Pseudo-Galenus. De remediis parabilibus (De rem. parab.) [n° 086 Fichtner] [GalLat]

Περὶ εὐπορίστων
Médicaments faciles à se procurer
Readily Available Remedies (Rem. Parab.)
De remediis parabilibus, 1827, vol. 14, p. 311-581. urn:cts:greekLit:tlg0530.tlg029.verbatim-lat1
Brodersen, 2020 (deu).

De remediis parabilibus, 1.4, ed. Kühn, 1827, vol. 14, p. 336-339. urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1:1.4

10. Περὶ τῶν ἐν τῇ ῥινὶ παθῶν, καὶ πρῶτον
11. ὀζαινῶν καὶ πολυπόδων. Ῥινῶν θεραπεία κοινὴ ὀζαινῶν
12. πολύπων. ξηρᾶναι πρῶτον καὶ ῥῶσαι τὴν κεφαλὴν, ἐπιτιθέντας
13. ἢ τὴν δι᾿ ἰτεῶν, ἢ ἀνεμωνίτην, ἢ τὴν διὰ κοχλιῶν.
14. ἡ δὲ σύνδεσίς ἐστιν ἥδε. ♃ σμύρνης γο. α΄. λιβάνου
15. γο. α΄. κοχλίας ὁλοκλήρους β΄. ὠῶν τὰ λευκὰ β΄. ὁλμοκοπήσας
16. μίξας ἅπαντα κατάχριε, ἐντιθεὶς ὀθόνῃ ἐπὶ ἡμέρας θ΄.
1. καὶ οὕτως τοῖς τοπικοῖς χρῶ. ἕστε δὲ τάδε. καλαμίνθης
2. χυλῷ ἐγχυμάτιζε. ἢ αὐτὴν ξηράνας τὴν καλαμίνθην ἐμφύσα
3. διὰ καλάμου. ἄλλο. βατραχείῳ χυλῷ μετὰ μέλιτος
4. ἐγχυμάτιζε εἰς τὴν ῥῖνα ὕπτιον κατακλίνας καὶ κέλευε ἀνασπᾷν.
5. ἄλλο. ῥοιᾶς χυλὸν ἐν χαλκῷ ἀγγείῳ ἑψήσας, ἔα παχυνθῆναι,
6. εἶτα ἐγχυμάτιζε. ἄλλο. κηκῖδας καὶ σμύρναν ἴσα
7. κόψας προσφύσα.

8. Περὶ πολύπων. ♃ Χαλκάνθου κεκαυμένου λίτρας δ΄.
9. μίλτου γο. α΄. λεάνας ἐμφύσα διὰ καλάμου. ἄλλο. βρυωνίας
10. ῥίζης κεκαυμένης ἐμφύσα. ἄλλο. χαλκάνθου καὶ σανδαράχης
11. ἴσα, λεῖα ἐμφύσα. ἄλλο. κέρατος ἐλαφείου κεκαυμένου καὶ
12. σανδαράχης ἐμφύσα. ἄλλο. μόλυβδον κατακαύσας, καὶ οἴνῳ
13. ἀναλαβὼν κατάχριε. ἄλλο. ῥοιᾶς ὀξείας χυλὸν ἐν χαλκῷ
14. ἀγγείῳ βαλὼν, ἑψήσας, ὡς μέλιτος πάχος ἔχῃ, καὶ διάχριε.
15. ἄλλο. ἀρσενικὸν τρίψας μήλῃ προσάπτου. ἄλλο. ἀρσενικὸν
16. καὶ ἄσβεστον ἴσα λειώσας πρόσαπτε.

17. Περὶ τῆς ἐκ ῥινῶν αἱμοῤῥαγίας. Τοὺς θρόμβους
1. πρότερον ἐκκαθάρας τοῦ στόματος μηλωτῇ ἔριον ἐχούσῃ
2. βεβρεγμένον ὕδατι, οὕτως λύκιον ἀναλύσας, ὕδατι διάβρεχε,
3. καὶ στρεπτὸν ποιήσας δι᾿ ὀθόνης καὶ βρέξας λυκίῳ διασφήνου.
4. ἄλλο. στρεπτὸν καύσας ἐναπόσβεσον χυλῷ πολυγόνου
5. ἢ πράσου καὶ θὲς εἰς τὸν μυκτῆρα. ἄλλο. ὄξος δριμύτατον
6. ζέσας καὶ ἀποβρέξας σπόγγον, διασφήνου τοὺς μυκτῆρας,
7. ἵνα δὲ εὐχερῶς ἔχῃς ἐξέλκειν τὸν σπόγγον, ὅτε βούλει, λίνῳ
8. ἀπόδησον, ὡς ἀπηρτῆσθαι τοῦ μυκτῆρος. ψῦχε δὲ τὸ μέτωπον
9. σπόγγοις καὶ μετέωρον ἔχειν τὴν κεφαλὴν κέλευε.
10. διαδέσμει δὲ χεῖρας καὶ πόδας καὶ ὦτα ἔμφραττε. ἄλλο
11. γύψῳ ἢ πηλῷ κεραμικῷ τὸ μέτωπον κατάχριε. ἄλλο. σικύαν
12. σφοδρὰν ἐὰν μὲν ἀπὸ δεξιοῦ μυκτῆρος φέρηται, τῷ ἥπατι
13. πρόσβαλε, ἐὰν δ᾿ ἀπὸ ἀριστεροῦ τῷ σπληνὶ, ἐὰν δ᾿ ἀπὸ ἀμφοτέρων,
14. εἰς ἑκάτερα πρόσβαλε.

15. Πρὸς τὰς ἀπὸ μυκτήρων αἱμοῤῥαγίας. Πύρινα ἄλευρα
16. χυλῷ πράσου ἀναλαβὼν καὶ στρεπτὸν ποιήσας καὶ χρίσας
17. ἐντίθει τῷ αἱμοῤῥαγοῦντι μυκτῆρι. ἄλλο. στρεπτὸν δι᾿ ὀθόνην
18. ποιήσας συναπόβρεχε ὄξει δριμεῖ καὶ λύχνῳ καύσας ἔμβαλε
1. τῷ μυκτῆρι. ἄλλο. ὀνίδος θερμῆς χυλὸν ἴσῳ ὄξει μίξας
2. καὶ ἐπιβαλὼν πύρινα ἄλευρα, ποίει γλοιῶδες καὶ χρίσας
3. στρεπτὸν ἐπιτίθει. χρῶ δὲ καὶ διαδέσμοις κατά τε τῶν
4. ποδῶν καὶ τῶν χειρῶν καὶ ψῦχε τὴν κεφαλήν. καὶ σικύαις
5. χρῶ κατὰ τῶν ὑποχονδρίων· δεξιοῦ μὲν μυκτῆρος αἱμοῤῥαγοῦντος,
6. ἐπὶ τοῦ ἥπατος σφοδρὰν τίθει τὴν σικύαν· ἐπὶ δὲ
7. ἀριστεροῦ κατὰ τοῦ σπληνός. περὶ δὲ ἀναγωγῆς αἵματος
8. μικρὸν ὕστερον εἴρηται.

9. Περὶ τῆς ἐκ τραυμάτων αἱμοῤῥαγίας. Εἰ δὲ ἐπὶ τραύματος
10. αἱμοῤῥαγία γένηται, λειώσας σμύρναν καὶ λίβανον καὶ
11. ἀναλαβὼν ὠοῦ τῷ λευκῷ ἐπίβαλε, χρώμενος ἐπεικασμῷ πρὸς
12. τετυπωμένον. ἄλλο. βάτραχον καύσας τῇ σποδιᾷ τὸ τραῦμα
13. κατάπλασσε. χρῶ δὲ καὶ ὀξυκράτῳ, ὡς σπόγγους ἐπιτιθεὶς
14. συνεχῶς περὶ τῆς χρήσεως τοῖ ξηροῦ. ἄλλο. ὀνίδα
15. θερμὴν καταπλάσας ἐπιδέσμει. εἰ δὲ ξηρὰ εἴη, ὄξους πρόσβαλε βραχέως.

Cliquer un n° de page pour en afficher l’image