Pseudo-Galenus. De remediis parabilibus (De rem. parab.) [n° 086 Fichtner] [GalLat]

Περὶ εὐπορίστων
Médicaments faciles à se procurer
Readily Available Remedies (Rem. Parab.)
De remediis parabilibus, 1827, vol. 14, p. 311-581. urn:cts:greekLit:tlg0530.tlg029.verbatim-lat1
Brodersen, 2020 (deu).

De remediis parabilibus, 1.Prooemium, ed. Kühn, 1827, vol. 14, p. 311-314. urn:cts:greekLit:tlg0530.tlg029.1st1K-grc1:1.Prooemium

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΠΟΡΙΣΤΩΝ
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.

1. Προοίμιον.Τοῖς ἔξω πόλεων παραμένουσι καὶ
2. τοῖς κατ᾿ ἀγροὺς καὶ τοὺς ἐρήμους τόπους διατρίβουσι τῶν
3. εὐπορίστων χρῆσιν προσήκουσαν εἶναι. Τὴν ἰατρικὴν τέχνην,
4. οὐ πόλεσιν οὐδὲ δημοσίοις τόποις, ἢ ἀνδράσι πλουσίοις
5. καὶ εὐγενέσιν ἄρχουσί τε καὶ μεγάλως δυναμένοις ὁριζομένην,
6. διὰ δὲ τὸ φιλάνθρωπον καὶ πολύχρηστον αὐτῆς
7. ποικίλως ἐπὶ πάντας ἀνθρώπους διήκουσαν καὶ ἄχρις ἀγροικίας
8. καὶ ἐρήμων τόπων φθάνουσαν μὲν ὁρῶν τῇ δυνάμει,
9. ἐλλείπουσαν δὲ τῇ ἐνεργείᾳ διὰ τὸν ἀμελέτητον τῆς περὶ
1. αὐτὴν φιλοτιμίας, δίκαιον ᾠήθην κατ᾿ ἐμὴν δύναμιν εἰσενέγκασθαι
2. ἐπικουρίαν τοῖς ἐν ὁδοῖς, μάλιστα καὶ κατ᾿ ἀγροὺς
3. καὶ κατά τινας ἐρήμους τόπους διατρίβουσιν, ἐφ᾿ ὧν τὰ μὲν
4. πάθη ῥᾳδίαν καὶ ἀπροσδόκητον ἔχει τὴν κατὰ τῶν σωμάτων
5. φορὰν καὶ δύναμιν, οὐκ ἔτι δὲ καὶ τὴν ἐκ τῶν ἰαμάτων ἐπικουρίαν
6. εὔπορον. οὔτε γὰρ φαρμάκων πολυτελῶν ἐν παντὶ
7. τόπῳ ῥᾴδιον εὐπορεῖν οὔτε τοὺς χρησομένους αὐτοῖς ἰατροὺς
8. ἀφθόνως ἔχειν ἐπιτηδείους, οὔτε μὴν τὰς περιστάσεις παρεῖναι
9. τῆς ὑποπροσθέσεως καὶ ἀναβολῆς καιροὺς διδούσας, οἷον
10. ἐπὶ συνάγχης καὶ δηλητηρίων φαρμάκων καὶ τῶν ἰοβόλων,
11. αἱμοῤῥαγίας τε καὶ χολέρας καὶ τῶν τούτοις παραπλησίων.
12. διὰ ταῦτ᾿ οὖν οὐκ ἀκριβῶς καὶ ἐπιστημονικῶς θεραπείαν
13. καὶ πάντη τοῖς οἰκείοις θεωρήμασι συνεκπληρουμένην ἐνθάδε
14. λέγειν προυθέμην, ἀλλ᾿ ὅπως ἄν τις καὶ ἰδιώτης ἐκ
15. τοῦ παραχρῆμα βοηθεῖν ἕλῃ τοῖς κινδυνεύουσιν ἢ ἄλλως
16. πάσχουσι κατὰ τὸ ἐνδεχόμενον ἐκ τῶν ὡς οἷόν τε ἐπ᾿
17. ἀπόροις εὐπορουμένων βοῃθημάτων, ὑποθέσθαι δίκαιον ᾠήθην
1. τὸ μὲν ἀκριβὲς ἄγαν τῆς κατὰ τὴν τέχνην ὕλης καὶ
2. τῆς ἐπιστημονικῆς χρήσεως τῶν βοηθημάτων, ἐν οἶς φαρμάκων
3. καὶ ἰατρῶν εὐπορία καὶ τὰ πάθη συγχωρεῖ, ἀναγκαῖον
4. εἶναι κρίνει, ὅπου δὲ ὀξὺς ὁ καιρὸς καὶ οὐκ εὔπορος
5. ἡ τῶν βοηθημάτων εὐπορία καὶ ἀφθονία, τὴν ἐκ τῶν εὐπορίστων
6. φαρμάκων δύναμιν ἀναγκαιοτάτην εἶναι λογιζόμενος
7. τοῖς ὁτιοῦν μέρος τοῦ σώματος πάσχουσιν. ἀναγράψω τοιγαροῦν
8. εὐπορίστων βοηθημάτων ὕλης σπανίως που πολυτελεστέρων
9. μὲν, συνήθων δὲ τοῖς πολλοῖς, καὶ διὰ τοῦτο εὐπορουμένων
10. φαρμάκων μνημονεύσομεν, ἀπὸ κεφαλῆς ἀρξάμενοι.
11. αὕτη γὰρ καθάπερ τις ἀκρόπολίς ἐστι τοῦ σώματος καὶ
12. τῶν τιμιωτάτων καὶ ἀναγκαιοτάτων ἀνθρώποις αἰσθήσεων
13. οἰκητήριον, διὸ καὶ τὴν ἀρχὴν τῶν βοηθημάτων ἀπ᾿ αὐτῆς
14. ποιησόμεθα τοῦ δυνατοῦ μάλιστα καὶ σαφῶς στοχαζόμενοι.
15. πάσχει δὲ αὕτη ποικίλως, ἐγκαιομένη τε καὶ ψυχομένη, καὶ
16. ὑπὸ ἀναθυμιάσεων τῶν ἐκ τῆς κοιλίας πληρουμένη, καὶ ἀπὸ
17. τῶν ἔξωθεν, τῶν καρωδῶν καὶ δυσωδῶν, καὶ διὰ πολλὰ ἕτερα.
1. ἐξ ἐπιμέτρου καὶ ταῖς κατὰ τὸ δέρμα καὶ τὰς τρίχας ἀπρεπείαις
2. ἁλισκομένη, ἀλωπεκίαις, ὀφιάσεσι, διαφόροις ἑλκώσεσιν.
3. ἐγκαύσεως μὲν οὖν καὶ ψύξεως καὶ τῆς ἀπὸ τῶν
4. ἔξωθεν ἀναθυμιάσεως ἱκανὰ σημεῖα ταῦτα προκατάρχοντα
5. αἴτια. ἤδη δὲ τοῖς ἐξ ἐγκαύσεων ἄλγημα παρακολουθεῖ
6. σφυγματῶδες ὅλης σφακελιζούσης δοκεῖν τῆς κεφαλῆς μετὰ
7. πυρώδους αἰσθήσεως καὶ διάτασις τῶν περὶ τὸ μέτωπον
8. ἀγγείων καὶ ὀφθαλμῶν ἔρευθος, τὰ πολλὰ καὶ ἀγρύπνια·
9. τοῖς δὲ ἀπὸ ψύξεως ναρκῶδες βάρος καὶ πῆξις καὶ τῶν
10. μετὰ τὸ μέτωπον ἀγγείων σύμπτωσις· εἰ δὲ μεθ᾿ ὑγρότητος
11. καταψύχοιντο, καὶ καταφορώδης ὕπνος· τοῖς δ᾿ ἐξ ἀναθυμιάσεων
12. ἄλγημα νυγματῶδες καὶ σφυγμὸς τῶν περὶ τὸ
13. μέτωπον ἀρτηριῶν, ἴλιγγοί τε καὶ παροράσεις καὶ ὤτων
14. ἦχοι. ὁμοίως καὶ τοῖς ἀπὸ τῶν ἐντὸς ἀναθυμιάσεων πληρουμένοις
15. τὰ αὐτὰ ταῦτα συμπίπτειν εἴωθεν.

Cliquer un n° de page pour en afficher l’image