17. Πρὸς πάσας τὰς ἐν τῷ στόματι καὶ τῷ
ㅤ
1. κίονι καὶ τῷ φάρυγγι φλεγμονὰς καὶ διαθέσεις, κᾂν ἕλκος γένηται,
2. καὶ ἐσχάρα καὶ σηπεδών. Κοινὸν μὲν παράγγελμα,
3. ὡς τὸ ἐκ τῆς κεφαλῆς ἐπιῤῥέον κατ᾿ ἀρχὰς ἀναστέλλειν καὶ
4. ἀποκρούεσθαι προσήκει, τὸ δὲ μετὰ τὴν ἀργὴν ἄχρι τοῦ
5. τέλους ἐκ μικτοῦ τινος εἶναι, τοῦ τε ἀποκρουομένου καὶ τοῦ
6. διαφοροῦντος. χρὴ δὲ ἀποκρούεσθαι βουλομένους τῷ διὰ
7. μόρων ὀνομαζομένῳ φαρμάκῳ. χρήσῃ δὲ καὶ ὄμφακος χυλῷ,
8. μέλιτι βραχεῖ προσπλέκων, ἢ ῥόδων ἄνθος, ἢ αὐτὰ τὰ
9. ῥόδα ξηρὰ ὕδατι ἀφέψων, ἢ πίτυος φλοιοῦ ἀφεψήματι. μετὰ
10. δὲ τὴν ἀρχὴν, ὅτε κᾀκ τῆς κεφαλῆς ἐπιῤῥέοιτο ῥεῦμα, ἄλλης
11. διαφορήσεως χρεία, προσπλέκων ἀφρόνιτρα ἑνὶ τῶν
12. εἰρημένων, ἢ νίτρον, τὸ βερονικάριον λεγόμενον· ἢ ἐψήματι
13. ἐνεψούμενον γλήχωνα, ἢ θύμβραν, ἢ θύμον, ἢ καλαμίνθην.
14. δυνήσεται γάρ τις καὶ ἀθρόως ἐμπίπτοντος τοῦ χυμοῦ
15. γινώσκειν τὰ τοσαῦτα τῶν βοηθημάτων, ἐάν τε κυνηγετῇ
16. κατ᾿ ἀγρὸν, ἐάν τε διαπράττηταί τι τῶν κατ᾿ ἀγρὸν ἔργων,
17. ἐάν τε ἐν ὁδοιπορίαις τότε ἀπορῇ φαρμάκων, ἢ διὰ βάτου
ㅤ
1. χυλοῦ, ἢ διά τινος τῶν εἰρημένων δύναται
ㅤπορίσασθαι
2. παραμυθίαν, καὶ καθόλου σχεδὸν τὰ στύφοντα τοῖς
3. στοματικοῖς πάθεσιν ἐπιτήδεια. χρησιμώτατον δὲ φάρμακον
4. ταῖς περὶ στόμα διαθέσεσι καρύων χλωρῶν τοῦ φλοιοῦ
5. χυλὸς ὀλίγῳ μέλιτι συνεψούμενος. χρήσιμον δὲ καὶ τὸ τῶν
6. κυδωνίων ἀφέψημα, εἰ προσβάλῃς βραχύ τι μέλιτος· χρησιμώτατον
7. δὲ καὶ τὸ διὰ τοῦ χλωροῦ τῶν καρύων, καὶ πρὸς
8. τὰς σφοδρὰς φλεγμονὰς τῶν ἀντιάδων καὶ τοὺς πνιγμούς.
9. ἄλλο. ῥοιὰς γλυκείας σὺν τοῖς λεπύροις κόψας, καὶ ἐκλειώσας
10. διήθησον, καὶ ἕξ μέρεσι τοῦ χυλοῦ πρόσβαλε μέρος ἕν
11. μέλιτος καὶ ἑψήσας ὡς μέλιτος πάχος ἔχειν, χρῶ. ἄλλο.
12. γλεύκους ξέστην ἕψει μέχρις ἂν τὸ τρίτον λειφθῇ, καὶ
13. μίξον ῥοὸς βυρσοδεψικοῦ γο. δ΄. καὶ ἀπάρας χρῶ. ἄλλο. κηκίδας
14. λ΄. κόψας, καὶ ἐνεψήσας ξέστην α΄. μέλιτος, χρῶ.
15. Στοματικὴ καλλίστη. Ἄνθους ῥόδων γο. β΄. πιτυΐδων
16. γο. α΄. λεάνας σὺν μέλιτι χρῶ.
17. Πρὸς παρίσθμια καὶ σταφυλὴν φλεγμαίνουσαν καὶ
18. σηπεδόνας τὰς ἐν στόματι. Μόρων χυλοῦ ἢ βάτου γο. α΄.
ㅤ
1. ῥόδων ξηρῶν γο. α΄. μέλιτι μίξας, καὶ ἐπ᾿ ὀλίγον ἑψήσας,
2. διάχριε. ἄλλο. κυδωνίων στύφων χυλὸν ἐν ἴσῳ μέλιτι ἑψήσας
3. διάχριε. ἄλλο. ῥοιὰς στυφούσας μετὰ τοῦ λέπους κόψας
4. ἕψει ἐν γλυκεῖ, διηθήσας, χρῶ. ἄλλο. εἰς ἕψημα ἐμβαλὼν
5. γλήχωνα ἢ θύμον ἢ ὀρίγανον ἢ ὕσσωπον ἢ καλαμίνθην,
6. καὶ συνεψήσας αὐτάρκως καὶ διηθήσας δίδου διακρατεῖν.
7. Πρὸς τὰς ἐν τῷ στόματι σηπεδόνας καὶ ἐσχάρας.
8. Κυνείαν λευκήν τινα (ἔστω δὲ τοῦτο ἐὰν ὀστᾶ μόνα πρὸ
9. μιᾶς οἱ κύνες φαγόντες φλαχθῶσι) μετὰ μέλιτος διάχριε.
10. ἢ ῥοὸς τοῦ βυρσοδεψικοῦ τὸ ὕδωρ μέχρι γλοιῶδες γίνηται,
11. ἑψήσας μέλιτι. ἢ χελιδόνων κεκαυμένων μετὰ μέλιτος διάχριε.
12. Πρὸς κιονίδας φλεγμαινούσας καὶ κεχαλασμένας. Φοίνικας
13. ἑψήσας ἐν ὕδατι καὶ βραχέος μέλιτος προσβαλὼν, δίδου
14. ἀναγαργαρίζεσθαι καὶ διακρατεῖν. ἢ ῥόδων, ἢ ἑλίκων
15. ἀμπέλου, ἢ βάτου, ἢ κυνοσβάτου, ἢ μήλων στύφων, ἢ
16. οὔων ἀώρων, ἢ ῥοῦ, τοῦ τ᾿ ἐπὶ τὰ ὄψα καὶ τοῦ βυρσοδεψικοῦ,
ㅤ
1. ἢ μυρίκης καρποῦ, καθ᾿ ἑαυτό τε ἕκαστον καὶ σὺν
2. ἀλλήλοις ἀφεψηθὲν ἐν ὕδατι ἀνακογχυλιαζέσθω· ἢ ξηρῷ
3. τινὶ τῶν προειρημένων εὖ μάλα λειωθέντι προσάπτεσθαι
4. τοῦ γαργαρεῶνος, ἠρέμα πως ἀνάγονται. ἐμβάλλειν δὲ αὐτὰ
5. κοχλιαρίῳ, καὶ οὕτως προστιθέναι τῇ κιονίδι. καὶ οἱ χυλοὶ
6. δὲ τῶν προειρημένων ἁπάντων τῶν τε φυτῶν καὶ τῶν καρπῶν
7. αὐτῶν ὁμοίως μέλιτι ὀλίγῳ μιγνύμενοι καὶ διαχριόμενοι
8. ὠφελοῦσιν. ἄλλο. ποιοῦσι πρὸς. τὰς κιονίδος φλεγμονὰς ἅλες
9. λεῖοι μετὰ μέλιτος διαχριόμενοι. ἄλλο. φοινίκων ὀστᾶ καὶ
10. καρύων ἁπαλῶν χλωρῶν καὶ ξηρῶν, ἑκατέρου ἴσον, καύσας
11. καὶ λειοτριβήσας, χρῶ ἁπτόμενος. ἄλλο. ῥόδα ξηρὰ πάνυ
12. λειώσας σὺν μέλιτι διάχριε.
13. Πρὸς ἄφθας. Ἀνδράχνην εἰς μέλι βάπτων μασάσθω,
14. ἢ ἐλαίας φύλλοις ἐν οἴνῳ ἡψημένοις διακλυζέσθω.
15. Πρὸς ἄφθας μελαίνας καὶ νεμομένας. Ἀποσμήξας
16. ὀροβίνοις ἀλεύροις καὶ κηκῖδος διάχριε μετὰ μέλιτος, ἢ
17. λυκίου ἀφεψήματι ἀναγαργαριζέσθω, ἢ τρυγὶ οἴνου μετὰ
ㅤ
1. μέλιτος διαχριέσθω. ἢ
ㅤμυρίκης καρπὸν λειώσας μετὰ
2. μέλιτος διάχριε.
3. Πρὸς νεμομένας ἄφθας. Κηκίδων ἀφέψημα εἰς
4. ἴσον μέλιτι μίξας καὶ ἀναζέσας χρῶ.
5. Πρὸς λευκὰς ἄφθας. Χαλκῖτιν ἐλαίῳ ζέσας διάχριε
6. πτερῷ, καὶ παραχρῆμα αἴρει. ἐπὰν δὲ καθαρὰ γένηται,
7. μυρίκης καρπὸν λεάνας καὶ διεὶς μελικράτῳ ἢ οἴνῳ διάχριε
8. πτερῷ, καὶ παραχρῆμα αἴρει.
9. Πρὸς μελαίνας ἄφθας. Σταφίδι ἐκγεγιγαρτισμένῃ
10. καὶ ἀνίσῳ λείοις κατάχριε μετὰ μέλιτος. ἢ φύλλα κοκκυμηλέας
11. κόψας καὶ γάλακτι μίξας ὀνείῳ, διάκλυζε. ποιεῖ καὶ
12. πρασίου χυλὸς ἢ φακοῦ ἀφέψημα, ἢ βάτου, ἢ κέρας ἐλάφειον
13. λεάνας παράτριβε.
14. Πρὸς ἄφθας βρεφῶν. Φακὴν μετὰ βραχέος ἄρτου
15. καὶ κυδωνίων ὀπῷ μίξας, δίδου, καὶ ῥόδων ἄνθος, καὶ
16. αὐτὰ τὰ ῥόδα ξηρὰ, καὶ διακλύσματι διὰ τῶν μετρίως στυφόντων.
17. ἔλαιον δὲ ἐναντιώτατόν ἐστι τῇ διαθέσει τῆς ἄφθης,
ㅤ
1. καὶ τὰ πάνυ δριμέα· τὸ μὲν γὰρ ὑγραίνει τε καὶ ῥυπαίνει,
2. τῇ τήξει δὲ τὰ δριμέα βλάπτει.