16. Πρὸς τὰ τῶν ὀφθαλμῶν πάθη. Ἅπαντα μὲν
17. τὰ μόρια τοῦ σώματος ἀκριβεστάτων χρῄζει διορισμῶν ἐν
ㅤ
1. ταῖς θεραπείαις, εἰ μέλλοιεν ὄντως ἰαθήσεσθαι. ὀφθαλμοὶ δ᾿
2. ὅσον κυριωτάτην ἔχουσι τὴν χρείαν, καὶ οὐκ ὀλίγον τῶν
3. ἄλλων διαφέρουσιν, ἀκριβεστάτης ἐπισκέψεως δέονται, συχνῶν
4. τῶν περὶ αὐτοὺς παθῶν γιγνομένων, καὶ ἐπὶ ποικίλαις
5. καὶ διαφόροις αἰτίαις συνισταμένων τε καὶ παροξυνομένων.
6. ἀλλ᾿ ὁ μὲν τελειότατος καὶ ἀκριβέστατος περὶ αὐτῶν λόγος ἑτέρας
7. ἐστὶ πραγματείας· ὁ δὲ ἐνεστὼς τῆς προκειμένης πραγματείας
8. στοχαζόμενος διδάσκει τὸ χρήσιμον κατὰ τὸ ἐνδεχόμενον.
9. αἱ τοίνυν περὶ τοὺς ὀφθαλμοὺς διαθέσεις ὁτὲ μὲν μετὰ πυρώσεως
10. συνίστανται, ὁτὲ δὲ μετὰ ψύξεως καὶ ναρκώδους αἰσθήσεως,
11. καὶ ποτὲ μὲν μετὰ φλεγμονῆς, ποτὲ δὲ χωρὶς φλεγμονῆς, καὶ
12. ἔσθ᾿ ὅτε μὲν μετὰ δαψιλοῦς ῥεύματος, ἔσθ᾿ ὅτε δὲ χωρὶς ῥεύματος,
13. καὶ ποτὲ μὲν μετὰ βάρους καὶ ὀδύνης, ποτὲ δὲ καὶ χωρὶς
14. τούτων. τὰς μὲν οὖν μικρὰς καὶ πυρώδεις ταράξεις ἱκανὸν
15. καὶ ὀξύκρατον ἀποκρούσασθαι, ὥσπερ τὰς ἐκ ψύξεως αἱ
16. διὰ σπόγγων ἐξ οἴνου κεκραμένου λευκοῦ πυρίαι· τὰς δὲ ἰσχυρὰς
17. διαθέσεις καὶ σὺν φλεγμονῇ μεγάλῃ καὶ βαρείᾳ, ἐὰν
18. μὲν τὰ κατὰ τὸ μέτωπον ἀγγεῖα πλήρη ᾖ, καὶ διατεταμένα,
ㅤ
1. καὶ αὐτόθεν ἐμφαίνει τὸ πλῆθος τοῦ αἵματος, φλεβοτομία
2. μὲν ἐν ἀρχῇ, εἰ μή τι κωλύει· τὰς δ᾿ ἐφ᾿ ἑτέρας
3. γιγνομένας καὶ παροξυνομένας διὰ ἔμφραξιν ἡ διὰ τῆς κάτω
4. γαστρὸς κάθαρσις· χρῆσθαι δὲ δεῖ τοῖς ἐγχύτοις τήξεως
5. χυλῷ μάλα καλῶς κατεσκευασμένῳ. καλῶς δ᾿ ἂν γένοιτο,
6. εἰ πλυθείη ἡ τῆλις ἐπιμελῶς ὕδατι γλυκεῖ, ἑψηθεῖσά τε ἐπ᾿
7. ὀλίγον, ὡς ἅπαν τὸ ἐν αὐτῇ δριμὺ ἀποθέσθαι, εἶτ᾿ αὖθις
8. ἑτέρῳ ὕδατι ἑψηθεῖσα ἀποχυθέντος τοῦ προτέρου. χρήσιμον
9. δὲ καὶ τοῦ ὠοῦ τὸ λευκὸν καὶ λεπτὸν, συνεχῶς ἐγχεόμενον,
10. καὶ γάλα γυναικεῖον ἐκ τῶν μαζῶν αὐτῶν ἐκθλιβόμενον
11. τοῖς ὀφθαλμοῖς. ἔστω δὲ εὔχυμον τὸ γάλα. παρηγορεῖν δὲ
12. καὶ καταπλάσμασι κούφοις τὰς φλεγμονὰς διά τε ὠοῦ λεπτοῦ
13. καὶ λεκίθου καὶ μελιλώτου καὶ ἄρτου καὶ ῥοδίνου. εἰ δὲ
14. καὶ κολλυρίων εὐπορία ἐπιτηδείων, ἃ διὰ τῆς μακρᾶς πείρας
15. σχεδὸν πᾶσίν ἐστι γνώριμα, ἄλλων ἄλλοις συνειθισμένων
16. χρῆσθαι, καὶ τούτοις μετὰ τοῦ λεπτοτάτου ὠοῦ, κούφως δὲ
17. καὶ ἀθλίπτως φέρειν· καὶ τὰς ἐμφερομένας τοῖς ὀφθαλμοῖς
18. λήμας σπόγγῳ ἁπαλῷ δι᾿ ὕδατος θερμοῦ ἀφαιρεῖν, καὶ λεπτοτάτῃ
ㅤ
1. διαίτῃ χρῆσθαι. εἰ δ᾿ ἄμετρον εἴη τὸ τῆς κεφαλῆς
2. βάρος, ἀφαιρεῖν τε τὰς κόμας καὶ σικύᾳ χρῆσθαι πατὰ
3. τοῦ ἰνίου μετ᾿ ἐγχαράξεως, συχνὸν τοῦ αἵματος ἀποσχέοντας.
4. ἀτμῶν δὲ πεπληρωκότων τὴν κεφαλὴν καὶ φλέγματος ὄντος
5. τοῦ ἐμφράττοντος τὰς διεξόδους τῶν πόρων, πταρμικοῖς τε
6. τοῖς ἐπιεικεστέροις, καὶ δι᾿ ἀποφλεγματισμῶν κενώσομεν
7.
ㅤκαὶ διαλύσομεν τὴν σφήνωσιν, πταρμικῷ μὲν πεπέρι λείῳ χρώμενοι,
8. κελεύοντες τοῖς μυκτῆρσιν ἀνέλκειν τοὺς πεπονθότας,
9. ἀποφλεγματισμοῖς δὲ τοῖς διὰ νάπυος λειουμένου εὖ μάλα
10. τοῦ νάπυος, καὶ προσλαμβάνοντος ὄξους λευκοῦ συμμέτρου,
11. καὶ μέλιτος καὶ ὕδατος, ὅπως ὑγρὸν γενόμενον διακρατείητο
12. καὶ ἀναγαργαρίζοιτο· ῥᾳδίως γὰρ δύνανται ὄντως καὶ αὐτῶν
13. διὰ τῶν μυκτήρων καὶ τοῦ οὐρανίσκου τῆς κενώσεως δαψιλοῦς
14. γενομένης, τὰς περὶ τὴν κεφαλὴν σφηνώσεις διαλυθῆναι.
15. ὅτι δὲ τὸ προηγούμενον καὶ οἷον κεφάλαιον τῆς θεραπείας
16. οὐκ ἐπὶ ὀφθαλμιώντων μόνον, ἀλλὰ καὶ ἐπὶ πάντων σχεδὸν
17. τῶν ἄλλων παθῶν, ἐν τῇ ἀκριβείᾳ μάλιστα τῆς διαίτης κεῖται,
18. οὐδένα οἶμαι τοῦτο ἀγνοεῖν. χρώμεθα δὲ πρὸς τὰς θερινὰς
ㅤ
1. ὀφθαλμίας καὶ ῥόδων ἀφεψήματι ξηρῶν, τούτῳ συνεχῶς
2. ἀποσπογγίζοντες τὰ βλέφαρα.
3. Πρὸς τὰς ἐκ χρόνων ὀφθαλμίας. Πυρῆνα μήλης καθέντες
4. εἰς σκόροδον, ὡς χρωσθῆναι τῷ χυλῷ ἐγχρίομεν.
5. ἄλλο. πυροὺς ἐπὶ διαπύρων σιδήρων ὀπτήσαντες σὺν οἴνῳ
6. καταχρίομεν τὰ βλέφαρα. ἄλλο. χάλκανθον λειώσαντες ἐν
7. μέλιτι, χρίομεν τὸ μέτωπον καὶ τὰ βλέφαρα.
8. Ἀρχιγένους ἐκλογαὶ ἐκ τῶν συνθέτων περὶ τῶν εἰς
9. τοὺς ὀφθαλμοὺς ῥευμάτων. Ἐπὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς
10. ῥευματισμῶν ἐν ἀρχῇ μὲν ἁρμόζει ὀλιγοσιτία καὶ ὑδροποσία
11. καὶ πάντων μᾶλλον συνουσίας ἀποχὴ, καὶ ἡ κοιλία ὑποσυρέσθω,
12. καὶ πολὺ ψυχρὸν τὸ ποτὸν, εἶτα καὶ ὀλίγου ὄξους
13. ὕδατι μιγέντος, συνεχῶς τὸ πρόσωπον προσκλυζέσθωσαν.
14. ἔνιοι δὲ χάλκανθον ὕδατι δεύοντες διδόασι προσκλύζεσθαι.
15. περικαμπτέσθωσαν ὀσμὰς δριμείας, κονιορτοὺς, καπνόν τε
16. καὶ τὴν ἀφ᾿ ἡλίου καὶ τὴν ἀπὸ λύχνου αὐγήν. εἰς νύκτα
17. δὲ ἔρια καθαρὰ ἐξ οἴνου, ἢ ῥυπαρὰ ἔξ ὕδατος ψυχροῦ ἐπιτιθέσθωσαν,
18. ἕωθεν δὲ, ὡς εἵρηται, προκλυζέσθωσαν. εἰ δ᾿
ㅤ
1. ἐπιτείνοιτο ὁ ῥευματισμὸς καὶ ἀλγηδὼν ἐπιγένηται, φλεβοτομία
2. τε ἁρμόζει, καὶ τελέως ἀσιτία καὶ δίψα, εἰ μὴ ἐκκενοῖτο
3. καὶ ἐπιτείνοιτο· κοιλίας εὔτονος λύσις, ἤτοι διὰ συμφώνου
4. καθαρτικοῦ, ἢ διὰ κλυστήρων εὐτόνων. μετὰ ταῦτα δὲ
5. κατὰ τοῦ μετώπου ἀμπέλου φύλλα χλωρὰ συνεχῶς ἐπιτιθέμενα
6. ὠφελεῖ, ἢ μυρσίνης, ἢ σχίνου, ἢ βάτου χύλισμα, ἢ
7. κράμβης, ἢ ἀμπέλου φύλλα μετὰ λεπτοῦ ἀλφίτου, ἢ σαμψύχου,
8. ἢ ἀειζώου, ἢ ἀνδράχνης, ἢ κυδωνίων. τὰ δ᾿ ἁπαλὰ φύλλα ἕκαστα
9. αὐτῶν μετ᾿ οἴνου, καὶ τοῦ λεπτοῦ τῶν ἀλφίτων ἐπὶ τοῦ
10. μετώπου καταπλασσόμενα. κατ᾿ αὐτῶν δὲ τῶν ὀφθαλμῶν
11. καθαρὸν ἔριον ὠοῦ τῷ λευκῷ διαβρέχων, καὶ ὠοῦ λέκυθον
12. ἐφθὴν μετ᾿ οἴνου, καὶ τοῦ λεπτοῦ τῶν ἀλφίτων ἐπὶ τὸ μέτωπον
13. ἐπιπλαττόμενα, ἢ καὶ ἐπ᾿ αὐτοὺς ἐπιτιθέμενα τοὺς
14. ὀφθαλμοὺς, καὶ ἠρυγγίου ῥίζαν λείαν μεθ᾿ ὕδατος, καὶ κωνείου
15. σπέρμα τὸν αὐτὸν κατασκευαζόμενα τρόπον ὠφελεῖ.
16. καὶ τυρὸς ἁπαλὸς νεαλὴς μετὰ σελίνου φύλλων καταπλασσόμενος,
17. καὶ ἄρτος ἐξ οἴνου, ἢ ῥοδίνου φυραθεὶς ὠφελεῖ θαυμαστῶς.
18. καὶ καθόλου πᾶν τὸ τῶν στυφόντων γένος καὶ
ㅤ
1. ἀποκρουομένων ἐν ἀρχαῖς, ὅσα ἐστὶ κώνειόν τε καὶ ψύλλιον,
2. σέλινον, στρύχνον καὶ οἱ ἐπὶ τῶν τελμάτων φακοὶ, ἕρπυλλον,
3. σάμψυχον, φύλλα ἀμπέλου, κόριον, ἀνδράχνη, φακὸς
4. ὁ ἐπὶ τοῦ ὕδατος. τούτων ἕκαστον λεαίνων μετ᾿ οἴνου κατάπλασσε.
5. τὸ δὲ ψύλλιον μεθ᾿ ὕδατος καὶ τὸν ἀπὸ τῶν τελμάτων φακὸν.
6. Πρὸς θερμὰ ῥεύματα. Κράμβη λεῖα μετ᾿ ἀλφίτου
7. λείου σὺν ὕδατι καταπλασθεῖσα· καὶ ὠκίμου φύλλα ὁμοίως,
8. ἢ σαμψύχου πέταλα λεῖα κατάπλασσε. ἵστησι δὲ πολὺ ῥεῦμα,
9. κωδεία καὶ ὑοσκύαμος μετὰ ἀλφίτου λεπτοῦ σὺν οἴνῳ,
10. προπυρία δὲ καὶ
ㅤοὕτως κατάπλασσε. εἰ δὲ διάτασις εἴη
11. τῶν δύο βλεφάρων, ὀθόνην βουτύρῳ βρέξας ἐπιτίθει τοῖς
12. ὀφθαλμοῖς, ἐφ᾿ ὧν δὲ χύμωσις ἰσχυρὰ γέγονε, καλεῖται. δὲ
13. χύμωσις ἡ ἐπὶ τῷ κερατοειδεῖ ἐρυθρὰ καὶ σαρκώδης φλεγμονὴ,
14. σάρκας μυῶν ἐπιμελῶς λεάνας, καὶ προσβαλὼν ὠοῦ
15. λέκυθον, ὠμὴν συλλείου, καὶ ὅταν κερατοειδὲς γένηται, εἰς
16. ὀθόνην ἐμπλάσας ἐπιτίθει, καὶ παραχρῆμα παύει.
1. Περίχρισμα ὀφθαλμῶν. Ἄρτος καθαρὸς κεκαυμένος,
2. μιγεὶς ἀκακίᾳ καὶ κυτίνῳ σὺν ὕδατι.
3.
ㅤΠρὸς τὰς περιωδυνίας. Ῥόδα ξηρὰ ἢ χλωρὰ ἐν
4. γλυκεῖ βρέξας ὕδατι λέαινε, μίξας ὠοῦ λευκοῦ λέκιθον καὶ
5. κρόκου τὸ ἀρκοῦν κατάπλασσε· ἢ κρίθινα ἄλευρα ἐν γλυκεῖ
6. ἡψημένα. ἐὰν δὲ μείζων εἴη ἡ ὀδύνη, πρόσμισγε ὑοσκυάμου
7. φύλλα, ἢ πέπονος, ἢ σικύου τὴν σάρκα μετ᾿ ὠοῦ ὀπτοῦ ἢ
8. λεκίθου, καὶ ὀλίγου οἴνου, κατάπλασσε.
9. Κατάπλασμα ὀφθαλμῶν. Καλῶς ποιεῖ πίτυος φλοιὸς
10. καὶ ἄλφιτα σὺν οἴνῳ.
11. Πρὸς σφοδρὰς περιωδυνίας. Κορίου χυλὸν μετὰ γυναικείου
12. γάλακτος εἰς τοὺς κανθοὺς ἔνσταζε, ἢ φύλλα πλατάνου
13. λεῖα μετὰ τῶν λεπτῶν ἀλφίτων, ἄνωθεν ἐπὶ τοὺς
14. ὀφθαλμοὺς ἐμπλαττόμενα.
15. Ἐπὶ τῶν ῥευμάτων καταπλάσματα. Κυπάρισσος
16. χλωρὰ ἢ βράθυ χλωρὸν μετ᾿ οἴνου· ἢ παλιούρου φύλλα, ἢ
17. ἀνδράχνη λεία μετὰ στέατος χηνείου καὶ κρόκου, ἢ ἴρις
ㅤ
1. ξηρὰ μετὰ μέλιτος, ἢ σελίνου φύλλα μετὰ ἀλφίτων. ἐπὶ δὲ
2. τῶν μεγάλων ῥευμάτων γλήχωνος προσφάτου καρπὸν, καὶ
3. μάλιστα χυλὸν σὺν ὄξει, μαλαγματῶδες ποιήσας ἐπιτίθει
4. κατὰ τοῦ βρέγματος, καὶ ἐπάνω ἔρια, καὶ ἐπιδέσμει ἐλαφρῶς·
5. ἢ ῥόδα καὶ μελίλωτα ἑφθὰ μετὰ ἀμύλου αὐτοὺς τοὺς
6. ὀφθαλμοὺς κατάπλασον, ἢ ἄμυλον σὺν οἴνῳ λευκῷ, ἢ ὠοῦ λευκῷ.
7. Ἀνακολλήματα πρὸς ῥεύματα. Κοχλίαν μετὰ τοῦ
8. ὀστράκου κόψας, ἀπὸ τοῦ κροτάφου ἐπὶ τὸν κρόταφον κατάχριε.
9. Πρὸς τὰς αἱμάλωπας καὶ ὑποσφάγματα. Πρὸς τὰς
10. περὶ τοὺς ὀφθαλμοὺς γινομένας πληγὰς καὶ διὰ τοῦτο συμβαινούσας
11. αἱματώδεις ὑποχύσεις, εὐθέως ἐν ἀρχῇ πρὸς τὰς
12. φλεγμονὰς καὶ τὸ ἄλγημα, ποιεῖ περιστερᾶς ἐνσταζόμενον
13. αἷμα, καὶ μάλιστα τὸ ἐκ τῶν ἁπαλῶν πτερῶν ἐκπιεζόμενον,
14. καὶ τὸ λευκὸν τοῦ ὠοῦ, τὸν αὐτὸν τρόπον εἰς τὸν ὀφθαλμὸν
15. ἐγχεόμενον, ἔτι δὲ ἐρίῳ καθαρῷ προσαναλαμβανόμενον,
16. καὶ ἄνωθεν ἐπιτιθέμενον. εὐθετεῖ δὲ καὶ λέκιθος ὠοῦ κατωπτημένη,
17. καὶ μετὰ οἴνου καταπλασσομένη. ἔτι δὲ ῥόδων τὰ
ㅤ
1. φύλλα καὶ τὸ ἄνθος ἰδίᾳ, καὶ μετ᾿ οἴνου ὁμοῦ τριβόμενα,
2. καὶ μετὰ χνοώδους ἀλφίτου καταπλασσόμενα.
3. Πρὸς τὰ γινόμενα περὶ τοὺς ὀφθαλμοὺς οἰδήματα διὰ
4. πληγάς. Λίαν ἁρμόττει πυρία ἐξ ὀξυκράτου μαλακῷ σπόγγῳ
5. συνεχῶς γινομένη, εἶτ᾿ ὄξει βρεχόμενος καὶ κεκραμένος καινὸς
6. σπόγγος, καὶ ἐπιτιθέμενος.
7. Πρὸς τοὺς ὀφθαλμοὺς διὰ τὸν ἥλιον καὶ κονιορτὸν
8. ψωροφθαλμιῶντας. Ὕδωρ πλεῖον προσκλυζόμενον, θέρους
9. ψυχρὸν, χειμῶνος θερμὸν, καὶ πυρία διὰ σπόγγων ἁρμόζει
10. ἐκ φακῶν ἀφεψήματος. καὶ αὐτοῖς δὲ προσάγειν τοῖς κανθοῖς,
11. ἢ βάτου, ἢ ῥόδων χυλὸν κατ᾿ ἰδίαν ἑκάστου σὺν
12. ὕδατι· ἢ ῥόδα ξηρὰ
ㅤτριβόμενα σὺν οἴνῳ. χριέσθωσαν
13. δὲ καὶ ἐλαίῳ παλαιῷ καθεύδοντες, ἀπεχέσθωσαν δὲ
14. πάντων τῶν δριμέων καὶ ὀξέων.
15. Πρὸς τὰς χρονίας περὶ τὰ βλέφαρα διαθέσεις καὶ τετυλωμένας.
16. Ἀμόργην ἑφθὴν καὶ μετὰ ἐλαίου λειοτριβουμένην ἔγχριε.
17. Πρὸς πτίλους καὶ τρίχας μὴ ἔχοντας, ἄκρως ποιεῖ,
ㅤ
1. καὶ τρίχας ἀνάγει. Μυόχοδα καὶ κόπρους τράγου ἴσα κεκαυμένα
2. καλάμου Ἑλληνικοῦ διπλοῦν σὺν μέλιτι ἐγχριόμενα.
3. τοῦτο καὶ ἀλφοὺς ὠφελεῖ.
4. Πρὸς τὰς ἐπιφυομένας ἐν τοῖς βλεφάροις τρίχας.
5. Προεκτίλας τὰς τρίχας ἐκ ῥιζῶν αἵματι κόρεως κατάχριε, καὶ
6. οὐ μὴ φυήσονται· ἢ κρότωνος ἀπὸ κυνὸς αἵματι ἄκρως
7. ποιεῖ. χρῶ δὲ ἐκ ῥιζῶν τίλλων τρίχας, ἢ χολῇ τραγείᾳ,
8. τίλλων εὐθέως κατάχριε· ἢ αἰγείᾳ χολῇ μετὰ χυλοῦ κράμβης.
9. Πρὸς λευκώματα. Ταχέως ἰᾶται νίτρον μετ᾿ ἐλαίου
10. παλαιοῦ λεανθὲν ἐπιμελῶς καὶ ἐπιχριόμενον· ἢ σαύρας
11. ἀφόδευμα ἔγχριε· ἢ νυκτικόρακος ὠὸν ἔγχριε, καὶ βάψεις αὐτούς.
12. Πρὸς ἀμαύρωσιν ὀφθαλμῶν. Ἀμαύρωσιν πᾶσαν καὶ
13. ἀρχομένην ὑπόχυσιν θεραπεύει γυπὸς χολὴ μετὰ πρασίου
14. χυλοῦ καὶ μέλιτος Ἀττικοῦ· εἰ δὲ μὴ παρείη καὶ τῷ ἁπαλῷ
15. χρῆσθαι μέλιτι. ἔστω δὲ ὅ τε χυλὸς τοῦ πρασίου, καὶ τὸ μέλι
16. ἑκάστου διπλάσιον τῆς χολῆς· ἢ μαράθρου χυλὸν καὶ χολὴν
ㅤ
1. ταυρείαν ὑγρὰν ἴσα, μετὰ διπλασίονος μέλιτος ἔγχριε· ἢ
2. χολὴ ἀρκεία μετὰ ὕδατος διπλασίου.
3. Πρὸς πτερύγια. Αἰγείρου ὀπῷ μετὰ μέλιτος διπλοῦ ἔγχριε.
4. Πρὸς νυκτάλωπας. Ἧπαρ τράγειον ὀπτήσας, τὸν
5. ἐν τῇ ὀπτήσει ἀποῤῥέοντα τὸν ἰχῶρα συναγαγὼν ἔγχριε, καὶ
6. αὐτὸ τὸ ἧπαρ δίδου ἐσθίειν. ὠφελεῖ καὶ αἷμα περιστερᾶς
7. ἐγχριόμενον, καὶ χολὴ αἰγεία· ἢ ἧπαρ αἰγὸς ἐνέψων κέλευε
8. αὐτοὺς περικαλυψαμένους ἀτενίζειν εἰς τὴν χύτραν, καὶ
9. δέχεσθαι τὴν ἀμίδα τοῖς ὀφθαλμοῖς· ἢ ὀνίδα πρόσφατον
10. χυλώσας ὑπάλειφε.
11. Πρὸς τὰς ἐπιγενομένας ἐπὶ τῶν ὀφθαλμῶν κριθάς.
12. Κηρῷ λευκῷ πυρία· ἢ μυιῶν τὴν κεφαλὴν ἀποβαλὼν, τῷ
13. λοιπῷ σώματι παράτριβε τὴν κριθήν.
14. Πρὸς ὑπώπια. Ὑπώπια παραχρῆμα καταπλασσομένη
15. ἡ ῥάφανος λεῖα αἴρει· αἴρει δὲ αὐτὴν ὅταν ἄρξηται
16. δάκνειν· ὁ τυρὸς νεαλὴς καταπλασσόμενος· ἢ κηρωτὴ μετὰ
ㅤ
1. ἀψινθίου, ἢ χυλῷ ῥαφάνου ἀναλειφθεῖσα· ἄκρως ποιεῖ πρὸς
2. τὰ πρόσφατα καὶ πέλια τῶν ὑπωπίων σπόγγος ἐν ἅλμῃ
3. ἀποβαπτόμενος καὶ συνεχῶς προστιθέμενος. μετὰ τοῦτο δὲ
4. πυρία συνεχὴς διὰ ὕδατος θερμοῦ. ταῦτα πρὸς τὰ πέλια
5. τῶν ὑπωπίων· ἐφ᾿ ὧν δὲ αἱματώδη εἰσὶν, ἢ ὑπόξανθα, ἢ
6. ὕπωχρα, φεύγειν χρὴ τὴν ἅλμην, καταπλάσσειν δὲ βατίνῳ,
7. ἢ ἀψινθίῳ, ἢ ὑσσώπῳ καὶ ὀριγάνῳ, ἢ ῥαφάνου φλοιῷ, ἢ
8. σταφίδι χωρὶς τῶν γιγάρτων· κατ᾿ ἰδίαν ἕκαστον μετὰ μέλιτος,
9. ἢ ὄξους, ἢ ὕδατος ἀνέφθου καὶ λευκὸς βολβὸς μετ᾿
10. ὠοῦ καὶ μέλιτος, ἢ κυκλάμινος μετὰ σταφίδος. ἐπὶ δὲ τῶν
11. κεχρονισμένων καὶ μεμελανωμένων νᾶπυ μετὰ στέατος προβατείου
12. διπλασίονος· ἢ κυάμινον ἄλευρον μετὰ μέλιτος φυραθὲν,
13. καὶ μασηθὲν, καὶ σὺν σιέλῳ καταχρισθέν· ἢ κύμινον
14. ῥάκει ἐνδήσας,
ㅤκαὶ εἰς ζεστὸν ἀποβάπτων
15. πυρίαζε. ἢ κρίθινον ἄλευρον μετ᾿ ὀξυμέλιτος ἑψημένον· μαράθρῳ
16. λείῳ μετὰ κηρωτῆς.
17. Πρὸς ὑπώπια μετὰ οἰδήματος. Σπόγγον ὄξει καταβρέξας
18. ἐπιτίθει, καὶ κατάπλασσε ἀλεύρῳ κριθίνῳ μετ᾿ ὀξυμέλιτος
ㅤ
1. ἡψημένου μέχρι καταστολῆς, καὶ ὕστερον ἐπιτίθει
2. φακὸν ἑφθὸν λεῖον μετὰ μέλιτος.
3. Πρὸς ὑπώπια πρόσφατα. Κώνειον λεῖον μετὰ ὕδατος
4. κατάπλασσε, ἢ βρυωνίας ῥίζαν τρίψας, μετ᾿ οἰνομέλιτος ἐπιτίθει.