυμένης
11. λύχνῳ, χρῶ μετ᾿ ὄξους. ἐφ᾿ ὧν μέντοι ἕλκωσίς ἐστιν ὀδυνώδης,
12. ὕδατι ἀπαντλεῖν αὐτοὺς θερμῷ προσήκει ἑκάστης
13. ἡμέρας, ἀφηψημένης ἐν αὐτῷ μυρσίνης, βάτου, συκαμίνου,
14. ἢ ἀσπαράγου ῥίζης, καὶ κατάχριε. ἄλλο. ἰτέας φύλλοις μεθ᾿
15. ὕδατος, ἢ φακῷ μετὰ μέλιτος, ἢ ἀσπαράγου ῥίζῃ ἑφθῇ ἀπόσμηχε,
16. ἢ σεῦτλον χυλῷ ἔχοντι τήλινον ἄλευρον. φάρμακα
17. δ᾿ ἐπιτήδεια πίτυος φλοιὸς μετὰ κηρωτῆς, ἢ καδμεία μετ᾿
18. ἐλαίου, ἢ λιθάργυρος, ἢ ψιμύθιον. σμήχειν δὲ ἐν βαλανείῳ
1. τεῦτλον χυλῷ μετὰ κιμωλίας. δῆλον δὲ ὡς ἐπὶ τῶν
2. ἁπαλοσάρκων γυναικῶν φυλάττεσθαι μὲν δεῖ τὸ ὄξος, οἴνῳ
3. δὲ καταχρίειν τὰ φάρμακα.

4. Περὶ ἀλωπεκίας καὶ ὀφιάσεως. Συμβαίνει διττὸν
5. πάθος περὶ τὰς ἐν κεφαλῇ τρίχας, ὁτὲ μὲν ἔκλειψις αὐτῶν,
6. ὁτὲ δὲ εἰς ἑτέραν χροιὰν μεταβολή. ἔκλειψις μὲν ἐν ταῖς
7. φαλακρώσεσιν, ἑτεροχροία δὲ ἐν ταῖς ἀλωπεκίαις τε καὶ ὀφιάσεσιν,
8. ἀπρεπεστάτη βλάβη τῶν τριχῶν. ἔστι δ᾿ αὐτοῖς ἡ
9. βλάβη παραπλησία τοῖς φυτοῖς. καθάπερ γὰρ ἐκεῖνα παραπλησίαν
10. τῷ τρέφοντι ὑγρῷ τὴν γένεσιν ἔχει· ὁμοίως δὲ
11. ταῖς τριξὶν ἡ παθητικὴ κατασκευή. ὁτὲ μὲν ἐνδείᾳ τοῦ τρέφοντος
12. ὑγροῦ ἀφαιρούμενα φθείρεται, ἢ ἀλλοτριώσει τὴν
13. κατὰ φύσιν ὑπαλλάττει διάθεσιν. ἔστι δὲ ἀλωπεκία καὶ
14. ὀφίασις ἑκάτεραι μὲν διαθέσεις παρὰ φύσιν τὴν αὐτὴν αἰτίαν
15. ἔχουσαι τῆς γενέσεως, κοινὴν δὲ καὶ τὴν ἴασιν, ὀνόμασι
16. δὲ διαφόροις ὠνομασμέναι κατὰ τὸ σχῆμα. ἐπί τε γὰρ
17. τῆς ὀφιάσεως παραπλήσιον ὄφει τὸ σχῆμα ἐπὶ τῆς κεφαλῆς
18. φαίνεται, ἡ δ᾿ ἀλωπεκία, ὥς φασιν, ὠνόμασται διὰ
19. τὸ συνεχὲς ταῖς ἀλώπεξι συμβαίνειν τὴν διάθεσιν, ψίλωσιν
1. οὖσαν τριχῶν, μετὰ τοῦ ἀναιμόχρουν φαίνεσθαι τὸν πεπονθότα
2. τόπον. ἡμεῖς δὲ διὰ τί οὕτως ὠνόμασται οὐ πολυπραγμονοῦμεν.
3. μοχθηρὸν δὲ πλῆθος ὑγρῶν αἴτιον τῆς γενέσεως
4. εὑρόντες τῷ φυσικῷ λόγῳ ἑξῆς ἐπὶ τὰς θεραπείας
5. χωρήσομεν. εἰσὶ δ᾿ αὐτῷ διαφοραὶ πλείους κατὰ τὴν χρόαν.
6. αἱ μὲν γὰρ λευκότεραι, αἱ δὲ ὠχρότεραι, ἕτεραι δὲ μελάντεραι.
7. δῆλον δὲ ὡς κακοχυμίας ἐστὶν ἅπαντα ἔγγονα τοιαῦτα.
8. αἱ μὲν οὖν λευκότεραι ὑπὸ τῆς τοῦ φλέγματος κακοχυμίας
9. γίγνονται, καὶ ἰῶνται τοῖς φλεγμαγωγοῖς τῶν καθαρτηρίων
10. καὶ τοῖς ἀποφλεγματισμοῖς, αἱ δὲ ὠχρότεραι τοῖς τὴν
11. τοιαύτην καθαίρουσι χολὴν, αἰ δὲ μελάντεραι τοῖς τὸν μελαγχολικὸν
12. καθαίρουσι χυμόν. χρὴ γὰρ πρὸ τῆς τοῦ πεπονθότος
13. μορίου θεραπείας ἅπαν προκαθαίρειν τὸ σῶμα, ὡς
14. μηκέτι ἐπιῤῥεῖν ἐξ αὐτοῦ τὴν κακοχυμίαν τῷ πεπονθότι
15. μέρει, καὶ εἶθ᾿ οὕτως ἑξῆς ἐπὶ τὸ πεπονθὸς μόριον παραγίγνεσθαι.
16. ἔστι δὲ ἀποφλεγματικὰ μὲν πύρεθρον καὶ σταφὶς
17. ἀγρία· θάτερον δ᾿ αὐτῶν ἢ καὶ ἄμφω μετὰ μαστίχης
1. μαλασσόμενα καὶ ἅλας βωλικὸν μετὰ γλήχωνος, ἢ νᾶπυ λελειωμένον
2. μετ᾿ ὀξυμέλιτος καὶ διακρατούμενον ἐπὶ πλέον
3. καὶ ἀναγαργαριζόμενον. ἰδίως μὲν οὖν ἕκαστον τῶν καθαρτηρίων
4. φαρμάκων ἕλκει καὶ καθαίρει τὸν οἰκεῖον ἑαυτῷ χυμόν·
5. τὰ μὲν φλέγμα, τὰ δὲ ξανθὴν, τὰ δὲ μέλαιναν χολήν.
6. καὶ μακρὸν ἂν εἴη ἕκαστον κατ᾿ εἶδος διεξιέναι, ἑτέρας ὄντα
7. πραγματείας. κοινῶς δὲ ἐπί τε τῶν ἄλλων ἀλωπεκιῶν καὶ
8. ὀφιάσεων ὠφελεῖν εἴωθε πρῶτα μὲν τὰ διὰ τῆς ἀλόης
9. καταπότια· ἔχει δὲ ταῦτα κολοκυνθίδος ἐντεριώνης μέρος α΄.
10. ἀλόης τε καὶ σκαμμωνίας μέρη δύο, χυλοῦ ἀψινθίου μέρος
11. α΄. ἀναλάμβανε χυλῷ μήλων, δίδου πρὸς τὴν δύναμιν. μικρὸν
12. δ᾿ ἐπ᾿ αὐτοῖς διαλείποντα ἡμερῶν που ζ΄. χρῆσθαι τῇ
13. ἱερᾷ τῇ διὰ κολοκυνθίδων· ἔστι δ᾿ αὐτῆς ἡ σύνθεσις ὧδε.
14. ♃ κολοκυνθίδος ἐντεριώνου τοῦ ἐντὸς ἁπαλοῦ γο. ιστ΄. χαμαιπίτυος
15. γο. στ΄. σχοίνου ἄνθος γο. στ΄. κασσίας, κινναμώμου
16. ἀνὰ γο. στ΄. ναρδοστάχυος, σμύρνης ἀνὰ γο. δ΄. κρόκου
17. ἑξάγια ζ΄. ὀποπάνακος γο. γ΄. πεπέρεως μακροῦ καὶ μέλανος
18. ἀνὰ γο. γ΄. πρασίου, στοιχάδος, ἀνὰ γο. ζ΄. γεντιανῆς, ἀγαρικοῦ,
1. ἀνὰ γο. ε΄. σαγαπηνοῦ γο. ι΄. κοπτὰ, λεῖα μέλιτι
2. Ἀττικῷ ἀναλάμβανε, καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος,
3. εἰς ὕδωρ εἰ πυρέττοιεν, εἰ δὲ μὴ, μετὰ οἰνομέλιτος. ὁ μὲν
4. οὖν κατ᾿ ἀρχὰς τῆς θεραπείας τρόπος τοιόσδε, ἀρκῶν πολλάκις
5. μόνος πρὸς θεραπείαν. ἐπὶ γὰρ τῶν χρονίων δυσίατον
6. ἤδη γίγνεται τὸ πάθος καὶ τοπικῶν δεόμενον φαρμάκων·
7. ὅταν οὖν, ὡς ἑνὶ μάλιστα καθάπερ προείρηται, ἀπέριττον
8. ἐκ τῆς καθάρσεως ἅπαν γένηται τὸ σῶμα, τότε ἤδη
9. θαῤῥοῦντα καὶ τῇ τοῦ βεβλαμμένου μέρους ἐγχειρεῖν θεραπείᾳ,
10. τοῖς τοπικοῖς χρώμενον βοηθήμασι. ἔστι δ᾿ ἅπαντα
11. τῷ γένει θερμὰ καὶ διαφορητικά. ταύτῃ γὰρ τῇ δυνάμει καὶ
12. τὴν κακοχυμίαν κενοῦντα διαφορεῖν πέφυκεν. ἔστι δὲ τάδε,
13. θαψίας χυλὸς μετὰ κηρωτῆς καταχριόμενος. ἄλλο. εὐφόρβιον
14. λεῖον μετὰ ἐλαίου καταχριόμενον. ἄλλο. θεῖον ἄπυρον
15. καὶ νίτρον Ἀλεξανδρινὸν σκευάσας ὄξει κατάχριε. ἄλλο.
16. δάφνινον ἀλειφόμενον, καρδάμον σπέρμα μετ᾿ ἐλαίου. ἄλλο.
17. εὐζώμου σπέρμα λειώσας μετὰ στέατος ἀρνείου κατάχριε.
18. ἄλλο. ἀλκυόνιον τραχὺ καύσας καὶ λειώσας ὄξει, ἢ κεδρίᾳ,
1. κατάχριε. ἄλλο. καλάμου ῥίζαν, ἢ φλοιὸν καύσας μετὰ
2. κέδρου χρῶ, ἢ μετὰ ὑγροπίσσης. ἄλλο. μυῶν κόπρον λειώσας
3. ὄξει κατάχριε. ἄλλο. ἀμύγδαλα ὁλόκληρα καύσας, κατάβρεχε
4. ὄξει δριμεῖ. ἄλλο. ἐχίνου χερσαίου τὸ δέρμα μετὰ
5. τῆς κεφαλῆς κατάκαυσον, καὶ λειώσας μέλιτι κατάχριε. ἄλλο.
6. κρομμύῳ παλαιῷ συνεχῶς ἀπότριβε τὸν τόπον, ὀθόνῃ προανατρίψας,
7. ἕως οὗ ἐρυθρὸν γένηται. ἄλλο. ῥαφάνου φλοιὸν
8. λειώσας μετὰ μέλιτος κατάχριε. ἄλλο. σιδήρη στομώματος
9. λεπίδα ὀξελαίῳ τρίψας ἄλειφε, ἕως οὗ ἐρυθρὸν γένηται.
10. ἄλλο. κριθῶν κεκαυμένων καὶ μυοχόδων ἴσον μετὰ ὄξους κατάχριε.
11. ἁπάντων δὲ τῶν εἰρημένων φαρμάκων, τῶν μὲν
12. θερμοτάτων ὄντων, τῶν δ᾿ ἀσθενεστέραν ἐχόντων τὴν θερμασίαν,
13. δῆλον ὡς τοῖς μὲν ἰσχυροῖς φαρμάκοις ἐπὶ σκληρῶν
14. σωμάτων καὶ τῶν κεχρονισμένων διαθέσεων χρηστέον, τοῖς
15. δ᾿ ἀσθενεστέροις ἐπί τε προσφάτων διαθέσεων καὶ παίδων
16. καὶ γυναικῶν καὶ μαλακωτέρων. κοινὸς ἔστω ὁ τοιόσδε λόγος
17. ἐπὶ πάντων βοηθημάτων. προανατρίβειν χρὴ τὸ πεπονθὸς
1. μέρος ὀθόνῃ μήτ᾿ ἄγαν σκληρῶς, ὡς ἀναδέρεσθαι τὰ σώματα,
2. μήτ᾿ ἄγαν μαλακῶς, ὑπὲρ τοῦ ἐρυθραίνεσθαι
3. συμμέτρως πρὸ τῆς χρήσεως τῶν φαρμάκων. χρὴ δὲ καὶ
4. αὐτὸ τὸ δέρμα ξυρᾷν συνεχῶς· εἰ δέ ποτε ἑλκωθείη τὸ
5. μέρος ὑπὸ τῶν φαρμάκων, ἰᾶσθαι χοιρείῳ στέατι ἢ χηνείῳ
6. ὑπαλείφοντα, ἢ ῥοδίνῳ.

Cliquer un n° de page pour en afficher l’image