5.
ㅤΠερὶ τῶν κατὰ τὸ πρόσωπον παθῶν, καὶ
6. πρῶτον περὶ ἰόνθων. Ὄγκος μικρὸς καὶ σκληρὸς ἐν τῷ κατὰ
7. τὸ πρόσωπον δέρματι καλούμενος ἴονθος γίνεται. διαφέρει δὲ
8. τῶν συκωδῶν ὄγκων ἐπὶ τοῦ γενείου γιγνομένων τῷ μὴ
9. μόνον παχὺν εἶναι τὸν ἐργαζόμενον χυμὸν, ἀλλὰ καὶ λεπτότητος
10. ἰχωρώδους μετέχειν, δι᾿ ἣν καὶ ταχέως ἑλκοῦται, μὴ
11. θεραπευόμενος ὡς προσήκει.
12. Πρὸς ἰόνθους τοὺς ἐν τοῖς προσώποις. Ὄξους δριμυτάτου
13. μετὰ ἴσου μέλιτος μίξας ἐπιμελῶς ἐπίχριε, τῷ
14. δακτύλῳ διατρίβων. ἄλλο. ἀμύγδαλα πικρὰ ὄξει διαλύσας καὶ
15. τρίψας ἐπιμελῶς ἀνάπλασσε τροχίσκους, καὶ ξήραινε ἐν
16. σκιᾷ. ἐπὶ δὲ τῆς χρήσεως ὄξει διαλύων ἐπίχριε, ὅταν δὲ
17. ξηρανθῇ, σαπῶνι ἀπόσμηχε. ποίει τοῦτο πρὸς τὰς ὀχθώδεις
ㅤ
1. διαθέσεις, καὶ τοὺς ἐπὶ προσώπου κνησμοὺς καὶ τὴν ἀρχὴν ἐλεφαντιάσεως.
2. Πρὸς τὰς ἐπὶ γενείου συκώδεις ἐπαναστάσεις. Ἅλας
3. ὀρυκτοὺς μετ᾿ ὄξους κατάπλασσε, ἢ λεπίδος χαλκοῦ καὶ χαλκάνθου,
4. ἢ κόλλαν τεκτονικὴν μετὰ μίλτεως κατάχριε.
5. Πρὸς τοὺς ἐπὶ τοῦ γενείου λειχῆνας. Πυροὺς πολλοὺς
6. λαβὼν ἐπιτίθει ἐπὶ ἄκμονος, εἶτα πλάτυσμα χαλκοῦ
7. πυρώσας ἐπιτίθει τοῖς πυροῖς, καὶ τὸ ἀνιέμενον ἐξ αὐτῶν
8. ὑγρὸν ἔτι θερμὸν ἐπίχριε.
9. Πρὸς χρονίους λειχῆνας. Καππάρεως φύλλα τρίψας
10. μετ᾿ ὄξους δριμυτάτου μετὰ ἴσου μέλιτος ἐπιτίθει. ἄλλο. λαπάθου
11. φλοιὸν τῆς ῥίζης μετὰ ὄξους λειώσας, κατάπλασσε
12. προεκνιτρώσας. ἄλλο. χαμαιλέοντος ῥίζαν ἐν ὄξει ἑψήσας
13. καὶ τρίψας κατάπλασσε. ἄλλο. λαπάθου ῥίζαν λεάνας καὶ
14. κρίθινα ἄλευρα μετὰ ὄξους δριμυτάτου κατάπλασσε.
15. Πρὸς ψωρώδεις λειχῆνας. Ἀμύγδαλα πικρὰ λειώσας
16. κατάχριε συνεχῶς.
1. Πρὸς λειχῆνα. Τηλέφιον καὶ σκόροδον καὶ ὄξος
2. δριμὺ λειώσας, προτρίψας ἐρίῳ ἢ ῥάκει, τὸν λειχῆνα περίχριε.
3. Πρὸς τὰ ἐπὶ τῶν γενείων ἐξανθήματα. Σίδηρον πεπυρακτωμένον
4. ἐπίβαλε ξύλῳ καλουμένῳ παλιούρῳ, καὶ τὸ
5. ἐπιγιγνόμενον ὑγρὸν λαβὼν κατάχριε. ἄλλο. μύρτα λειώσας
6. σὺν οἴνῳ κατάχριε.