7. Πρὸς τὰ τῶν ὤτων πάθη, καὶ πρῶτον
8. πρὸς τὰς ὠταλγίας. Ὤτων πόνοι γίνονται κατὰ ψύχωσιν
9. ὑπὸ ἀνέμων ψυχρῶν, ἢ λουτροῦ ψυχροῦ, καὶ ὑδάτων φαρμακωδῶν
10. εἰσρυέντων, ἢ διὰ φλεγμονὴν, ποτὲ μὲν αὐτοῦ
11. μόνου
ㅤκατὰ τὸν πόρον τοῦ δέρματος, ποτὲ δὲ καὶ
12. διὰ βάθους τοῦ ἀκουστικοῦ πόρου ἢ μέρους φλεγμήναντος καὶ
13. διατείναντος τὰ μόρια, ἔσθ᾿ ὅτε δὲ καὶ διὰ πνεύματος φυσώδους
14. οὐκ ἔχοντας διέξοδον ὀδυνηρὸν γίνεται. ὀδυνῶσι δὲ
15. καὶ οἱ ἐν αὐτοῖς τοῖς ὠσὶ διά τινα πρόφασιν γεννηθέντες
16. ἰχῶρες. τὰς μὲν οὖν ἀπὸ ψύξεως μόνης γινομένας ὀδύνας
17. τὰ θερμαίνοντα θεραπεύει τάχιστα· ἔστι δὲ ταῦτα κρόμμυον
18. ἐλαίῳ ζέσας ἔγχει τοῖς ὠσίν. ἄλλο. πέπερι εὖ μάλα
ㅤ
1. λελειωμένον μετ᾿ ἐλαίου. ἄλλο. νάρδος ἐγχεομένη θερμή.
2. ἄλλο. πήγανον ἐνεψημένον ἐλαίῳ.
3. Πρὸς τὰς ἐκ τῶν ὑδάτων βλάβας τῶν ὤτων. Ἔλαιον
4. ἐγχέων συνεχῶς θερμὸν δι᾿ ἐρίου μαλακοῦ σπόγγιζε, εἶτ᾿ αὖθις
5. ἔγχει. ἄλλο. ὠοῦ τὸ λευκὸν, ᾧ καὶ πρὸς τὰς ὀφθαλμίας
6. χρώμεθα, ἢ γάλα γυναικεῖον χλιάνας χρῶ. ἄλλο. στέαρ
7. χήνειον, ἢ ἀλωπέκειον, ἢ ὀρνίθειον.
8. Πρὸς τὰς ἐν ὠσὶ φλεγμονάς. Νάρδος μετὰ βασιλικοῦ
9. φαρμάκου ἐγχεομένη· εἰ δ᾿ ἀνύποιστος εἴη ὀδύνη, καστόριον
10. γάλακτι γυναικείῳ, ἢ ὠοῦ τὸ λευκὸν χλιάνας χρῶ. ἄλλο.
11. ὄπιον ἐλάχιστον μετὰ ἑψήματος. οὐ χρὴ δὲ ἐνοχλεῖν τῷ
12. πόρῳ κατὰ τὸν καιρὸν τῆς ὀδύνης, ἀλλὰ καὶ διὰ μηλωτίδος
13. περικείμενον ἐχούσης ἔριον μαλακὸν ἐκμάσσειν· καὶ πυριᾷν
14. δὲ σπόγγοις τρυφεροῖς ἐν ὕδατι
ㅤ ἡψημένην ἔχοντι
15. ἀλθαίαν, ἣν καὶ δενδρομαλάχην καλοῦσιν, ἢ πιτύροις ἐλαφροῖς.
16. εἰ δὲ φυσῶδες εἴη τὸ ἀπολειφθὲν, καὶ ἔμφραξις μᾶλλον ἢ
ㅤ
1. πόνος, ἀφρονίτρῳ μετ᾿ ὄξους χρῶ, ἢ δρακοντίου βοτάνης χυλῷ,
2. ἢ κενταυρίου, ἢ πολίου.
3. Περὶ πυρώσεως τῶν ὤτων. Ἐν δὲ ταῖς ἀρχαῖς πυρώδους
4. αἰσθήσεως περὶ τὸν ἀκουστικὸν πόρον γινομένης,
5. χωρὶς σφυγματώδους ὀδύνης, ὄξος μετὰ ῥοδίνου ὠφελεῖν εἴωθεν.
6. Περὶ τῶν ἐν τοῖς ὠσὶ ἑλκῶν. Γλαύκιον μετ᾿ ὄξους
7. ἀποτρίψας ἔγχει. εἰ δὲ ὑγρὰ πάμπολλα φέροιτο χωρὶς
8. πόνων, σκωρίαν σιδήρου ὄξει λειώσας ἐπιμελῶς ἐν
9. ἡλίῳ χρῶ.
10. Πρὸς δυσηκοίας καὶ ἤχους. Ἐπὶ τῶν ἐξαίφνης ἤχων
11. ὄξος μετὰ ναρδίνου ἔγχει. ἄλλο. κύμινον καὶ ἔλαιον ὡς μέλιτος
12. πάχος ποιήσας ἔγχει. ἐπὶ δὲ τῶν ἐκ νόσου ἤχων
13. ἀψινθίου ἀφεψήματι πυρίασας τὸ ὄξος καὶ τὸ ῥόδινον ἔγχει,
14. ἢ ῥαφάνου χυλὸν μετὰ ῥοδίνου, ἢ ἑλλέβορον μέλαν μετ᾿ ὄξους,
15. ἢ ὄξος δριμὺ καθ᾿ ἑαυτὸ χλιαίνων ἔνσταζε, ἢ μέλι καθ᾿
16. ἑαυτὸ, ἢ ὀξύμελι, ἢ ὀξέλαιον. ἄλλο. πράσου χυλὸν μετὰ γάλακτος
17. γυναικείου ἢ ῥοδίνου ἐγχυμάτιζε. ἄλλο. ἀμυγδάλων
ㅤ
1. πικρῶν ἔλαιον μίξας ἐλαίῳ ἔμβαλε εἰς φλοιὸν κρομμύου, καὶ
2. χλιάνας ἔνσταζε. ἄλλο. κρόμμυον καὶ σκόροδον καὶ στέαρ
3. χήνειον ἴσα τρίψας καὶ διηθήσας ἔγχει. ἄλλο. φακοῦ ἀφέψημα
4. μετὰ μέλιτος ἔγχει. ἄλλο. μυρσίνην ἀφηψημένην ἐν
5. οἴνῳ γλυκεῖ ἔνσταζε, ἢ ἐλαίας φύλλα χυλώσας καὶ μέλιτι μίξας
6. συνέψησον καὶ τούτῳ χρῶ. ἄλλο. κρομμύων χυλίσματι
7. μετὰ μέλιτος χρῶ. ἄλλο. κάρδαμον τρίψας ῥοδίνῳ διεὶς
8. χρῶ. ἢ ἔντερα γῆς ἑψήσας τῷ ἰχῶρι ἐγχυμάτιζε.
9. Πρὸς δυσηκοΐας. Χρῶ μὲν περὶ τὰς ἀρχὰς ἀποφλεγματισμῷ
10. διὰ πυρέθρου καὶ μαστίχης, καὶ τὴν γαστέρα
11. ὕπαγε διὰ τῆς κολυκινθίδος καταποτίοις. εἰς αὐτὸ δὲ τὸ οὖς
12.
ㅤχρῶ πυρίᾳ διὰ καλάμου, ἀψίνθιον μετὰ ὕδατος ἑψήσας
13. χρῶ. κλύζε δὲ μετὰ τὴν πυρίαν τὸ οὗς ὄξει λευκῷ καὶ
14. ὕδατι ἴσοις, ἐμβληθέντος νίτρου συμβρασθέντος. ἄλλο. δάφνης
15. φύλλα, ἢ δαφνίδας ὁμοίως ἑψήσας χρῶ.
16. Ἐγχύματα εἰς τὰ ὦτα. Πράσου χυλὸν καὶ ἴρινον
17. μύρον μίξας ἐγχυμάτιζε. ἄλλο. χολὴν βοείαν, ἢ αἰγείαν
ㅤ
1. μετὰ ῥοδίνου μίξας ἔνσταζε. ἄλλο. φλοιοῦ τοῦ ῥαφάνου τὸν
2. χυλὸν σὺν τῷ ῥοδίνῳ λεάνας ἔνσταζε.
3. Πρὸς τοὺς ἐν ὠσὶ σκώληκας. Ἐφ᾿ ὧν δὲ σκώληκές
4. εἰσι, βοείου κρέατος παρωπτημένου τὸν ἰχῶρα λαβὼν ἔνσταζε,
5. ἢ ἀριστολοχίαν λειώσας ἔμπλαττε· ἢ καλαμίνθην
6. ἔνσταζε, ἢ βάτου χυλόν. ὁμοίως δὲ καὶ ἀψινθίου χυλὸν ἔνσταζε.
7. Περὶ παρωτίδων. Αἱ ἐκ νόσων συμβαίνουσαι παρωτίδες
8. διαφέρουσι τῶν ἄλλως γινομένων φλεγμονῶν· διάφορον
9. δὲ καὶ τὴν θεραπείαν ἀπαιτοῦσιν. ἐπὶ μὲν γὰρ τῶν διὰ
10. ῥεύματος ἐπιφορὰν γιγνομένων, εἰ μήτε πολὺ εἴη τὸ ἐπιῤῥέον,
11. μήτε κακόηθες, μήτε πληθωρικοῦ τοῦ ὅλου σώματος
12. ὑπάρχοντος, σπόγγος μόνος ἐπιτεθεὶς ὀξυκράτῳ καταστέλλει
13. τὰς ἀρχομένας φλεγμονάς. ἐπὶ δὲ τῶν παρωτίδων τῶν ἄλλου
14. νοσήματος ἐκγόνων πᾶν τοὐναντίον ἐργαζόμεθα, φαρμάκοις
15. ἑλκτικοῖς χρώμενοι καὶ σικύαν προσφέροντες. βουλόμεθα
16. γὰρ ἐκ τοῦ βάθους ἐπὶ τὸ δέρμα τὸν λυποῦντα χυμὸν ἐπισπάσασθαι.
17. ὅταν μέντοι σφοδρὰν ὁρμὴν ἐξ ἑαυτοῦ ἔχῃ τὸ ἐπιῤῥέον,
ㅤ
1. οὐδὲν ἡμεῖς τηνικαῦτα προσπεριεργαζόμεθα τῇ φύσει.
2. ἐν τούτῳ γὰρ, ἐὰν ἤτοι σικύαν ἢ φάρμακον ἕλκον ἐκ τοῦ
3. βάθους ἐπὶ τὸ δέρμα τοὺς χυμοὺς ἐπενέγκωμεν, ὀδύνη σφοδρὰ
4. καταλαμβάνει τὸν ἄνθρωπον, ὡς δι᾿ αὐτὴν ἀγρυπνίας τε
5. γίνεσθαι καὶ πυρετοὺς ἐπιγίνεσθαι καὶ τὴν δύναμιν καταλύεσθαι.
6. παρηγορεῖν οὖν τηνικαῦτα μᾶλλον, οὐ συμπράττειν
7. τῇ ῥοπῇ τῶν χυμῶν προσήκει, καταπλάσμασι χρωμένους
8. παρηγορητικωτάτοις· ἔστι δὲ τάδε.
9. Πρὸς ἐπωδύνους παρωτίδας. Ἄρτον μετ᾿ ἐλαίου κατάπλασσε.
10. ἄλλο. πύρινον ἄλευρον μετ᾿ ἐλαίου κατάπλασσε.
11. ἄλλο. κρίθινον ἄλευρον μετὰ ἀξουγγίου κατάπλασσε. ἄλλο.
12. ὑοσκύαμον βοτάνην μετὰ βουτύρου κατάπλασσε. ἐὰν δὲ ἐκπυήσωσι,
13. διὰ τομῆς ἐκκρῖναι χρὴ τὸ πῦον, καὶ ἰᾶσθαι τὸ
14. ἕλκος κοινῶς, ἢ πειρᾶσθαι διαφορεῖν αὐτὸ φαρμάκοις ἑλκτικήν
15. τε ἅμα καὶ λεπτομερῆ δύναμιν ἔχουσιν, ἀφαιροῦντας
16. δὶς τῆς ἡμέρας αὐτὰ, καὶ πυριᾷν, μέχρις ἂν ἐνδῶσιν αἱ
17. ὀδύναι. ἔστι δὲ παυσαμένης τῆς ὀδύνης διαφορητικὰ τάδε.
ㅤ
1. ἀρνογλώσσῳ λείῳ μεθ᾿ ἁλῶν κατάπλασσε, ἢ λαπάθου ῥίζης
2. ἡψημένης ἐν οἴνῳ, ἢ θείῳ ἀπύρῳ καὶ κιμωλίᾳ μετ᾿ ὄξους,
3. ἢ σύκων ἐν ἅλμῃ ἡψημένων καὶ ἐπιτιθεμένων λείων, ἢ
4. πράσιον μεθ᾿ ἁλῶν· ἢ ἅλας λεῖον μετὰ βουτύρου οἰσυπηρῷ
5. ἐρίῳ ἐπιθέντος, μάλιστα πρὸς τὰς ἀρχομένας παρωτίδας,
6. καὶ μάλιστα ἐπὶ τῶν ἁπαλοσάρκων· ἐπὶ δὲ τῶν ἀνωδύνων
7. καὶ ἐσκιῤῥωμένων κόπρος αἰγεία μετ᾿ ὄξους καταπλασσομένη.
8. ἐφ᾿ ὧν μέντοι ἐκπυῆσαι ταχέως βουλόμεθα, ἀπαντλήσομεν
9. ὕδατι θερμῷ συνεχῶς καὶ κριθίνοις ἀλεύροις ἀλεύροις καταπλάσομεν.