7.
ㅤΠρὸς τὰ ἐν τοῖς ὀδοῦσι πάθη καὶ
8. πρῶτον πρὸς ἀλγήματα. Ἀλγοῦντες ὀδόντες διακλυζέσθωσαν
9. ὄξει θερμῷ μετὰ κηκίδων, ἢ δαδίοις λιπαροῖς ἀνεζεσμένοις
10. ἐν ὄξει, ἢ ὑοσκυάμου τῷ σπέρματι καὶ τοῖς φλοιοῖς
11. σὺν ὄξει, ἢ κεδρείᾳ, ἢ προπόλει, ἢ στρύχνῳ, ἢ καππάρει,
12. ἢ σκορόδοις, ἢ μυρσίνης κλωνίοις μετ᾿ ὄξους ἀνεζεσμένοις,
13. ἢ οἴνου τρυγὶ θερμῇ, ἢ πολίου φλοιῷ, ἢ καὶ αὐτῇ τῇ βοτάνῃ,
14. ἢ πρασίῳ, ἕκαστον αὐτῶν ὠφελεῖ σὺν ὄξει. ἢ πλατάνου
15. σφαιρία, ἢ ῥόδα ξηρὰ ἕψει ἐν οἴνῳ λευκῷ μέχρι τὸ
16. τρίτον ἀπολειφθῇ, καὶ συνεχῶς δίδου διακλύζεσθαι. ὁμοίως
17. δὲ καὶ εὐπατορίου ῥίζα καθεψηθεῖσα ἐν οἴνῳ, ἢ γλήχων
ㅤ
1. βοηθεῖ. ἢ κέρας ἐλάφειον ἐν ὀξυγάρῳ ἑψήσας ἐπὶ πολὺ
2. διακλύζου. ἢ σκίλλης τὸ ἐντὸς εἰς λεπτὰ τεμὼν ἐπὶ τὸν ξέστην
3. τοῦ ὄξους βαλὼν εἰς ἄγγος ταρίχευσον ἐν ὀνίδι κατορύξας
4. ἐφ᾿ ἡμέρας λ΄. καὶ χρῶ διακλύσματι. ἢ ὀνείῳ γάλακτι
5. διακλλύζου, τοῦτο καὶ τοὺς κινουμένους ὀδόντας στερεοῖ. ἢ
6. τιθυμάλλου ῥίζαν ἐν ὀξυμέλιτι ἑψήσας μέχρι τὸ ἥμισυ λειφθῇ,
7. ἢ ὑοσκυάμου ῥίζαν ἐν ὀξυμέλιτι ἑψήσας διακλύζου. ἢ συκαμίνου
8. γάλα εἰς οἶνον ἐγχέας ἐναπόθλιβέ τε καὶ χλιάνας
9. διακλύζου. ἄλλο. σκορόδου καὶ εὐζώμου σπέρματος, καὶ νίτρου
10. ἀφεψήματι διακλύζου.
11. Περὶ πυρίας πρὸς ὀδονταλγίαν. Πυρίαν δὲ ποιοῦσι
12. πρὸς ὀδονταλγίαν ἔξωθεν μὲν αἱ δι᾿ ἁλῶν πεφρυγμένων, ἢ
13. κέγχρων εἰς μαρσύππιον βεβλημένων, ἢ καὶ διὰ ῥυπαρῶν
14. ῥακίδων εὖ μάλα θερμανθέντων. καὶ αὐτοῦ δὲ τοῦ ἀλγοῦντος
15. ὀδόντος πυρίᾳ οὕτως χρηστέον. ὀριγάνου ξηροῦ κλωνίον
16. εἰς ζεστὸν ἔλαιον βάπτων, τῷ πονοῦντι ὀδόντι ἄνωθεν
17. ἐπέρειδε. ἢ κίκεως καυλὸν ὁμοῦ καὶ κηρὸν ἐπιτίθει τῷ ἀλγοῦντι
ㅤ
1. ὀδόντι. ἢ πυρῆνι μήλης θερμοτάτῳ προσάπτου συνεχῶς.
2. χρῶ δὲ καθόλου ταῖς πυρίαις ταῖς τε ἔξωθεν καὶ
3. ἔσωθεν, ἢ πρὸ τροφῆς, ἢ πολὺ λίαν ἀποστησάντων ἀπὸ τροφῆς.
4. Ἀποφλεγματισμοὶ ὀδόντων. Ἀποφλεγματισμοὶ ἄριστοι
5. τοῖς ὀδονταλγοῦσιν, σταφὶς ἀγρία διαμασηθεῖσα ἰδίᾳ
6. καὶ μετὰ γλήχωνος· ἢ κηκίδος τὸ ἔνδοθεν μέλαν δακνέτω
7. τῷ ἀλγοῦντι ὀδόντι, καὶ ἐάτω ἀποῤῥεῖν. ἢ σκορόδων πυρῆνας
8. ε΄. καὶ μυρσίνης μελαίνης φύλλα ὀλίγα ἕψει σὺν ὄξει,
9. σπάθῃ κινῶν δαδίνῃ μέχρι ἡμίσεος, καὶ δίδου διακλύζεσθαι
10. καὶ διακρατεῖν, εἶτα χήναντες ἐάτωσαν ῥεῖν τὸ φλέγμα, καὶ
11. μετὰ τοῦτο ῥοδίνῳ διακλυζέσθωσαν.
12. Ἔγχυτον εἰς τὰς ῥῖνας πρὸς ὀδονταλγίαν. Σεύτλου
13. ῥίζης τὸν χυλὸν αὐτὸν καθ᾿ ἑαυτὸν ἔγχεε εἰς τὰς ῥῖνας, καὶ
14. λύσεις τοὺς πόνους τῶν ὀδόντων.
15. Πρὸς ὀδόντας μεμελασμένους. Ἅλας ὀρυκτὸν μέλιτι
16. φυράσας, ὄπτησον ἐπὶ κληματίδων; καὶ τρίψας μίξον σμύρνης
17. βραχὺ καὶ χρῶ ἀποτρίβων τοὺς ὀδόντας.
ㅤ
1. Διάκλυσμα ὀδόντων. Διακλύσματι δὲ χρῶ ἀπὸ τούτων
2. οἴνῳ εὐώδει, ἐν ᾧ ἀφέψηται ἡ ἶρις ξηρά.
3.
ㅤΟὔλων διάκλυσμα. Ὄξος, ἐναφηψημένης
4. ὑοσκυάμου ῥίζης, διακλύζου.
5. Προφυλακτικὸν ὀδονταλγιῶν. Τιθυμάλλου ῥίζας ἑψήσας
6. ἐν οἴνῳ μέχρι ἡμίσεος, δὶς τοῦ μηνὸς διακλύζου, καὶ
7. οὐδέποτε ἀλγήσεις.
8. Ἄριστα ποιεῖ πρός τε φυλακὴν ἀλγημάτων, καὶ ῥῶσιν
9. τῶν οὔλων καὶ τῶν ὀδόντων; ἔτι τε εὐπρέπειαν καὶ τὰ ὑποτεταγμένα
10. σμήγματα. Ἔρια οἰσυπηρὰ ὀθονίῳ ἐνδήσας,
11. καῦσον, εἶτα ἁλῶν τὸ τρίτον μίξας καὶ λειώσας, εὖ μάλα
12. σμῆχε. ἢ δασύποδος κεφαλὴν κεκαυμένην λειάνας χρῶ. ἄλλο.
13. ἅλας καὶ μέλι λειάνας μέχρι κηρῶδες γενέσθαι καθαρῷ
14. ὀθονίῳ ἐνδήσας καὶ καύσας, εἶτα μίξας ἶριν ὀλίγην, σμῆχε
15. τοὺς ὀδόντας.
16. Πρὸς στόματος δυσωδίαν. Κριθὰς λεάνας μέλιτι
ㅤ
1. καὶ οἴνῳ δεύσας ἔνδησον χάρτῃ, καὶ καύσας, καὶ λειώσας
2. τρῖβε τὰ οὖλα.
3. Πρὸς ὀδόντας σειομένους ἵνα παγῶσι. Χάλκανθον
4. τρίψας μετὰ ἐλαίου, παράπτου τῶν ῥιζῶν ἔριον ἀποβρέξας.
5. ἢ πτελέας φλοιὸν ἐν οἴνῳ ἑψήσας διακρατείτω· στερεοῖ
6. γὰρ τοὺς ὀδόντας.
7. Πρὸς βεβρωμένους ὀδόντας. Καππάρεως φύλλα ἐν
8. ὄξει δριμεῖ ἕψει εἰς ἥμισυ, καὶ χλιαρῷ διακλύζου· ὁμοίως
9. δὲ ποιεῖ ὁ φλοιός. τὸ δ᾿ αὐτὸ καὶ
ㅤπρὸς πόνους ποιεῖ.
10. Ἄλλο σπουδαῖον. Μελάνθιον φρύξας, καὶ τρίψας
11. μετ᾿ ὄξους δριμέος, κατάπλασσε τὸ βρῶμα, καὶ οὐκέτι βρωθήσεται,
12. ἀλλὰ μενεῖ οἷόν ἐστιν.
13. Πρὸς βεβρωμένους ὀδόντας. Θαλάσσιον σκορπίον
14. λευκὸν θὲς ἐπ᾿ ἀνθράκων, χερσαῖον δὲ καὶ πώμαζε χωνείῳ
15. ὀστρακίνῳ, καὶ κέλευε τὸν πάσχοντα δέχεσθαι τὸν ἀτμὸν
16. τοῦ σκορπίου διὰ τῆς ὀπῆς τοῦ χωνείου, καὶ πάντοτε ἄπονος ἔσται.